Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 13.168–296: The deaths of Priam and Astyanax

Diomedes kills Coroebus, who had hoped to marry Cassandra, and the aged Ilioneus, who begs for mercy in vain. Neoptolemus kills Pammon, Polites, Antiphonus and Agenor, and then beheads Priam at the altar of Zeus after Priam asks to die. The Argives throw Astyanax from a tower and drag Andromache into slavery, and only the house of Antenor is spared.

Lines 13.168–296 · 1121 words · click a number to copy its link
168καὶ τότε Τυδέος υἱὸς ἀνὰ μόθον ἀντιόωντα αἰχμητῆρα Κόροιβον ἀγανοῦ Μύγδονος υἷα 170ἐγχείῃ κοίλοιο διὰ στομάχοιο πέρησεν, ᾗχι θοαὶ πόσιός τε καὶ εἴδατός εἰσι κέλευθοι. καὶ τὸν μὲν περὶ δουρὶ μέλας ἐκιχήσατο πότμος· κάππεσε δʼ ἐς μέλαν αἷμα καὶ ἄλλων ἔθνεα νεκρῶν, νήπιος, οὐδʼ ἀπόνητο γάμων, ὧν οὕνεχʼ ἵκανε 175χθιζὸς ὑπὸ Πριάμοιο πόλιν […] […] καὶ ὑπέσχετʼ Ἀχαιοὺς Ἰλίου ἂψ ὦσαι· τῷ δʼ οὐ θεὸς ἐξετέλεσσεν ἐλπωρήν· κῆρες γὰρ ἐπιπροέηκαν ὄλεθρον. σὐν δέ οἱ Εὐρυδάμαντα κατέκτανεν ἀντιόωντα γαμβρὸν ἐϋμμελίην Ἀντήνορος, ὅς ῥα μάλιστα 180θυμὸν ἐνὶ Τρώεσσι σαοφροσύνῃσι κέκαστο. ἔνθα καὶ Ἰλιονῆι συνήντετο δημογέροντι, καί οἱ ἔπι ξίφος αἰνὸν ἐρύσσατο· τοῦ δʼ ἄρα πάγχυ γηραλέου κλάσθησαν ἄδην ἐπὶ σώματι γυῖα· καί ῥα περιτρομέων ἅμα χείρεσιν ἀμφοτέρῃσι 185τῇ μὲν ἄορ συνέδραξε θοόν, τῇ δʼ ἥψατο γούνων ἀνδροφόνου ἥρωος· ὁ δʼ ἐς μόθον ἐσσύμενός περ ἢ χόλου ἀμβολίῃ, ἢ καὶ θεοῦ ὀτρύνοντος, βαιὸν ἀπέσχε γέροντος ἑὸν ξίφος, ὄφρα τι εἴπῃ λισσόμενος θοὸν ἄνδρα καὶ ὄβριμον· ὃς δʼ ἀλεγεινὸν 190ἴαχεν ἐσσυμένως· στυγερὸν δέ μιν ἄμφεχε δεῖμα· γουνοῦμαί σʼ, ὅτις ἐσσὶ πολυσθενέων Ἀργείων, αἴδεσαι ἀμφιπεσόντος ἐμὰς χέρας, ἀργαλέου τε λῆγε χόλου· καὶ γάρ ῥα πέλει μακρὸν ἀνέρι κῦδος ἄνδρα νέον κτείναντι καὶ ὄβριμον· ἢν δὲ γέροντα 195κτείνῃς, οὔ νύ τοι αἶνος ἐφέψεται εἵνεκεν ἀλκῆς· τοὔνεκʼ ἐμεῦ ἄπο νόσφιν ἐς αἰζηοὺς τρέπε χεῖρας ἐλπόμενός ποτε γῆρας ὁμοίιον εἰσαφικέσθαι. ὣς φάμενον προσέειπε κραταιοῦ Τυδέος υἱός· ὦ γέρον, ἔλπομʼ ἔγωγʼ ἐσθλόν ποτὶ γῆρας ἱκέσθαι· 200ἀλλά μοι ἕως ἔτι κάρτος ἀέξεται, οὔτινʼ ἐάσω ἐχθρὸν ἐμῆς κεφαλῆς, ἀλλʼ Ἄϊδι πάντας ἰάψω, οὕνεκʼ ἄρʼ ἐσθλὸς ἀνὴρ ὃς δήϊον ἄνδρʼ ἀπαμύνει.

