Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 12.1–116: Odysseus plans the Wooden Horse

Calchas assembles the chiefs and tells of a falcon that waited in vain by the cleft in the rock where a dove had hidden. Odysseus proposes building a great horse in which the best of the Argives will hide. Neoptolemus objects, but Zeus's thunderbolt falls, and Athena appears to Epeius in a dream and tells him to build.

Lines 12.1–116 · 955 words · click a number to copy its link
1ἀλλʼ ὅτε δὴ μάλα πολλὰ κάμον περὶ τείχεα Τροίης αἰχμηταὶ Δαναοί, πολέμου δʼ οὐ γίνετο τέκμωρ, δὴ τότʼ ἀριστήων ἄγυριν ποιήσατο Κάλχας εὖ εἰδὼς ἀνὰ θυμὸν ὑπʼ ἐννεσίῃς Ἑκάτοιο 5πτήσιας οἰωνῶν ἠδʼ ἀστέρας ἄλλα τε πάντα σήμαθʼ, ὅσʼ ἀνθρώποισι θεῶν ἰότητι πέλονται, καί σφιν ἀγειρομένοισιν ἔπος ποτὶ τοῖον ἔειπε· μηκέτι πὰρ τείχεσσιν ἐφεζόμενοι πονέεσθε, ἀλλʼ ἄλλην τινὰ μῆτιν ἐνὶ φρεσὶ μητιάασθε 10καὶ δόλον, ὅς λαοῖσι καὶ ἡμῖν ἔσσετʼ ὄνειαρ· ἦ γὰρ ἔγωγε χθιζὸν ἐσέδρακον ἐνθάδε σῆμα· ἴρηξ σεῦε πέλειαν· ἐπειγομένη δʼ ἄρα κείνη χηραμὸν ἐς πέτρης κατεδύσατο· τῇ δʼ ὁ χολωθεὶς ἀργαλέως μάλα πολλὸν ἐπὶ χρόνον ἀγχόθι μίμνε 15χηραμοῦ· ἡ δʼ ἀλέεινεν· ὁ δʼ ἐνθέμενος χόλον αἰνὸν θάμνῳ ὑπεκρύφθη· ἡ δʼ ἔκθορεν ἀφραδίῃσιν ἔμμεναι ἐλπομένη μιν ἀπόπροθεν· ὅς δʼ ἐπαερθεὶς δειλαίῃ τρήρωνι φόνον στονόεντʼ ἐφέηκε· τῷ νῦν μήτι βίῃ πειρώμεθα Τρώιον ἄστυ 20περσέμεν, ἀλλʼ εἴ πού τι δόλος καὶ μῆτις ἀνύσσῃ.

When round the walls of Troy the Danaan host
Had borne much travail, and yet the end was not,
By Calchas then assembled were the chiefs;
For his heart was instructed by the hests
Of Phoebus, by the flights of birds, the stars,
And all the signs that speak to men the will
Of Heaven; so he to that assembly cried:
“No longer toil in leaguer of yon walls;
Some other counsel let your hearts devise,
Some stratagem to help the host and us.
For here but yesterday I saw a sign:
A falcon chased a dove, and she, hard pressed,
Entered a cleft of the rock; and chafing he
Tarried long time hard by that rift, but she
Abode in covert. Nursing still his wrath,
He hid him in a bush. Forth darted she,
In folly deeming him afar: he swooped,
And to the hapless dove dealt wretched death.
Therefore by force essay we not to smite Troy,
but let cunning stratagem avail.”

