Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 13.415–563: Troy burns; Aethra rescued

The gods mourn Troy, all but Hera and Athena, though Athena turns away in anger as Aias son of Oileus outrages Cassandra in her temple. Fire destroys the city and Trojans die in their burning houses, and the glow is seen from Ida and Tenedos. Aethra is found by her grandsons Demophoon and Acamas, who promise to take her home to Greece. Laodice is swallowed by the earth, and the Pleiad Electra hides herself from sight.

Lines 13.415–563 · 1262 words · click a number to copy its link
415ὣς φάθʼ· ὁ δʼ αἶψʼ ἐπίθησε. θεοὶ δʼ ἐρικυδέα Τροίην κυανέοις νεφέεσσι καλυψάμενοι γοάασκον, νόσφιν ἐϋπλοκάμου Τριτωνίδος ἠδὲ καὶ Ἥρης. αἳ μέγα κυδιάασκον ἀνὰ φρένας, εὖτʼ ἐσίδοντο περθόμενον κλυτὸν ἄστυ θεηγενέος Πριάμοιο. 420ἀλλʼ οὐ μὰν οὐδʼ αὐτὴ ἐΰφρων Τριτογένεια πάμπαν ἄδακρυς ἔην, ἐπεὶ ἦ ῥά οἱ ἔνδοθι νηοῦ Κασσάνδρην ᾔσχυνεν Ὀϊλέος ὄβριμος υἱὸς θυμοῦ τʼ ἠδὲ νόοιο βεβλαμμένος· ἡ δέ οἱ αἰνὸν εἰσοπίσω βάλε πῆμα καὶ ἀνέρα τίσατο λώβης· 425οὐδὲ μὲν ἔργον ἀεικὲς ἐσέδρακεν, ἀλλά οἱ αἰδὼς καὶ χόλος ἀμφεχύθη· βλοσυρὰς δʼ ἔτρεψεν ὀπωπὰς νηὸν ἐς ὑψόροφον· περὶ δʼ ἔβραχε θεῖον ἄγαλμα, καὶ δάπεδον νηοῖο μέγ ἔτρεμεν· οὐδʼ ὅ γε λυγρῆς λῆγεν ἀτασθαλίης, ἐπεὶ ἦ φρένας ἄασε Κύπρις. 430πάντῃ δʼ ἄλλοθεν ἄλλα κατηρείποντο μέλαθρα ὑψόθεν· ἀζαλέη δὲ κόνις συνερίσγετο καπνῷ· ὦρτο δʼ ἄρα κτύπος αἰνός, ὑπετρομέοντο δʼ ἀγυιαί· καίετο δʼ Αἰνείαο δόμος, καίοντο δὲ πάντα Ἀντιμάχοιο μέλαθρα· καταίθετο δʼ ἄσπετος ἄκρη Πέργαμον ἀμφʼ ἐρατὴν περί θʼ ἱερὸν Ἀπόλλωνος 435νηόν τε ζάθεον Τριτωνίδος ἀμφί τε βωμὸν Ἑρκείου· θάλαμοι δὲ κατεπρήθοντʼ ἐρατεινοὶ υἱωνῶν Πριάμοιο· πόλις δʼ ἀμαθύνετο πᾶσα.

Then hearkened Menelaus to his rede.
But the Gods, palled in dark clouds, mourned for Troy,
A ruined glory save fair-tressed Tritonis
And Hera: their hearts triumphed, when they saw
The burg of god-descended Priam destroyed.
Yet not the wise heart Trito-born herself
Was wholly tearless; for within her fane
Outraged Cassandra was of Oileus son
Lust-maddened. But grim vengeance upon him
Ere long the Goddess wreaked, repaying insult
With mortal sufferance. Yea, she would not look
Upon the infamy, but clad herself
With shame and wrath as with a cloak: she turned
Her stern eyes to the temple-roof, and groaned
The holy image, and the hallowed floor
Quaked mightily. Yet did he not forbear
His mad sin, for his soul was lust-distraught.