Then Tydeus’ son amid the war-storm met
Spearman Coroebus, lordly Mygdon’s son,
And ‘neath the left ribs pierced him with the lance
Where run the life-ways of man’s meat and drink;
So met him black death borne upon the spear:
Down in dark blood he fell mid hosts of slain.
Ah fool! the bride he won not, Priam’s child
Cassandra, yea, his loveliest, for whose sake
To Priam’s burg but yesterday he came,
And vaunted he would thrust the Argives back
From Ilium. Never did the Gods fulfil
His hope: the Fates hurled doom upon his head.
With him the slayer laid Eurydamas low,
Antenor’s gallant son-in-law, who most
For prudence was pre-eminent in Troy.
Then met he Ilioneus the elder of days,
And flashed his terrible sword forth. All the limbs
Of that grey sire were palsied with his fear:
He put forth trembling hands, with one he caught
The swift avenging sword, with one he clasped
The hero’s knees. Despite his fury of war,
A moment paused his wrath, or haply a God
Held back the sword a space, that that old man
Might speak to his fierce foe one word of prayer.
Piteously cried he, terror-overwhelmed:
“I kneel before thee, whosoe’er thou be
Of mighty Argives. Oh compassionate
My suppliant hands! Abate thy wrath! To slay
The young and valiant is a glorious thing;
But if thou smite an old man, small renown
Waits on thy prowess. Therefore turn from me
Thine hands against young men, if thou dost hope
Ever to come to grey hairs such as mine.”

So spake he; but replied strong Tydeus’ son:
“Old man, I look to attain to honoured age;
But while my Strength yet waxeth, will not I
Spare any foe, but hurl to Hades all.
The brave man makes an end of every foe.”

203ὣς εἰπὼν λαιμοῖο διήλασε λοίγιον ἆορ δεινὸς ἀνήρ· ἴθυνε δʼ ὅπῃ θνητοῖς ἐπὶ πότμον 205ψυχῆς εἰσι τάχιστα καὶ αἵματος αἰνὰ κέλευθα· καὶ τὸν μὲν μόρος αἰνὸς ὑπέκλασε δῃωθέντα Τυδείδαο χέρεσσιν. ὁ δʼ εἰσέτι Τρῶας ἐναίρων ἔσσυτʼ ἀνὰ πτολίεθρον ἐῷ μέτα κάρτεϊ θύων· δάμνατο δʼ ἠῢν Ἄβαντα· βάλεν δʼ ὑπὸ δούρατι μακρῷ 210υἷα Περιμνήστοιο περικλυτὸν Εὐρυκόωντα. Αἴας δʼ Ἀμφιμέδοντα, Δαμαστορίδην δʼ Ἀγαμέμνων, Ἰδομενεῦς δὲ Μίμαντα, Μέγης δʼ ἕλε Δηιοπίτην. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀμαιμακέτῳ ὑπὸ δουρὶ Πάμμονα δῖον ὄλεσσε, βάλεν δʼ ἐπιόντα Πολίτην, 215ἀντίφονόν τʼ ἐπὶ τοῖσι κατέκτανε, τοὺς ἅμα πάντας υἱῆας Πριάμοιο· καὶ ἀντιόωντʼ ἀνὰ δῆριν δάμνατʼ Ἀγήνορα δῖον· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν ἡρώων· πάντῃ δὲ μέλας ἀνεφαίνετʼ ὄλεθρος ὀλλυμένων· ὁ δὲ πατρός ἑοῦ καταειμένος ἀλκὴν 220μαιμώων ἐδάϊζεν ὅσους κίχεν. ἐν δὲ καὶ αὐτῷ δυσμενέων βασιλῆι κακὰ φρονέων ἐνέκυρσεν ἑρκείου ποτὶ βωμόν· ὁ δʼ ὡς ἴδεν υἷʼ Ἀχιλῆος, ἔγνω ἄφαρ τὸν ἐόντα καὶ οὐ τρέσεν, οὕνεκʼ ἄρʼ αὐτὸς θυμὸν ἐέλδετο παισὶν ἐπὶ σφετέροισιν ὀλέσσαι· 225τοὔνεκά μιν προσέειπε λιλαιόμενος θανέεσθαι· ὦ τέκος ὀβριμόθυμον ἐϋπτολέμου Ἀχιλῆος, κτεῖνον, μηδʼ ἐλέαιρε δυσάμμορον· οὐ γὰρ ἔγωγε τοῖα παθὼν καὶ τόσσα λιλαίομαι εἰσοράασθαι ἠελίοιο φάος πανδερκέος, ἀλλά που ἤδη 230φθεῖσθαι ὁμῶς τεκέεσσι καὶ ἐκλελαθέσθαι ἀνίης λευγαλέης, ὁμάδου τε δυσηχέος. ὡς ὄφελόν με σεῖο πατὴρ κατέπεφνε, πρὶν αἰθομένην ἐσιδέσθαι Ἴλιον, ὁππότʼ ἄποινα περὶ κταμένοιο φέρεσκον Ἕκτορος, ὅν μοι ἔπεφνε πατὴρ τεός· ἀλλὰ τὸ μέν που 235κῆρες ἐπεκλώσαντο· σὺ δʼ ἡμετέροιο φόνοιο ἄασον ὄβριμον ἦτορ, ὅπως λελάθωμʼ ὀδυνάων. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· ὧ γέρον, ἐμμεμαῶτα καὶ ἐσσύμενόν περ ἀνώγεις· οὐ γάρ σʼ ἐχθρὸν ἐόντα μετὰ ζωοῖσιν ἐάσω· 240οὐ γάρ τι ψυχῆς πέλει ἀνδράσι φίλτερον ἄλλο.