21ὣς ἄρʼ ἔφη· τῶν δʼ οὔτις ἔφη φρεσὶ τεκμήρασθαι ἄλκαρ ὀϊζυροῖο μόθου· δίζοντο δὲ μῆχος εὑρέμεναι· μοῦνος δὲ σαοφροσύνῃσι νόησεν υἱὸς Λαέρταο καὶ ἀντίον ἔκφατο μῦθον· 25ὦ φίλʼ, ἐπουρανίοισι τετιμένε πάγχυ θεοῖσιν, εἰ ἐτεὸν πέπρωται ἐϋπτολέμοισιν Ἀχαιοῖς ἐκπέρσαι Πριάμοιο δολοφροσύνῃσι πόληα, ἵππον τεκτήναντες ἀριστέες ἐς λόχον ἄνδρες βησόμεθʼ ἀσπασίως· λαοὶ δʼ ἀπὸ νόσφι νέεσθαι 30ἐς Τένεδον σὺν νηυσίν, ἐνιπρῆσαι δʼ ἄρα πάντες ἃς κλισίας, ἵνα Τρῶες ἀπʼ ἄστεος ἀθρήσαντες ἐς πεδίον προχέωνται ἀταρβέες· ἀλλά τις ἀνὴρ θαρσαλέος, τόν γʼ οὔτις ἐπίσταται ἐν Τρώεσσι, μιμνέτω ἔκτοθεν ἵππου ἀρήϊον ἐνθέμενος κῆρ, 35ὅστις ὑποκρίναιτο βίην ὑπέροπλον Ἀχαιῶν ῥέξαι ὑπὲρ νόστοιο λιλαιομένων μέγʼ ἀλύξαι, ἵππῳ ὑποπτήξας εὐεργέϊ· τὸν δʼ ἐκάμοντο Παλλάδι χωομένῃ Τρώων ὕπερ αἰχμητάων· καὶ τὰ μὲν ὣς ὲπὶ δηρὸν ἀνειρομένοισι πιφαύσκειν, 40εἰσόκε οἱ πεπίθωνται ἀταρτηροί περ ἐόντες, ἐς δὲ πόλιν μιν ἄγωσι θοῶς ἐλεεινὸν ἐόντα, ὄφρʼ ἡμῖν ἀλεγεινὸν ἐς Ἄρεα σῆμα πέληται, τοῖς μὲν ἄρʼ αἰθαλόεντα θοῶς ἀνὰ πυρσὸν ἀείρας, τοὺς δʼ ἄρʼ ἐποτρύνας ἐκβήμεναι εὐρέος ἵππου 45ὁππότε Τρώιοι υἷες ἀκηδέες ὑπνώωσιν.

He spake; but no man’s wit might find a way
To escape their grievous travail, as they sought
To find a remedy, till Laertes’ son
Discerned it of his wisdom, and he spake:
“Friend, in high honour held of the Heavenly Ones,
If doomed it be indeed that Priam’s burg
By guile must fall before the war-worn Greeks,
A great Horse let us fashion, in the which
Our mightiest shall take ambush. Let the host
Burn all their tents, and sail from hence away
To Tenedos; so the Trojans, from their towers
Gazing, shall stream forth fearless to the plain.
Let some brave man, unknown of any in Troy,
With a stout heart abide without the Horse,
Crouching beneath its shadow, who shall say:
“`Achaea’s lords of might, exceeding fain
Safe to win home, made this their offering
For safe return, an image to appease
The wrath of Pallas for her image stolen
From Troy.’ And to this story shall he stand,
How long soe’er they question him, until,
Though never so relentless, they believe,
And drag it, their own doom, within the town.
Then shall war’s signal unto us be given—
To them at sea, by sudden flash of torch,
To the ambush, by the cry, `Come forth the Horse!’
When unsuspecting sleep the sons of Troy.”