Here, there, on all sides crumbled flaming homes
In ruin down: scorched dust with smoke was blent:
Trembled the streets to the awful thunderous crash.
Here burned Aeneas’ palace, yonder flamed
Antimachus’ halls: one furnace was the height
Of fair-built Pergamus; flames were roaring round
Apollo’s temple, round Athena’s fane,
And round the Hearth-lord’s altar: flames licked up
Fair chambers of the sons’ sons of a king;
And all the city sank down into hell.

438Τρῶες δʼ οἱ μὲν παισὶν ὑπʼ Ἀργείων ὀλέκοντο, οἱ δʼ ὑπὸ λευγαλέου τε πυρὸς σφετέρων τε μελάθρων, 440ἔνθα σφιν καὶ μοῖρα κακὴ καὶ τύμβος ἐτύχθη, ἄλλοι δὲ ξιφέεσσιν ἑὸν διὰ λαιμὸν ἔλασσαν πῦρ ἅμα δυσμενέεσσιν ἐπὶ προθύροισιν ἰδόντες, οἱ δʼ ἄρʼ ὁμῶς τεκέεσσι κατακτείναντες ἄκοιτιν κάππεσον ἄσχετον ἔργον ἀναπλήσαντες ἀνάγκῃ. 445καί ῥά τις οἰόμενος δηΐων ἑκὰς ἔμμενʼ ἀϋτὴν ἔκποθεν Ἡφαίστοιο θοῶς ἀνὰ κάλπιν ἀείρας ὥρμηνεν πονέεσθαι ἐφʼ ὕδατι· τὸν δὲ παραφθὰς Ἀργείων τις ἔτυψεν ὑπʼ ἔγχεϊ καί οἱ ὄλεσσε θυμὸν ὑπʼ ἀκρὴτῳ βεβαρημένον· ἤριπε δʼ εἴσω 450δώματος· ἀμφὶ δέ οἱ κενεὴ περικάππεσε κάλπις. ἄλλῳ δʼ αὖ φεύγοντι διὰ μεγάροιο μεσόδμη ἔμπεσε καιομένη, ἐπὶ δʼ ἤριπεν αἰπὺς ὄλεθρος. πολλαὶ δʼ αὖτε γυναῖκες ἀνιηρὴν ἐπὶ φύζαν ἐσσύμεναι μνήσαντο φίλων ὑπὸ δώματι παίδων, 455οὓς λίπον ἐν λεχέεσσιν· ἄφαρ δʼ ἀνὰ ποσσὶν ἰοῦσαι παισὶν ὁμῶς ἀπόλοντο δόμων ἐφύπερθε πεσόντων. ἵπποι δʼ αὖτε κύνες τε διʼ ἄστεος ἐπτοίηντο φεύγοντες στυγεροῖο πυρὸς μένος· ἀμφὶ δὲ ποσσὶ στεῖβον ἀποκταμένους, ζωοῖσι δὲ πῆμα φέροντες 460αἰὲν ἐνερρήγνυντο. βοὴ δʼ ἀμφίαχεν ἄστυ. καί τινος αἰζηοῖο διὰ φλογὸς ἐσσυμένοιο […] φθεγγομένου· τοὺς δʼ ἔνδον ἀμείλιχος Αἶσα δάμασσεν· ἄλλον δʼ ἄλλα κέλευθα φέρον στονόεντος ὀλέθρου. φλὸξ δʼ ἄρʼ ἐς ἠέρα δῖαν ἀνέγρετο· πέπτατο δʼ αἴγλη 465ἄσπετος· ἀμφὶ δὲ φῦλα περικτιόνων ὁρόωντο μέχρις ἐπʼ Ἰδαίων ὀρέων ὑψηλὰ κάρηνα Θρηικίης τε Σάμοιο καὶ ἀγχιάλου Τενέδοιο· καί τις ἁλὸς κατὰ βένθος ἔσω νεὸς ἔκφατο μῦθον· ἤνυσαν Ἀργεῖοι κρατερόφρονες ἄσπετον ἔργον 470πολλὰ μάλʼ ἀμφʼ Ἑλένης ἑλικοβλεφάροιο καμόντες, πᾶσα δʼ ἄρʼ ἡ τὸ πάροιθε πανόλβιος ἐν πυρὶ Τροίη καίεται· οὐδὲ θεῶν τις ἐελδομένοισιν ἄμυνε· πάντα γὰρ ἄσχετος Αἶσα βροτῶν ἐπιδέρκεται ἔργα· καὶ τὰ μὲν ἀκλέα πολλὰ καὶ οὐκ ἀρίδηλα γεγῶτα 475κυδήεντα τίθησι, τὰ δʼ ὑψόθι μείονʼ ἔθηκε·