Then through his throat that terrible warrior drave
The deadly blade, and thrust it straight to where
The paths of man’s life lead by swiftest way
Blood-paved to doom: death palsied his poor strength
By Diomedes’ hands. Thence rushed he on
Slaying the Trojans, storming in his might
All through their fortress: pierced by his long spear
Eurycoon fell, Perimnestor’s son renowned.
Amphimedon Aias slew: Agamemnon smote
Damastor’s son: Idomeneus struck down
Mimas: by Meges Deiopites died.

Achilles’ son with his resistless lance
Smote godlike Pammon; then his javelin pierced
Polites in mid-rush: Antiphonus
Dead upon these he laid, all Priam’s sons.
Agenor faced him in the fight, and fell:
Hero on hero slew he; everywhere
Stalked at his side Death’s black doom manifest:
Clad in his sire’s might, whomso he met he slew.
Last, on Troy’s king in murderous mood he came.
By Zeus the Hearth-lord’s altar. Seeing him,
Old Priam knew him and quaked not; for he longed
Himself to lay his life down midst his sons;
And craving death to Achilles’ seed he spake:
“Fierce-hearted son of Achilles strong in war,
Slay me, and pity not my misery.
I have no will to see the sun’s light more,
Who have suffered woes so many and so dread.
With my sons would I die, and so forget
Anguish and horror of war. Oh that thy sire
Had slain me, ere mine eyes beheld aflame
Illium, had slain me when I brought to him
Ransom for Hector, whom thy father slew.
He spared me—so the Fates had spun my thread
Of destiny. But thou, glut with my blood
Thy fierce heart, and let me forget my pain.”
Answered Achilles’ battle-eager son:
“Fain am I, yea, in haste to grant thy prayer.
A foe like thee will I not leave alive;
For naught is dearer unto men than life.”

