Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 8.237–394: Ares rallies the Trojans

Ares comes unseen to the Trojans as they flee within their gates, and they turn and fight again like hounds at a wolf. Neoptolemus kills Perimedes, Cestrus, Phalerus and many more, and the Argives press the Trojans into the city.

Lines 8.237–394 · 1321 words · click a number to copy its link
237καί νύ κε Τρώιοι υἷες ἔσω πυλέων ἀφίκοντο, πόρτιες εὖτε λέοντα φοβεύμεναι ἢ σύες ὄμβρον, εἰ μὴ Ἄρης ἀλεγεινὸς ἀρηγέμεναι μενεαίνων 240Τρωσὶ φιλοπτολέμοισι κατήλυθεν Οὐλύμποιο κρύβδʼ ἄλλων μακάρων· φόρεον δέ μιν ἐς μόθον ἵπποι αἴθων καὶ Φλόγιος, Κόναβος δʼ ἐπὶ τοῖσι Φόβος τε, τοὺς Βορέῃ κελάδοντι τέκε βλοσυρῶπις Ἐριννὺς πῦρ ὀλοὸν πνείοντας· ὑπέστενε δʼ αἰόλος αἰθὴρ 245ἐσσυμένων ποτὶ δῆριν. ὁ δʼ ὀτραλέως ἀφίκανεν ἐς Τροίην· ὑπὸ δʼ αἶα μέγʼ ἔκτυπε θεσπεσίοισιν ἵππων ἀμφὶ πόδεσσι· μολὼν δʼ ἄγχιστα κυδοιμοῦ πῆλε δόρυ βριαρόν· μέγα δʼ ἴαχε Τρωσὶ κελεύων ἀντιάαν δηίοισι κατὰ κλόνον· οἱ δʼ ἀΐοντες 250θεσπεσίην ὄπα πάντες ἐθάμβεον· οὐ γὰρ ἴδοντο ἄμβροτον ἀθανάτοιο θεοῦ δέμας οὐδὲ μὲν ἵππους· ἠέρι γὰρ κεκάλυπτο. νόησε δὲ θέσκελον αὐδὴν ἔκποθεν ἀΐσσουσαν ἄδην εἰς οὔατα Τρώων ἀντιθέου Ἑλένοιο κλυτὸς νόος· ἐν δʼ ἄρα θυμῷ 255γήθησεν καὶ λαὸν ἀπεσσύμενον μέγʼ ἀΰτει· ἆ δειλοί, τί φέβεσθε φιλοπτολέμου Ἀχιλῆος υἱέα θαρσαλέον; θνητός νύ τίς ἐστι καὶ αὐτός, οὐδέ οἱ ἶσον Ἄρηι πέλει σθένος, ὃς μέγʼ ἀρήγει ἧμιν ἐελδομένοισι· βοᾷ δʼ ὅ γε μακρὰ κελεύων 260μάρνασθʼ Ἀργείοισι κατὰ κλόνον· ἀλλʼ ἄγε θυμῷ τλῆτε φίλοι καὶ θάρσος ἐνὶ στήθεσσι βάλεσθε· οὐ γὰρ ἀμείνονα Τρωσὶν ὀΐομαι ἄλλον ἱκέσθαι ἀλκτῆρα πτολέμοιο· τί γὰρ ποτὶ δῆριν Ἄρηος λώιον, εὖτε βροτοῖσι κορυσσομένοις ἐπαμύνει; 265ὅς νῦν ἦμιν ἵκανεν ἐπίρροθος· ἀλλὰ καὶ αὐτοὶ μνήσασθε πτολέμοιο, δέος δʼ ἀπὸ νόσφι βάλεσθε. ὣς φάτο· τοὶ δʼ ἵσταντο καταντίον Ἀργείοισιν·

Now had the Trojans fled within their gates
As calves that flee a lion, or as swine
Flee from a storm—but murderous Ares came,
Unmarked of other Gods, down from the heavens,
Eager to help the warrior sons of Troy.
Red-fire and Flame, Tumult and Panic-fear,
His car-steeds, bare him down into the fight,
The coursers which to roaring Boreas
Grim-eyed Erinnys bare, coursers that breathed
Life-blasting flame: groaned all the shivering air,
As battleward they sped. Swiftly he came
To Troy: loud rang the earth beneath the feet
Of that wild team. Into the battle’s heart
Tossing his massy spear, he came; with a shout
He cheered the Trojans on to face the foe.
They heard, and marvelled at that wondrous cry,
Not seeing the God’s immortal form, nor steeds,
Veiled in dense mist. But the wise prophet-soul
Of Helenus knew the voice divine that leapt
Unto the Trojans’ ears, they knew not whence,
And with glad heart to the fleeing host he cried:
“O cravens, wherefore fear Achilles’ son,
Though ne’er so brave? He is mortal even as we;
His strength is not as Ares’ strength, who is come
A very present help in our sore need.
That was his shout far-pealing, bidding us
Fight on against the Argives. Let your hearts
Be strong, O friends: let courage fill your breasts.
No mightier battle-helper can draw nigh
To Troy than he. Who is of more avail
For war than Ares, when he aideth men
Hard-fighting? Lo, to our help he cometh now!
On to the fight! Cast to the winds your fears!”