Of Trojans some by Argos’ sons were slain,
Some by their own roofs crashing down in fire,
Giving at once in death and tomb to them:
Some in their own throats plunged the steel, when foes
And fire were in the porch together seen:
Some slew their wives and children, and flung themselves
Dead on them, when despair had done its work
Of horror. One, who deemed the foe afar,
Caught up a vase, and, fain to quench the flame,
Hasted for water. Leapt unmarked on him
An Argive, and his spirit, heavy with wine,
Was thrust forth from the body by the spear.
Clashed the void vase above him, as he fell
Backward within the house. As through his hall
Another fled, the burning roof-beam crashed
Down on his head, and swift death came with it.
And many women, as in frenzied flight
They rushed forth, suddenly remembered babes
Left in their beds beneath those burning roofs:
With wild feet sped they back—the house fell in
Upon them, and they perished, mother and child.
Horses and dogs in panic through the town
Fled from the flames, trampling beneath their feet
The dead, and dashing into living men
To their sore hurt. Shrieks rang through all the town.
In through his blazing porchway rushed a man
To rescue wife and child. Through smoke and flame
Blindly he groped, and perished while he cried
Their names, and pitiless doom slew those within.

The fire-glow upward mounted to the sky,
The red glare o’er the firmament spread its wings,
And all the tribes of folk that dwelt around
Beheld it, far as Ida’s mountain-crests,
And sea-girt Tenedos, and Thracian Samos.
And men that voyaged on the deep sea cried:
“The Argives have achieved their mighty task
After long toil for star-eyed Helen’s sake.
All Troy, the once queen-city, burns in fire:
For all their prayers, no God defends them now;
For strong Fate oversees all works of men,
And the renownless and obscure to fame
She raises, and brings low the exalted ones.
Oft out of good is evil brought, and good
From evil, mid the travail and change of life.”

476πολλάκι δʼ ἐξ ἀγαθοῖο πέλει κακόν, ἐκ δὲ κακοῖο ἐσθλὸν ἀμειβομένοιο πολυτλήτου βιότοιο. ὣς ἂρʼ ἔφη μερόπων τις ἀπόπροθεν ἄσπετον αἴγλην εἰσορόων. στονόεσσα δʼ ἔτʼ ἄμφεχε Τρῶας ὀϊζύς· 480Ἀργεῖοι δʼ ἀνὰ ἄστυ κυδοίμεον, ἠΰτʼ ἀῆται λάβροι ἀπείρονα πόντον ὀρινόμενοι κλονέουσιν, ὁππότʼ ἄρʼ ἀντιπέρηθε δυσαέος Ἀρκτούροιο βηλὸν ἐς ἀστερόεντα Θυτήριον ἀντέλλῃσιν ἐς νότον ἠερόεντα τετραμμένον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ 485πολλαὶ ὑπόβρυχα νῆες ἀμαλδύνοντʼ ἐνὶ πόντῳ ὀρνυμένων ἀνέμων· τοῖς εἴκελοι υἷες Ἀχαιῶν πόρθεον Ἴλιον αἰπύ· τὸ δʼ ἐν πυρὶ καίετο πολλῷ. ἠΰτʼ ὄρος λασίῃσιν ἄδην καταείμενον ὕλῃς ἐσσυμένως καίηται ὑπαὶ πυρὸς ὀρνυμένοιο 490ἐξ ἀνέμων, δολιχαὶ δὲ περιβρομέουσι καλῶναι, τῷ δʼ ἄρα λευγαλέως ἐνιτείρεται ἄγρια πάντα Ἡφαίστοιο βίῃφι περιστρεφθέντα καθʼ ὕλην·