241ὣς εἰπὼν· ἀπέκοψε κάρην πολιοῖο γέροντος ῥηιδίως, ὡς εἴ τις ἀπὸ στάχυν ἀμήσηται ληίου ἀζαλέοιο θέρευς εὐθαλπέος ὥρῃ. ἡ δὲ μέγα μύζουσα κυλίνδετο πολλὸν ἐπʼ αἶαν 245νόσφʼ ἄλλων μελέων, ὁπόσοις ἐγκίνυται ἀνήρ· κεῖτο δʼ ἄρʼ ἐς μέλαν αἷμα καὶ εἰς ἑτέρων φόνον ἀνδρῶν […] ὄλβῳ καὶ γενεῇ καὶ ἀπειρεσίοις τεκέεσσιν· οὐ γὰρ δὴν ἐπὶ κῦδος ἀέξεται ἀνθρώποτσιν, ἀλλʼ ἄρα που καὶ ὄνειδος ἐπέσσυται ἀπροτίοπτον·

With one stroke swept he off that hoary head
Lightly as when a reaper lops an ear
In a parched cornfield at the harvest-tide.
With lips yet murmuring low it rolled afar
From where with quivering limbs the body lay
Amidst dark-purple blood and slaughtered men.
So lay he, chiefest once of all the world
In lineage, wealth, in many and goodly sons.
Ah me, not long abides the honour of man,
But shame from unseen ambush leaps on him
So clutched him Doom, so he forgat his woes.

250καὶ τὸν μὲν πότμος εἶλε· κακῶν δʼ ὅ γε λήσατο πάντων. οἱ δὲ καὶ Ἀστυάνακτα βάλου Δαναοὶ ταχύπωλοι πύργου ἀφʼ ὑψηλοῖο, φίλου δέ οἱ ἦτορ ὄλεσσαν μητρὸς ἀφαρπάξαντες ἐν ἀγκοίνῃσιν ἐόντα ἕστορι χωόμενοι, ἐπεὶ ἦ σφισι πῆμα κόρυσσε 255ζωὸς ἐών· τῷ καί οἱ ἀπηχθήραντο γενέθλην, καί οἱ παῖδʼ ἐβάλοντο καθʼ ἕρκεος αἰπεινοῖο, νήπιον, οὔπω δῆριν ἐπιστάμενον πολέμοιο. ἠΰτε πόρτιν ὄρεσφι λύκοι χατέοντες ἐδωδῆς κρημνὸν ἐς ἠχήεντα κακοφραδίῃσι βάλωνται 260μητρὸς ἀποτμήξαντες ἐϋγλαγέων ἀπὸ μαζῶν, ἡ δὲ θέῃ γοόωσα φίλον τέκος ἔνθα καὶ ἔνθα μακρὰ κινυρομένη, τῇ δʼ ἐξόπιθεν κακόν ἄλλο ἔλθῃ, ἐπεί ἑ λέοντες ἀναρπάξωσι καὶ αὐτήν· ὣς τὴν ἀσχαλόωσαν ἄδην περὶ παιδὸς ἑοῖο 265ἦγον δήϊοι ἄνδρες ἅμʼ ἄλλῃς ληιάδεσσι κούρην Ἠετίωνος ἀμύμονος αἰνὰ βοῶσαν. ἡ δʼ ἄρα παιδὸς ἑοῖο καὶ ἀνέρος ἠδὲ τοκῆος μνησαμένη φόνον αἰνὸν ἐΰσφυρος Ἠετιώνη ὥρμηνεν θανέεσθαι, ἐπεὶ βασιλεῦσιν ἄμεινον 270τεθνάμεν ἐν πολέμῳ ἢ χείροσιν ἀμφιπολεύειν· καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον· εἰ δʼ ἄγε νῦν καὶ ἐμεῖο δέμας κατὰ τείχεος αἰνοῦ ἢ κατὰ πετράων ἢ ἔσω πυρὸς αἶψα βάλεσθε, Ἀργεῖοι· μάλα γάρ μοι ἀάσπετα πήματʼ ἔασι· 275καὶ γάρ μευ πατέρʼ ἐδθλὸν ἐνήρατο Πηλέος υἱὸς Θήβῃ ἐνὶ ζαθέῃ, Τροίῃ δʼ ἔνι φαίδιμον ἄνδρα, ὅς μοι ἔην μάλα πάντα, τά τʼ ἔλδετο θυμὸς ἐμεῖο· καί μοι κάλλιπε τυτθὸν ἐνὶ μεγάροις ἔτι παῖδα, ᾧ ἔτι κυδιάασκον ἀπείριτον, ᾧ ἔτι πολλὰ 280ἐλπομένην ἀπάφησε κακὴ καὶ ἀτάσθαλος Αἶσα. τῷ νύ μʼ ἀκηχεμένην πολυτειρέος ἐκ βιότοιο νοσφίσατʼ ἐσσυμένως, μηδʼ εἰς ἑὰ δώματʼ ἄγεσθε μίγδα δορυκτήτοισιν, ἐπεί νύ μοι οὐκέτι θυμῷ εὔαδεν ἀνθρώποισι μετέμμεναι, οὕνεκα δαίμων 285κηδεμονῆας ὄλεσσεν· ἄχος δέ με δέχνυται αἰνὸν ἐκ Τρώων στυγεροῖσιν ἐπʼ ἄλγεσιν οἰωθεῖσαν. ἦ ῥα λιλαιομένη χθόνα δύμεναι· οὐ γὰρ ἔοικε ζωέμεναι κείνοισιν, ὅσων μέγα κῦδος ὄνειδος ἀμφιχάνῃ· δεινὸν γὰρ ὑπόψιον ἔμμεναι ἄλλων.

