Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 10.411–489: The death of Oenone

Oenone alone grieves truly. She repents her hatred, slips out at night and runs over the mountain to Paris' pyre, where the moon lights her way. She leaps on to the flames, and the Nymphs marvel at her. Their ashes are buried together, with pillars that turn away from each other.

Lines 10.411–489 · 680 words · click a number to copy its link
411οἴη δʼ ἐκ θυμοῖο δαΐζετο κυδαλίμοιο Οἰνώνη· ἀλλʼ οὔτι μετὰ Τρωῇσιν ἐοῦσα κώκυεν, ἀλλʼ ἀπάνευθεν ἐνὶ σφετέροισι μελάθροις κεῖτο βαρυστενάχουσα παλαιοῦ λέκτρῳ ἀκοίτεω. 415οἵη δʼ ἐν ξυλόχοισι περιτρέφεται κρύσταλλος αἰπυτάτων ὀρέων, ἥ τʼ ἄγκεα πολλὰ παλύνει χευαμένη ζεφύροιο καταιγίσιν· ἡ δʼ ἄρʼ ὑπʼ Εὔρῳ ἠελίῳ τε χιὼν κατατήκεται ἀμφὶ δὲ μακραὶ ἄκριες ὑδρηλῇσι κατειβόμεναι λιβάδεσσι δεύονθʼ, ἡ δὲ νάπῃσιν ἀπειρεσίη περ ἐοῦσα 420πίδακος ἐσσυμένης κρυερὸν περιτήκεται ὕδωρ· ὣς ἥ γʼ ἀσχαλόωσα μέγα στυγερῇ ὑπʼ ἀνίῃ τήκετʼ ἀκηχεμένη πόσιος περὶ κουριδίοιο. αἰνὰ δʼ ἀναστενάχουσα φίλον προσελέξατο θυμόν· ὤ μοι ἀτασθαλίης, ὤ μοι στυγεροῦ βιότοιο, 425ἣ πόσιν ἀμφαγάπησα δυσάμμορον, ᾧ σὺν ἐώλπειν γήραϊ τειρομένη βιότου κλυτὸν οὐδὸν ἱκέσθαι αἰὲν ὁμοφρονέουσα· θεοὶ δʼ ἑτέρωσε βάλοντο· ὥς μʼ ὄφελόν ποτε Κῆρες ἀνηρείψαντο μέλαιναι, ὁππότε νόσφιν ἔμελλον Ἀλεξάνδροιο πέλεσθαι· 430ἀλλὰ καὶ εἰ ζωός μʼ ἔλιπεν, μέγα τλήσομαι ἔργον ἀμφʼ αὐτῷ θανέειν, ἐπεὶ οὔτι μοι εὔαδεν ἠώς.

One only heart was pierced with grief unfeigned,
Oenone. Not with them of Troy she wailed,
But far away within that desolate home
Moaning she lay on her lost husband’s bed.
As when the copses on high mountains stand
White-veiled with frozen snow, which o’er the glens
The west-wind blasts have strown, but now the sun
And east-wind melt it fast, and the long heights
With water-courses stream, and down the glades
Slide, as they thaw, the heavy sheets, to swell
The rushing waters of an ice-cold spring,
So melted she in tears of anguished pain,
And for her own, her husband, agonised,
And cried to her heart with miserable moans:
“Woe for my wickedness! O hateful life!
I loved mine hapless husband—dreamed with him
To pace to eld’s bright threshold hand in hand,
And heart in heart! The gods ordained not so.
Oh had the black Fates snatched me from the earth
Ere I from Paris turned away in hate!
My living love hath left me!—yet will I
Dare to die with him, for I loathe the light.”