So spake they, who from far beheld the glare
Of Troy’s great burning. Compassed were her folk
With wailing misery: through her streets the foe
Exulted, as when madding blasts turmoil
The boundless sea, what time the Altar ascends
To heaven’s star-pavement, turned to the misty south
Overagainst Arcturus tempest-breathed,
And with its rising leap the wild winds forth,
And ships full many are whelmed ‘neath ravening seas;
Wild as those stormy winds Achaea’s sons
Ravaged steep Ilium while she burned in flame.
As when a mountain clothed with shaggy woods
Burns swiftly in a fire-blast winged with winds,
And from her tall peaks goeth up a roar,
And all the forest-children this way and that
Rush through the wood, tormented by the flame;
So were the Trojans perishing: there was none
To save, of all the Gods. Round these were staked
The nets of Fate, which no man can escape.

493ὣς Τρῶες κτείνοντο κατὰ πτόλιν· οὐδέ τις αὐτοὺς ῥύετʼ ἐπουρανίων· περὶ γὰρ λίνα πάντοθε Μοῖραι 495μακρὰ περιστήσαντο, τά περ βροτὸς οὔποτʼ ἄλυξε. καὶ τότε Δημοφόωντι μενεπτολέμῳ τʼ Ἀκάμαντι Θησῆος μεγάλοιο διʼ ἄστεος ἤντετο μήτηρ αἴθρη ἐελδομένη· μακάρων δέ τις ἡγεμόνευεν, ὅς μιν ἄγεν κείνοισι καταντίον· ἡ δʼ ἀλάλυκτο 500φεύγουσʼ ἐκ πολέμοιο καὶ ἐκ πυρός· οἱ δʼ ἐσιδόντες αἴγλῃ ἐν Ἡφαίστοιο δέμας μέγεθός τε γυναικὸς αὐτὴν ἔμμεν ἔφαντο θεηγενέος Πριάμοιο ἀντιθέην παράκοιτιν· ἄφαρ δέ οἱ ἐμμεμαῶτες χεῖρας ἐπερρίψαντο λιλαιόμενοί μιν ἄγεσθαι 505ἐς Δαναούς· ἡ δʼ αἰνὸν ἀναστενάχουσα μετηύδα· μή νύ με, κύδιμα τέκνα φιλοπτολέμων Ἀργείων, δήϊον ὣς ἐρύοντες ἑὰς ἐπὶ νῆας ἄγεσθε· οὐ γὰρ Τρωιάδων γένος εὔχομαι, ἀλλά μοι ἐσθλὸν αἷμα πέλει Δαναῶν μάλʼ ἐϋκλεές, οὕνεκα Πιτθεὺς 510γείνατό μʼ ἐν Τροιζῆνι· γάμῳ δʼ ἑδνώσατο δῖος Αἰγεύς· ἐκ δʼ ἄρʼ ἐμεῖο κλυτὸς πάϊς ἔπλετο Θησεύς. ἀλλά με, πρὸς μεγάλοιο Διός , τερπνῶν τε τοκήων, εἰ ἐτεὸν Θησῆος ἀμύμονος ἐνθάδʼ ἵκοντο υἷες ἅμʼ Ἀτρείδῃσι, φίλοις παίδεσσιν ἐκείνου 515δείξατʼ ἐελδομένοισι κατὰ στρατόν, οὕς περ ὀΐω ὔμμιν ὁμήλικας ἔμμεν· ἀναπνεύσει δέ μευ ἦτορ, ἢν κείνους ζώοντας ἴδω καὶ ἀριστέας ἄμφω. ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἑοῦ μνήσαντο τοκῆος, ἀμφʼ Ἑλένης ὅσʼ ἔρεξε, καὶ ὡς διέπερσαν Ἀφίδνας 520κοῦροι ἐριγδούποιο Διὸς πάρος, ὁππότʼ ἄρʼ αὐτοὺς ὑσμίνης ἀπάνευθεν ἀπεκρύψαντο τιθῆναι νηπιάχους ἔτʼ ἐόντας· ἀνεμνήσαντο δʼ ἀγαυῆς Αἴθρης, ὅσσʼ ἐμόγησε δορυκτήτῳ ὑπʼ ἀνάγκῃ, ἄμφω ὁμῶς ἑκυρή τε καὶ ἀμφίπολος γεγαυῖα 525ἀντιθέης Ἑλένης· σὺν δʼ ἀμφασίῃ κεχάροντο. Δημοφόων δέ μιν ἠῢς ἐελδομένην προσέειπεν· σοὶ μὲν δὴ τελέουσι θεοὶ θυμηδὲς ἐέλδωρ αὐτίκʼ, ἐπεί ῥα δέδορκας ἀμύμονος υἱέος υἷας ἡμέας, οἵ σε φίλῃς συναειράμενοι παλάμῃσιν 530οἴσομεν ἐς νῆας, καὶ ἐς Ἑλλάδος ἱερὸν οὖδας ἄξομεν ἀσπασίως, ὅθι περ πάρος ἐμβασίλευες.

