Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.548–658: The wreck of the Argive fleet

Aias swims on through the storm until Poseidon splits the rock and buries him. The fleet is wrecked, and Nauplius lures some ships on to the rocks with a false beacon. Poseidon, Zeus and Apollo then flood the Argive wall at Troy, and the survivors go home as heaven guides them.

Lines 14.548–658 · 994 words · click a number to copy its link
548Αἴας δʼ ἄλλοτε μὲν περινήχετο δούρατι νηός, ἄλλοτε δʼ αὖ χείρεσσι διήνυεν ἁλμυρὰ βένθη 550ἀκαμάτῳ Τιτῆνι βίην ὑπέροπλον ἐοικώς· σχίζετο δʼ ἁλμυρὸν οἶδμα περὶ κρατερῇσι χέρεσσιν ἀνδρὸς ὑπερθύμοιο· θεοὶ δέ μιν εἰσορόωντες ἠνορέην καὶ κάρτος ἐθάμβεον· ἀμφὶ δὲ κῦμα ἄλλοτε μὲν φορέεσκε πελώριον ἠΰτʼ ἐπʼ ἄκρην 555οὔρεος ὑψηλοῖο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε ὑψόθεν οἷα φάραγξιν ἐνέκρυφεν· οὐδʼ ὅ γε χεῖρας κάμνε πολυτλήτους· πολλοί γε μὲν ἔνθα καὶ ἔνθα σβεννύμενοι σμαράγιζον ἔσω πόντοιο κεραυνοί· οὔπω γάρ οἱ θυμὸν ἐμήδετο κηρὶ δαμάσσαι 560κούρη ἐριγδούποιο Διὸς μάλα περ κοτέουσα, πρὶν τλῆναι κακὰ πολλὰ καὶ ἄλγεσι πάγχυ μογῆσαι· τοὔνεκά μιν κατὰ βένθος ἐδάμνατο δηρὸν ὀϊζὺς πάντοθε τειρόμενον· περὶ γὰρ κακὰ μυρία Κῆρες ἀνδρὶ περιστήσαντο· μένος δʼ ἐνέπνευσεν ἀνάγκη· 565φῆ δέ, καὶ εἰ μάλα πάντες Ὀλύμπιοι εἰς ἓν ἵκωνται χωόμενοι καὶ πᾶσαν ἀναστήσωσι θάλασσαν ἐκφυγέειν· ἀλλʼ οὔτι θεῶν ὑπάλυξεν ὁμοκλήν· δὴ γάρ οἱ νεμέσησεν ὑπέρβιος Ἐννοσίγαιος, εὖτέ μιν εἰσενόησεν ἐφαπτόμενον χερὶ πέτρης 570Γυραίης, καί οἱ μέγʼ ἐχώσατο· σὺν δʼ ἐτίναξε πόντον ὁμῶς καὶ γαῖαν ἀπείριτον· ἀμφὶ δὲ πάντῃ κρημνοὶ ὑπεκλονέοντο Καφηρέος· αἱ δʼ ἀλεγεινὸν θεινόμεναι ῥηγμῖνες ἐπέβραχον οἴδματι λάβρῳ χωομένοιο ἄνακτος· ἀπέσχισε δʼ εἰς ἅλα πέτρον 575εὐρέα, τοῦ περ ἐκεῖνος ἑῇς ἐπεμαίετο χερσί. καί ῥά οἱ ἀμφὶ πάγοισιν ἑλισσομένου μάλα δηρὸν χεῖρες ἀπεδρύφθησαν, ὑπέδραμε δʼ αἷμʼ ὀνύχεσσι· μορμῦρον δέ οἱ αἰὲν ὀρινομένου περὶ κῦμα ἀφρὸς ἄδην λεύκαινε κάρη λάσιόν τε γένειον·

But Aias floated now on a galley’s plank,
Now through the brine with strong hands oared his path,
Like some old Titan in his tireless might.
Cleft was the salt sea-surge by the sinewy hands
Of that undaunted man: the Gods beheld
And marvelled at his courage and his strength.
But now the billows swung him up on high
Through misty air, as though to a mountain’s peak,
Now whelmed him down, as they would bury him
In ravening whirlpits: yet his stubborn hands
Toiled on unwearied. Aye to right and left
Flashed lightnings down, and quenched them in the sea;
For not yet was the Child of Thunderer Zeus
Purposed to smite him dead, despite her wrath,
Ere he had drained the cup of travail and pain
Down to the dregs; so in the deep long time
Affliction wore him down, tormented sore
On every side. Grim Fates stood round the man
Unnumbered; yet despair still kindled strength.
He cried: “Though all the Olympians banded come
In wrath, and rouse against me all the sea,
I will escape them!” But no whit did he
Elude the Gods’ wrath; for the Shaker of Earth
In fierceness of his indignation marked
Where his hands clung to the Gyraean Rock,
And in stern anger with an earthquake shook
Both sea and land. Around on all sides crashed
Caphereus’ cliffs: beneath the Sea-king’s wrath
The surf-tormented beaches shrieked and roared.
The broad crag rifted reeled into the sea,
The rock whereto his desperate hands had clung;
Yet did he writhe up round its jutting spurs,
While flayed his hands were, and from ‘neath his nails
The blood ran. Wrestling with him roared the waves,
And the foam whitened all his hair and beard.