432ὣς φαμένης ἐλεεινὰ κατὰ βλεφάροιιν ἔχυντο δάκρυα, κουριδίοιο δʼ ἀναπλήσαντος ὄλεθρον μνωομένη, ἅτε κηρὸς ὑπαὶ πυρί, τήκετο λάθρῃ, 435ἅζετο γὰρ πατέρα σφὸν ἰδʼ ἀμφιπόλους εὐπέπλους, μέχρις ἐπὶ χθόνα δῖαν ἀπʼ εὐρέος ὠκεανοῖο νὺξ ἐχύθη, μερόπεσσι λύσιν καμάτοιο φέρουσα. καί ῥα τόθʼ ὑπνώοντος ἐνὶ μεγάροισι τοκῆος καὶ δμώων, πυλεῶνας ἀναρρήξασα μελάθρων 440ἔκθορεν, ἠΰτʼ ἄελλα· φέρον δέ μιν ὠκέα γυῖα· ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα πόρτιν ἐρασσαμένην μέγα ταύρου θυμὸς ἐποτρύνει ποσὶ καρπαλίμοισι φέρεσθαι ἐσσυμένως, ἡ δʼ οὔτι λιλαιομένη φιλότητος ταρβεῖ βουκόλον ἄνδρα, φέρει δέ μιν ἄσχετος ὁρμή, 445εἴ που ἐνὶ ξυλόχοισιν ὁμήθεα ταῦρον ἴδοιτο· ὣς ἡ ῥίμφα θέουσα διήνυε μακρὰ κέλευθα διζομένη τάχα ποσσὶ πυρῆς ἐπιβήμεναι αἰνῆς. οὐδέ τί οἱ κάμε γούνατʼ· ἐλαφρότεροι δʼ ἐφέροντο ἐσσυμένης πόδες αἰέν· ἔπειγε γὰρ οὐλομένη Κὴρ 450καὶ Κύπρις· οὐδέ τι θῆρας ἐδείδιε λαχνήεντας ἀντομένους ὑπὸ νύκτα, πάρος μέγα πεφρικυῖα· πᾶσα δέ οἱ λασίων ὀρέων ἐστείβετο πέτρη καὶ κρημνοί, πᾶσαι δὲ διεπρήσσοντο χαράδραι. τὴν δέ που εἰσορόωσα τόθʼ ὑψόθι δῖα Σελήνη 455μνησαμένη κατὰ θυμὸν ἀμύμονος Ἐνδυμίωνος πολλὰ μάλʼ ἐσσυμένην ὀλοφύρατο· καί οἱ ὕπερθε λαμπρὸν παμφανόωσα μακρὰς ἀνέφαινε κελεύθους.

So cried she, weeping, weeping piteously,
Remembering him whom death had swallowed up,
Wasting, as melteth wax before the flame
Yet secretly, being fearful lest her sire
Should mark it, or her handmaids till the night
Rose from broad Ocean, flooding all the earth
With darkness bringing men release from toil.
Then, while her father and her maidens slept,
She slid the bolts back of the outer doors,
And rushed forth like a storm-blast. Fast she ran,
As when a heifer ‘mid the mountains speeds,
Her heart with passion stung, to meet her mate,
And madly races on with flying feet,
And fears not, in her frenzy of desire,
The herdman, as her wild rush bears her on,
So she but find her mate amid the woods;
So down the long tracks flew Oenone’s feet;
Seeking the awful pyre, to leap thereon.
No weariness she knew: as upon wings
Her feet flew faster ever, onward spurred
By fell Fate, and the Cyprian Queen. She feared
No shaggy beast that met her in the dark
Who erst had feared them sorely—rugged rock
And precipice of tangled mountain-slope,
She trod them all unstumbling; torrent-beds
She leapt. The white Moon-goddess from on high
Looked on her, and remembered her own love,
Princely Endymion, and she pitied her
In that wild race, and, shining overhead
In her full brightness, made the long tracks plain.