Then were Demophoon and Acamas
By mighty Theseus’ mother Aethra met.
Yearning to see them was she guided on
To meet them by some Blessed One, the while
‘Wildered from war and fire she fled. They saw
In that red glare a woman royal-tall,
Imperial-moulded, and they weened that this
Was Priam’s queen, and with swift eagerness
Laid hands on her, to lead her captive thence
To the Danaans; but piteously she moaned:
“Ah, do not, noble sons of warrior Greeks,
To your ships hale me, as I were a foe!
I am not of Trojan birth: of Danaans came
My princely blood renowned. In Troezen’s halls
Pittheus begat me, Aegeus wedded me,
And of my womb sprang Theseus glory-crowned.
For great Zeus’ sake, for your dear parents’ sake,
I pray you, if the seed of Theseus came
Hither with Atreus’ sons, O bring ye me
Unto their yearning eyes. I trow they be
Young men like you. My soul shall be refreshed
If living I behold those chieftains twain.”

Hearkening to her they called their sire to mind,
His deeds for Helen’s sake, and how the sons
Of Zeus the Thunderer in the old time smote
Aphidnae, when, because these were but babes,
Their nurses hid them far from peril of fight;
And Aethra they remembered—all she endured
Through wars, as mother-in-law at first, and thrall
Thereafter of Helen. Dumb for joy were they,
Till spake Demophoon to that wistful one:
“Even now the Gods fulfil thine heart’s desire:
We whom thou seest are the sons of him,
Thy noble son: thee shall our loving hands
Bear to the ships: with joy to Hellas’ soil
Thee will we bring, where once thou wast a queen.”