46ὣς φάτο· τὸν δʼ ἄρα πάντες ἐπῄνεον· ἔξοχα δʼ ἄλλων Κάλχας μιν θαύμαζεν, ὅπως ὑπεθήκατʼ Ἀχαιοῖς μῆτιν καὶ δόλον ἐσθλόν, ὃς Ἀργείοισιν ἔμελλε νίκης ἔμμεναι ἄλκαρ, ἀτὰρ μέγα Τρώεσι πῆμα· 50τοὔνεκʼ ἀριστήεσσιν ἐϋπτολέμοισι μετηύδα· μηκέτι νῦν δόλον ἄλλον ἐνὶ φρεσὶ μητιάασθε, ὦ φίλοι, ἀλλὰ πιθέσθαι ἐϋπτολέμῳ Ὀδυσῆι· οὐδέ οἱ ἔσσετʼ ἄπρηκτον ἐϋφρονέοντι νόημα· ἤδη γὰρ Δαναοῖσι θεοὶ τελέουσιν ἐέλδωρ, 55σήματα δʼ οὐκ ἀτέλεστʼ ἀναφαίνεται ἄλλοθεν ἄλλα· Ζηνὸς μὲν γὰρ ὕπερθε μέγα κτυπέουσι διʼ αἴθρης βρονταὶ ὁμῶς στεροπῇστ· παραΐσσουσι δὲ λαοὺς δεξιοὶ ὄρνιθες ταναῇ ὀπὶ κεκλήγοντες. ἀλλʼ ἄγε μηκέτι πολλὸν ἐπὶ χρόνον ἀμφὶ πόληα 60μίμνωμεν· Τρωσὶν γὰρ ἐνέπνευσεν μέγʼ ἀνάγκη θάρσος, ὅ περ πρὸς Ἄρηα καὶ οὐτιδανόν περ ἐγείρει· κάρτιστοι δὲ τότʼ ἄνδρες ἐπὶ μόθον, ὁππότε θυμὸν παρθέμενοι στονόεντος ἀφειδήσωσιν ὀλέθρου· ὡς νῦν Τρώιοι υἷες ἀταρβέες ἀμφιμάχονται 65ἄστυ περὶ σφέτερον· μέγα δέ σφισι μαίνεται ἦτορ. ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· ὦ Κάλχαν, δήϊοισι καταντίον ἄλκιμοι ἄνδρες μάρνανται· τοὶ δʼ ἐντὸς ἀλευάμενοι ἀπὸ πύργων οὐτιδανοὶ πονέονται, ὅσων φρένα δεῖμα χαλέπτει· 70τῷ νῦν μήτε δόλον φραζώμεθα, μήτε τι μῆχος ἄλλο· πόνῳ γὰρ ἔοικεν ἀριστέας ἔμμεναι ἄνδρας καὶ δορί· θαρσαλέοι γὰρ ἀμείνονες ἐν δαῒ φῶτες. ὣς φάμενον προσέειπε μένος Λαερτιάδαο· ὦ τέκος ὀβριμόθυμον ἀταρβέος Αἰακίδαο, 75ταῦτα μέν, ὡς ἐπέοικεν ἀμύμονι φωτὶ ἐσθλῷ, θαρσαλέως μάλα πάντα διίκεο χερσὶ πεποιθώς· ἀλλʼ οὔτʼ ἀκαμάτοιο τεοῦ πατρὸς ἄτρομος ἀλκὴ ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο οὔθʼ ἡμεῖς μάλα πολλὰ πονεύμενοι· ἀλλʼ ἄγε θᾶσσον 80Κάλχαντος βουλῇσι θοάς ἐπὶ νῆας ἰόντες ἵππον τεκταίνωμεν ὑπαὶ παλάμῃσιν Ἐπειοῦ, ὅς ῥά τε πολλὸν ἄριστος ἐν Ἀργείοισι τέτυκται εἵνεκα τεκτοσύνης· δέδαεν δέ μιν ἔργον Ἀθήνη.

He spake, and all men praised him: most of all
Extolled him Calchas, that such marvellous guile
He put into the Achaeans’ hearts, to be
For them assurance of triumph, but for Troy
Ruin; and to those battle-lords he cried:
“Let your hearts seek none other stratagem,
Friends; to war-strong Odysseus’ rede give ear.
His wise thought shall not miss accomplishment.
Yea, our desire even now the Gods fulfil.
Hark! for new tokens come from the Unseen!
Lo, there on high crash through the firmament
Zeus’ thunder and lightning! See, where birds to right
Dart past, and scream with long-resounding cry!
Go to, no more in endless leaguer of Troy
Linger we. Hard necessity fills the foe
With desperate courage that makes cowards brave;
For then are men most dangerous, when they stake
Their lives in utter recklessness of death,
As battle now the aweless sons of Troy
All round their burg, mad with the lust of fight.”

But cried Achilles’ battle-eager son:
“Calchas, brave men meet face to face their foes!
Who skulk behind their walls, and fight from towers,
Are nidderings, hearts palsied with base fear.
Hence with all thought of wile and stratagem!
The great war-travail of the spear beseems
True heroes. Best in battle are the brave.”

But answer made to him Laertes’ seed:
“Bold-hearted child of aweless Aeacus’ son,
This as beseems a hero princely and brave,
Dauntlessly trusting in thy strength, thou say’st.
Yet thine invincible sire’s unquailing might
Availed not to smite Priam’s wealthy burg,
Nor we, for all our travail. Nay, with speed,
As counselleth Calchas, go we to the ships,
And fashion we the Horse by Epeius’ hands,
Who in the woodwright’s craft is chiefest far
Of Argives, for Athena taught his lore.”