458ἵκετο δʼ ἐμβεβαυῖα διʼ οὔρεος, ᾗχι καὶ ἄλλαι νύμφαι Ἀλεξάνδροιο πυρὴν περικωκύεσκον. 460τὸν δʼ ἔτι που κρατερὸν πῦρ ἄμφεχεν, οὕνεκʼ ἄρʼ αὐτῷ μηλονόμοι ξυνιόντες ἀπʼ οὔρεος ἄλλοθεν ἄλλοι ὕλην θεσπεσίην παρενήνεον, ἦρα φέροντες ὑστατίην καὶ πένθος ὁμῶς ἑτάρῳ καὶ ἄνακτι, κλαίοντες μάλα πολλὰ περισταδόν· ἡ δέ μιν οὔτι, 465ἀμφαδὸν ὡς ἄθρησε, γοήσατο τειρομένη περ, ἀλλὰ καλυψαμένη περὶ φάπεϊ καλὰ πρόσωπα αἶψα πυρῇ ἐνέπαλτο· γόον δʼ ἄρα πουλὺν ὄρινε· καίετο δʼ ἀμφὶ πόσει· νύμφαι δέ μιν ἄλλοθεν ἄλλαι θάμβεον, εὖτʼ ἐσίδοντο μετʼ ἀνέρι πεπτηυῖαν· 470καί τις ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν· ἀτρεκέως Πάρις ἦεν ἀτάσθαλος, ὃς μάλα κεδνὴν κάλλιπε κουριδίην καὶ ἀνήγαγε μάργον ἄκοιτιν οἷ αὐτῷ καὶ Τρωσὶ καὶ ἄστεϊ λοίγιον ἄλγος, νήπιος· οὐδʼ ἀλόχοιο περίφρονος ἅζετο θυμὸν 475τειρομένης, ἥπερ μιν ὑπὲρ φάος ἠελίοιο καίπερ ἀπεχθαίροντα καὶ οὐ φιλέοντα τίεσκεν. ὣς ἄρʼ ἔφη Νύμφη τις ἀνὰ φρένας· οἱ δʼ ἐνὶ μέσσῃ πυρκαϊῇ καίοντο λελασμένοι Ἡριγενείης· ἀμφὶ δὲ βουκόλοι ἄνδρες ἐθάμβεον, εὖτε πάροιθεν 480Ἀργεῖοι θάμβησαν ἀολλέες ἀθρήσαντες Εὐάδνην Καπανῆος ἐπεκχυμένην μελέεσσιν ἀμφὶ πόσιν δμηθέντα Διὸς στονόεντι κεραυνῷ. ἀλλʼ ὁπότʼ ἀμφοτέρους ὀλοὴ πυρὸς ἤνυσε ῥιπὴ Οἰνώνην τε Πάριν τε, μιῇ δʼ ὑποκάββαλε τέφπῃ, 485δὴ τότε πυρκαϊὴν οἴνῳ σβέσαν· ὀστέα δʼ αὐτῶν χρυσέῳ ἐν κρητῆρι θέσαν· περὶ δέ σφισι σῆμα ἐσσυμένως τεύξαντο· θέσαν δʼ ἄρα δοιὼ ὕπερθε στήλας, αἵπερ ἔασι τετραμμέναι ἄλλυδις ἄλλη. ζῆλον ἐπʼ ἀλλήλῃσιν ἔτι στονόεντα φέρουσαι.

Through mountain-gorges so she won to where
Wailed other Nymphs round Alexander’s corpse.
Roared up about him a great wall of fire;
For from the mountains far and near had come
Shepherds, and heaped the death-bale broad and high
For love’s and sorrow’s latest service done
To one of old their comrade and their king.
Sore weeping stood they round. She raised no wail,
The broken-hearted, when she saw him there,
But, in her mantle muffling up her face,
Leapt on the pyre: loud wailed that multitude.
There burned she, clasping Paris. All the Nymphs
Marvelled, beholding her beside her lord
Flung down, and heart to heart spake whispering:
“Verily evil-hearted Paris was,
Who left a leal true wife, and took for bride
A wanton, to himself and Troy a curse.
Ah fool, who recked not of the broken heart
Of a most virtuous wife, who more than life
Loved him who turned from her and loved her not!”

So in their hearts the Nymphs spake: but they twain
Burned on the pyre, never to hail again
The dayspring. Wondering herdmen stood around,
As once the thronging Argives marvelling saw
Evadne clasping mid the fire her lord
Capaneus, slain by Zeus’ dread thunderbolt.
But when the blast of the devouring fire
Had made twain one, Oenone and Paris, now
One little heap of ashes, then with wine
Quenched they the embers, and they laid their bones
In a wide golden vase, and round them piled
The earth-mound; and they set two pillars there
That each from other ever turn away;
For the old jealousy in the marble lives.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.