532ὣς φάμενον μεγάλοιο πατρὸς προσπτύξατο μήτηρ χείρεσιν ἀμφιβαλοῦσα, κύσεν δέ οἱ εὐρέας ὤμους καὶ κεφαλὴν καὶ στέρνα γένειά τε λαχνήεντα· 535ὣς δʼ αὕτως Ἀκάμαντα κύσεν, περὶ δέ σφισι δάκρυ ἡδὺ κατὰ βλεφάροιϊν ἐχεύατο μυρομένοισιν· ὡς δʼ ὁπότʼ αἰζηοῖο μετʼ ἀλλοδαποῖσιν ἐόντος λαοὶ φημίξωσι μόρον, τὸν δʼ ἔκποθεν υἷες ὕστερον ἀθρήσαντες ἐς οἰκία νοστήσαντα 540κλαίουσιν μάλα τερπνόν· ὁ δʼ ἔμπαλια παισὶ καὶ αὐτὸς μύρεται ἐν μεγάροισιν ἐπωμαδόν, ἀμφὶ δὲ δῶμα ἡδὺ κινυρομένων γοερὴ περιπέπτατʼ ἰωή· ὣς τῶν πυρομένων λαρὸς γόος ἀμφιδεδήει. καὶ τότε που Πριάμοιο πολυκτήτοιο θύγατρα 545Λαοδίκην ἐνέπουσιν ἐς αἰθέρα χεῖρας ὀρέξαι εὐχομένην μακάρεσσιν ἀτειρέσιν, ὄφρα ἑ γαῖα ἀμφιχάνῃ, πρὶν χεῖρα βαλεῖν ἐπὶ δούλια ἔργα. τῆς δὲ θεῶν τις ἄκουσε καὶ αὐτίκα γαῖαν ἔνερθεν ῥῆξεν ἀπειρεσίην· ἡ δʼ ἐννεσίῃσι θεοῖο 550κούρην δέξατο δῖαν ἔσω κοίλοιο βερέθρου, Ἰλίου ὀλλυμένης, ἧς εἵνεκά φασι καὶ αὐτὴν Ἠλέκτρην βαθύπεπλον ἑὸν δέμας ἀμφικαλύψαι ἀχλύϊ καὶ νεφέεσσιν ἀποιχομένην χοροῦ ἄλλων πληιάδων, αἳ δή οἱ ἀδελφειαὶ γεγάασιν· 555ἀλλʼ αἱ μὲν μογεροῖσιν ἐπόψιαι ἀνθρώποισιν ἰλαδὸν ἀντέλλουσιν ἐς οὐρανόν· ἡ δʼ ἄρα μούνη κεύθεται αἰὲν ἄϊστος, ἐπεί ῥά οἱ υἱέος ἐσθλοῦ Δαρδάνου ἱερὸν ἄστυ κατήριπεν· οὐδέ οἱ αὐτὸς Ζεὺς ὕπατος χραίσμησεν ἀπʼ αἰθέρος, οὕνεκα Μοίραις 560εἴκει καὶ μεγάλοιο Διὸς μένος· ἀλλὰ τὸ μέν που ἀθανάτων τάχʼ ἔρεξεν ἐῢς νόος, ἠὲ καὶ αὐταί· Ἀργεῖοι δʼ ἔτι θυμὸν ἐπὶ Τρώεσσιν ὄρινον πάντῃ ἀνὰ πτολίεθρον· ἔρις δʼ ἔχε πείρατα χάρμης.

Then his great father’s mother clasped him round
With clinging arms: she kissed his shoulders broad,
His head, his breast, his bearded lips she kissed,
And Acamas kissed withal, the while she shed
Glad tears on these who could not choose but weep.
As when one tarries long mid alien men,
And folk report him dead, but suddenly
He cometh home: his children see his face,
And break into glad weeping; yea, and he,
His arms around them, and their little heads
Upon his shoulders, sobs: echoes the home
With happy mourning’s music-beating wings;
So wept they with sweet sighs and sorrowless moans.

Then, too, affliction-burdened Priam’s child,
Laodice, say they, stretched her hands to heaven,
Praying the mighty Gods that earth might gape
To swallow her, ere she defiled her hand
With thralls’ work; and a God gave ear, and rent
Deep earth beneath her: so by Heaven’s decree
Did earth’s abysmal chasm receive the maid
In Troy’s last hour. Electra’s self withal,
The Star-queen lovely-robed, shrouded her form
In mist and cloud, and left the Pleiad-band,
Her sisters, as the olden legend tells.
Still riseth up in sight of toil-worn men
Their bright troop in the skies; but she alone
Hides viewless ever, since the hallowed town
Of her son Dardanus in ruin fell,
When Zeus most high from heaven could help her not,
Because to Fate the might of Zeus must bow;
And by the Immortals’ purpose all these things
Had come to pass, or by Fate’s ordinance.

Still on Troy’s folk the Argives wreaked their wrath,
And battle’s issues Strife Incarnate held.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.