580καὶ νύ κεν ἐξήλυξε κακὸν μόρον, εἰ μὴ ἄρʼ αὐτῷ […] ῥήξας γαῖαν ἔνερθεν ἐπιπροέηκε κολώνην· εὖτε πάρος μεγάλοιο κατʼ Ἐγκελάδοιο δαΐφρων Παλλὰς ἀειραμένη Σικελὴν ἐπικάββαλε νῆσον, ἥ ῥʼ ἔτι καίεται αἰὲν ὑπʼ ἀκαμάτοιο Γίγαντος 585αἰθαλόεν πνείοντος ἔσω χθονός· ὣς ἄρα Λοκρῶν ἀμφεκάλυψεν ἄνακτα δυσάμμορον οὔρεος ἄκρη ὑψόθεν ἐξεριποῦσα, βάρυνε δὲ καρτερὸν ἄνδρα· ἀμφὶ δέ μιν θανάτοιο μέλας ἐκιχήσατʼ ὄλεθρος γαίῃ ὁμῶς δμηθέντα καὶ ἀτρυγέτῳ ἐνὶ πόντῳ. 590ὣς δὲ καὶ ἄλλοι Ἀχαιοὶ ὑπὲρ μέγα λαῖτμα φέροντο, οἱ μὲν ἄρʼ ἐν νήεσσι τεθηπότες, οἱ δὲ πεσόντες ἔκτοσθεν νηῶν· ὀλοὴ δʼ ἔχε πάντας ὀϊζύς· αἱ μὲν γὰρ φορέοντʼ ἐπικάρσιαι εἰν ἁλὶ νῆες, ἄλλαι δʼ ἀνστρέψασαι ἄνω τρόπιν· ὧν δέ που ἱστοὶ 595ἐκ δοράτων ἐάγησαν ἐπισπέρχοντος ἀήτεω· τῶν δὲ διὰ ξύλα πάντα θοαὶ σκεδάσαντο θύελλαι· αἱ δὲ καὶ ἐς μέγα βένθος ὑποβρύχιαι κατέδυσαν ὄμβρου ἐπιβρίσαντος ἀπείρονος, οὐδʼ ὑπέμειναν λάβρον ὁμῶς ἀνέμοισι θαλάσσης καὶ Διὸς ὕδωρ 600μισγόμενον. ποταμῷ γὰρ ἀλίγκιος ἔρρεεν αἰθὴρ συνεχές· ἡ δʼ ὑπένερθεν ἐμαίνετο δῖα θάλασσα· καί τις ἔφη· τάχα τοῖον ἐπέχραεν ἀνδράσι χεῖμα, ὁππότε Δευκαλίωνος ἀθέσφατος ὑετὸς ἦλθε, ποντώθη δʼ ἄρα γαῖα, βυθὸς δʼ ἐπεχεύατο πάντῃ. 605ὣς ἄρʼ ἔφη Δαναῶν τις ἐνὶ φρεσὶ χεῖμα τεθηπὼς λευγαλέον· πολλοὶ δὲ κατέφθιθεν· ἀμφὶ δὲ νεκρῶν πλήθεθʼ ἁλὸς μέγα χεῦμα, περιστείνοντο δὲ πᾶσαι ἠιόνες· πολέας γὰρ ἀπέπτυσε κῦμʼ ἐπὶ χέρσον· ἀμφὶ δὲ νήια δοῦρα βαρύβρομον Ἀμφιτρίτην 610πᾶσαν ἄδην ἐκάλυψε· μέσον δʼ ἀνεφαίνετο κῦμα.

Yet had he ‘scaped perchance his evil doom,
Had not Poseidon, wroth with his hardihood,
Cleaving the earth, hurled down the chasm the rock,
As in the old time Pallas heaved on high
Sicily, and on huge Enceladus
Dashed down the isle, which burns with the burning yet
Of that immortal giant, as he breathes
Fire underground; so did the mountain-crag,
Hurled from on high, bury the Locrian king,
Pinning the strong man down, a wretch crushed flat.
And so on him death’s black destruction came
Whom land and sea alike were leagued to slay.