84ὣς φάτο· τῷ δʼ ἄρα πάντες ἀριστῆες πεπίθοντο 85νόσφι Νεοπτολέμοιο δαΐφρονος· οὐδὲ μὲν ἐσθλὸν πεῖθε Φιλοκτήταο νόον κρατερὰ φρονέοντος· ὑσμίνης γὰρ ἔτʼ ἔσκον ὀϊζυρῆς ἀκόρητοι. ὥρμαινον δὲ μάχεσθαι ἀνὰ κλόνον· ἀμφὶ δὲ λαοὺς σφωιτέρους ἐκέλευον ἀπειρέσιον περὶ τεῖχος 90πάντα φέρειν, ὅσα δῆριν ἐνὶ πτολέμοισιν ὀφέλλει, ἐλπόμενοι πτολίεθρον ἐΰκτιτον ἐξαλαπάξαι· ἄμφω γὰρ βουλῇσι θεῶν ἐς δῆριν ἵκοντο. καί νύ κεν αἶψα τέλεσσαν, ὅσα σφίσιν ἤθελε θυμός, εἰ μὴ Ζεὺς νεμέσησεν ἀπʼ αἰθέρος, ἀμφὶ δὲ γαῖαν 95Ἀργείων ἐλέλιξεν ὑπαὶ ποσί, σὺν δʼ ἐτίναξεν ἠέρα πᾶσαν ὕπερθε, βάλεν δʼ ἀκάμαντα κεραυνὸν ἡρώων προπάροιθεν· ὑπεσμαράγησε δὲ πᾶσα Δαρδανίη· τῶν δʼ αἶψα μετετράπετʼ ἠῢ νόημα ἐς φόβον· ἐκ δʼ ἐλάθοντο βίης καὶ κάρτεος ἐσθλοῦ, 100καί ῥα κλυτῷ Κάλχαντι καὶ οὐκ ἐθέλοντε πίθοντο· ἐς δʼ ἄρα νῆας ἵκοντο σὺν Ἀργείοισι καὶ ἄλλοις μάντιν ἀγασσάμενοι, τὸν ἄρʼ ἐκ Διὸς ἔμμεν ἔφαντο, ἐκ Διὸς ἢ Φοίβοιο· πίθοντο δέ οἱ μάλα πάντα. ἦμος δʼ αἰγλήεντα περιστρέφετʼ οὐρανὸν ἄστρα 105πάντοθε μαρμαίροντα, πόνου δʼ ἐπιλήθεται ἀνήρ, δὴ τότʼ Ἀθηναίη μακάρων ἕδος αἰπὺ λιποῦσα ἤλυθε παρθενικῇ ἁπαλόχροϊ πάντʼ εἰκυῖα ἐς νῆας καὶ λαόν· ἀρηιφίλου δʼ ἄρʼ Ἐπειοῦ ἔστη ὑπὲρ κεφαλῆς ἐν ὀνείραϊ, καί μιν ἀνώγει 110τεῦξαι δούριον ἵππον· ἔφη δέ οἱ ἐγκονέοντι αὐτὴ συγκαμέειν, αὐτὴ δʼ ἄφαρ ἀγχόθι βῆναι ἔργον ἐς ὀτρύνουσα. Θεῆς δʼ ὅ γε μῦθον ἀκούσας καγχαλόων ἀνὰ θυμὸν ἀκηδέος ἔκθορεν ὕπνου· ἔγνω δʼ ἀθάνατον θεὸν ἄμβροτον· οὐδέ οἱ ἦτορ 115ἄλλο παρὲξ ὥρμαινε, νόον δʼ ἔχεν αἰὲν ἐπʼ ἔργῳ θεσπεσίῳ· πινυτὴ δὲ περὶ φρένας ἤιε τέχνη.

Then all their mightiest men gave ear to him
Save twain, fierce-hearted Neoptolemus
And Philoctetes mighty-souled; for these
Still were insatiate for the bitter fray,
Still longed for turmoil of the fight. They bade
Their own folk bear against that giant wall
What things soe’er for war’s assaults avail,
In hope to lay that stately fortress low,
Seeing Heaven’s decrees had brought them both to war.
Yea, they had haply accomplished all their will,
But from the sky Zeus showed his wrath; he shook
The earth beneath their feet, and all the air
Shuddered, as down before those heroes twain
He hurled his thunderbolt: wide echoes crashed
Through all Dardania. Unto fear straightway
Turned were their bold hearts: they forgat their might,
And Calchas’ counsels grudgingly obeyed.
So with the Argives came they to the ships
In reverence for the seer who spake from Zeus
Or Phoebus, and they obeyed him utterly.

What time round splendour-kindled heavens the stars
From east to west far-flashing wheel, and when
Man doth forget his toil, in that still hour
Athena left the high mansions of the Blest,
Clothed her in shape of a maiden tender-fleshed,
And came to ships and host. Over the head
Of brave Epeius stood she in his dream,
And bade him build a Horse of tree: herself
Would labour in his labour, and herself
Stand by his side, to the work enkindling him.
Hearing the Goddess’ word, with a glad laugh
Leapt he from careless sleep: right well he knew
The Immortal One celestial. Now his heart
Could hold no thought beside; his mind was fixed
Upon the wondrous work, and through his soul
Marched marshalled each device of craftsmanship.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 12.1–116: Odysseus plans the Wooden Horse