Yea, also did those Danaan car-lords hurl
From a high tower the babe Astyanax,
Dashing him out of life. They tore the child
Out of his mother’s arms, in wrathful hate
Of Hector, who in life had dealt to them
Such havoc; therefore hated they his seed,
And down from that high rampart flung his child—
A wordless babe that nothing knew of war!
As when amid the mountains hungry wolves
Chase from the mother’s side a suckling calf,
And with malignant cunning drive it o’er
An echoing cliffs edge, while runs to and fro
Its dam with long moans mourning her dear child,
And a new evil followeth hard on her,
For suddenly lions seize her for a prey;
So, as she agonized for her son, the foe
To bondage haled with other captive thralls
That shrieking daughter of King Eetion.
Then, as on those three fearful deaths she thought
Of husband, child, and father, Andromaehe
Longed sore to die. Yea, for the royally-born
Better it is to die in war, than do
The service of the thrall to baser folk.
All piteously the broken-hearted cried:
“Oh hurl my body also from the wall,
Or down the cliff, or cast me midst the fire,
Ye Argives! Woes are mine unutterable!
For Peleus’ son smote down my noble father
In Thebe, and in Troy mine husband slew,
Who unto me was all mine heart’s desire,
Who left me in mine halls one little child,
My darling and my pride—of all mine hopes
In him fell merciless Fate hath cheated me!
Oh therefore thrust this broken-hearted one
Now out of life! Hale me not overseas
Mingled with spear-thralls; for my soul henceforth
Hath no more pleasure in life, since God hath slain
My nearest and my dearest! For me waits
Trouble and anguish and lone homelessness!”

So cried she, longing for the grave; for vile
Is life to them whose glory is swallowed up
Of shame: a horror is the scorn of men.
But, spite her prayers, to thraldom dragged they her.

290οἱ δὲ βίῃ ἀέκουσαν ἄγον ποτὶ δούλιον ἦμαρ. ἄλλοι δʼ αὖτʼ ἄλλοις ἐν δώμασι θυμὸν ἔλειπον ἀνέρες· ἐν δʼ ἄρα τοῖσι βοὴ πολύδακρυς ὀρώρει· ἀλλʼ οὐκ ἐν μεγάροις Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτοῦ Ἀργεῖοι μνήσαντο φιλοξενίης ἐρατεινῆς, 295ὡς ξείνισσε πάροιθε κατὰ πτόλιν ἠδʼ ἐσάωσεν ἰσόθεον Μενέλαον ὁμῶς Ὀδυσῆι μολόντα·

In all the homes of Troy lay dying men,
And rose from all a lamentable cry,
Save only Antenor’s halls; for unto him
The Argives rendered hospitality’s debt,
For that in time past had his roof received
And sheltered godlike Menelaus, when
He with Odysseus came to claim his own.
Therefore the mighty sons of Achaea showed
Grace to him, as to a friend, and spared his life
And substance, fearing Themis who seeth all.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.