Still over the great deep were swept the rest
Of those Achaeans, crouching terror-dazed
Down in the ships, save those that mid the waves
Had fallen. Misery encompassed all;
For some with heavily-plunging prows drave on,
With keels upturned some drifted. Here were masts
Snapped from the hull by rushing gusts, and there
Were tempest-rifted wrecks of scattered beams;
And some had sunk, whelmed in the mighty deep,
Swamped by the torrent downpour from the clouds:
For these endured not madness of wind-tossed sea
Leagued with heaven’s waterspout; for streamed the sky
Ceaselessly like a river, while the deep
Raved round them. And one cried: “Such floods on men
Fell only when Deucalion’s deluge came,
When earth was drowned, and all was fathomless sea!”

So cried a Danaan, seeing soul-appalled
That wild storm. Thousands perished; corpses thronged
The great sea-highways: all the beaches were
Too strait for them: the surf belched multitudes
Forth on the land. The heavy-booming sea
With weltering beams of ships was wholly paved,
And here and there the grey waves gleamed between.

611ἄλλοι δʼ ἄλλην κῆρα κακὴν λάχον· οἱ μὲν ἀνʼ εὐρὺν πόντον ὀρινομένης ἁλὸς ἄσχετον, οἱ δʼ ἐνὶ πέτρῃς· ἄξαντες περὶ νῆας ὀϊζυρῶς ἀπόλοντο Ναυπλίου ἐννεσίῃσιν· ὁ γὰρ κοτέων μάλα παιδὸς 615χείματος ὀρνυμένοιο καὶ ὀλλυμένων Ἀργείων καίπερ ἀκηχέμενος μέγʼ ἐγήθεεν, οὕνεκʼ ἄρʼ αὐτῷ δῶκε τίσιν θεὸς αἶψα καὶ ἔδρακεν ἐχθρὸν ὅμιλον τειρόμενον κατὰ βένθος, ἑῷ δʼ ἄρα πολλὰ τοκῆι εὔχεθʼ ὁμῶς νήεσσιν ὑπόβρυχα πάντας ὀλέσθαι. 620τοῦ δὲ Ποσειδάων μάλʼ ἐπέκλυεν, ἄγχι δὲ πάντας ἄμ μέλαν οἶδμα φέρεσκεν· ὁ δʼ οὐρεὺς ὣς χερὶ πεύκην αἰθομένην ἀνάειρε· δόλῳ δʼ ἐπέλασσεν Ἀχαιοὺς ἐλπομένους εὔορμον ἕδος λιμένων ἀφικέσθαι· αἰνῶς γὰρ πέτρῃσι περὶ στυφελῇσι δάμησαν 625αὐτῇς σὺν νήεσσι· κακῷ δʼ ἔπι κύντερον ἄλγος τλῆσαν ἀνιηρῇσι προσαγνύμενοι περὶ πέτρῃς νυκτὶ θοῇ· παῦροι δὲ φύγον μόρον, οὕς τʼ ἐσάωσεν ἢ θεὸς ἢ δαίμων τις ἐπίρροθος· αὐτὰρ Ἀθήνη ἄλλοτε μὲν θυμῷ μέγʼ ἐγήθεεν, ἄλλοτε δʼ αὖτε 630ἄχνυτʼ Ὀδυσσῆος πινυτόφρονος, οὕνεκʼ ἔμελλε πάσχειν ἄλγεα πολλὰ Ποσειδάωνος ὁμοκλῇ, ὅς ῥα τότʼ ἀκαμάτῃσι περὶ φρεσὶ πάγχυ μεγαίρων

So found they each his several evil fate,
Some whelmed beneath broad-rushing billows, some
Wretchedly perishing with their shattered ships
By Nauplius’ devising on the rocks.
Wroth for that son whom they had done to death,
He; when the storm rose and the Argives died,
Rejoiced amid his sorrow, seeing a God
Gave to his hands revenge, which now he wreaked
Upon the host he hated, as o’er the deep
They tossed sore-harassed. To his sea-god sire
He prayed that all might perish, ships and men
Whelmed in the deep. Poseidon heard his prayer,
And on the dark surge swept them nigh his land.
He, like a harbour-warder, lifted high
A blazing torch, and so by guile he trapped
The Achaean men, who deemed that they had won
A sheltering haven: but sharp reefs and crags
Gave awful welcome unto ships and men,
Who, dashed to pieces on the cruel rocks
In the black night, crowned ills with direr ills.
Some few escaped, by a God or Power unseen
Plucked from death’s hand. Athena now rejoiced
Her heart within, and now was racked with fears
For prudent-souled Odysseus; for his weird
Was through Poseidon’s wrath to suffer woes
Full many.

633τείχεσι καὶ πύργοισιν ἐϋσθενέων Ἀργείων, οὓς ἔκαμον Τρώων στυγερῆς ἔμεν ἄλκαρ ἀϋτῆς, 635ἐσσυμένως μάλα πᾶσαν ἀνεπλήμμυρε θάλασσαν, ὅσση ἀπʼ Εὐξείνοιο κατέρχεται Ἑλλήσποντον, καί μιν ἐπʼ ἠιόνας Τροίης βάλεν· ὗε δʼ ὕπερθε Ζεὺς ἐπίηρα φέρων ἐρικυδέϊ Ἐννοσιγαίῳ· οὐ μὴν οὐδʼ Ἑκάεργος ἄτερ καμάτοιο τέτυκτο, 640ἀλλʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων μάλα πάντα ῥέεθρα εἰς ἕνα χῶρον ἄγεσκε, κατέκλυσε δʼ ἔργου Ἀχαιῶν· ἐκλύσθη δὲ θάλασσα καὶ εἰσέτʼ ἴσαν κελάδοντες χείμαρροι ἀλεγεινὸν ἀεξόμενοι Διὸς ὄμβρῳ, τοὺς μέλαν οἶδμʼ ἀνέεργε πολυστόνου Ἀμφιτρίτης 645πόντον ἐπελθέμεναι, πρὶν τείχεα πάντʼ ἀμαθῦναι ἀργαλέως Δαναῶν· αὐτὸς δʼ ἄρα γαῖαν ἔνερθε ῥῆξε Ποσειδάων, ἀνὰ δʼ ἔβλυσεν ἄσπετον ὕδωρ ἰλύν τε ψάμαθόν τε· βίῃ δʼ ἐλέλιξε κραταιῇ Σίγεον· ἠιόνες δὲ μέγʼ ἔβραχον ἠδὲ θέμεθλα 650Δαρδανίης, καὶ ἄϊστον ὑποβρύχιόν τʼ ἐκαλύφθη ἕρκος ἀπειρέσιον, κατεδύσατο δʼ ἔνδοθι γαίης μακρὰ διισταμένης· ψάμαθος δʼ ἔτι φαίνετο μούνη χασσαμένου πόντου, καὶ ἀπʼ ἀκτάων ἐριδούπων νόσφιν ἀπʼ αἰγιαλοῖο κατεκτάθη. ἀλλὰ τὰ μέν που 655ἀθανάτων ἐτέλεσσε κακὸς νόος· οἱ δʼ ἐνὶ νηυσὶν Ἀργεῖοι πλώεσκον, ὅσους διὰ χεῖμα κέδασσεν· ἄλλῃ δʼ ἄλλος ἵκανεν, ὅπῃ θεὸς ἦγεν ἕκαστον, ὅσσοι ὑπὲρ πόντοιο λυγρὰς ὑπάλυξαν ἀέλλας.

But Earth-shaker’s jealousy now
Burned against those long walls and towers uppiled
By the strong Argives for a fence against
The Trojans’ battle-onset. Swiftly then
He swelled to overbrimming all the sea
That rolls from Euxine down to Hellespont,
And hurled it on the shore of Troy: and Zeus,
For a grace unto the glorious Shaker of Earth,
Poured rain from heaven: withal Far-darter bare
In that great work his part; from Ida’s heights
Into one channel led he all her streams,
And flooded the Achaeans’ work. The sea
Dashed o’er it, and the roaring torrents still
Rushed on it, swollen by the rains of Zeus;
And the dark surge of the wide-moaning sea
Still hurled them back from mingling with the deep,
Till all the Danaan walls were blotted out
Beneath their desolating flood. Then earth
Was by Poseidon chasm-cleft: up rushed
Deluge of water, slime and sand, while quaked
Sigeum with the mighty shock, and roared
The beach and the foundations of the land
Dardanian. So vanished, whelmed from sight,
That mighty rampart. Earth asunder yawned,
And all sank down, and only sand was seen,
When back the sea rolled, o’er the beach outspread
Far down the heavy-booming shore. All this
The Immortals’ anger wrought. But in their ships
The Argives storm-dispersed went sailing on.
So came they home, as heaven guided each,
Even all that ‘scaped the fell sea-tempest blasts.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 14.548–658: The wreck of the Argive fleet