268ἠΰτʼ ἐνὶ ξυλόχοισι κύνες κατέναντα λύκοιο φεύγοντες τὸ πάροιθε βίην τρέψωσι μάχεσθαι 270ταρφέα μηλονόμοιο παροτρύνοντος ἔπεσσιν· ὣς ἄρα Τρώιοι υἷες ἀνὰ μόθον αἰνὸν Ἄρηος δείματος ἐκτὸς ἔσαν· κατὰ δʼ ἀντίον ἀνέρος ἀνὴρ μάρνατο θαρσαλέως· περὶ δʼ ἔκτυπεν ἔντεα φωτῶν θεινόμενα ξιφέεσσι καὶ ἔγχεσι καὶ βελέεσσιν· 275αἰχμαὶ δʼ ἐς χρόα δῦνον· ἐδεύετο δʼ αἵματι πολλῷ δεινὸς Ἄρης· ὀλέκοντο δʼ ἀνὰ μόθον ἄλλος ἐπʼ ἄλλῳ μαρναμένων ἑκάτερθε· μάχη δʼ ἔχεν ἶσα τάλαντα. ὡς δʼ ὁπότʼ αἰζηοὶ μεγάλης ἀνὰ γουνὸν ἀλωῆς ὄρχατον ἀμπελόεντα διατμήξωσι σιδήρῳ 280σπερχόμενοι, τῶν δʼ ἶσον ἀέξεται εἰς ἔριν ἔργον, οὕνεκʼ ἴσοι τελέθουσιν ὁμηλικίῃ τε βίῃ τε· ὣς τῶν ἀμφοτέρωθε μάχης ἀλεγεινὰ τάλαντα ἶσα πέλεν· Τρῶες γὰρ ὑπέρβιον ἐνθέμενοι κῆρ μίμνον ἀταρβήτοιο πεποιθότες Ἄρεος ἀλκῇ; 285Ἀργεῖοι δ ἄρα παιδὶ μενεπτολέμου Ἀχιλῆος. κτεῖνον δʼ ἀλλήλους· ὀλοὴ δʼ ἀνὰ μέσσον Ἐνυὼ στρωφᾶτʼ ἀλγινόεντι λύθρῳ πεπαλαγμένη ὤμους καὶ χέρας· ἐκ δέ οἱ αἰνὸς ἀπὸ μέλεων ῥέεν ἱδρώς· οὐδʼ ἑτέροισιν ἄμυνεν, ἴσῃ δʼ ἐπετέρπετο χάρμῃ 290ἁζομένη φρεσὶν ᾗσι Θέτιν καὶ δῖον Ἄρηα.

They fled no more, they faced the Argive men,
As hounds, that mid the copses fled at first,
Turn them about to face and fight the wolf,
Spurred by the chiding of their shepherd-lord;
So turned the sons of Troy again to war,
Casting away their fear. Man leapt on man
Valiantly fighting; loud their armour clashed
Smitten with swords, with lances, and with darts.
Spears plunged into men’s flesh: dread Ares drank
His fill of blood: struck down fell man on man,
As Greek and Trojan fought. In level poise
The battle-balance hung. As when young men
In hot haste prune a vineyard with the steel,
And each keeps pace with each in rivalry,
Since all in strength and age be equal-matched;
So did the awful scales of battle hang
Level: all Trojan hearts beat high, and firm
Stood they in trust on aweless Ares’ might,
While the Greeks trusted in Achilles’ son.
Ever they slew and slew: stalked through the midst
Deadly Enyo, her shoulders and her hands
Blood-splashed, while fearful sweat streamed from her limbs.
Revelling in equal fight, she aided none,
Lest Thetis’ or the War-god’s wrath be stirred.

291ἔνθα Νεοπτόλεμος τηλέκλειτον Περιμήδεα δάμναθʼ, ὃς οἰκίʼ ἔναιε παρὰ Σμινθήιον ἄλσος· τῷ δʼ ἔπι Κέστρον ἔπεφνε μενεπτόλεμόν τε Φάληρον καὶ κρατερὸν Περίλαον ἐϋμμελίην τε Μενάλκην, 295ὃν τέκετʼ Ἰφιάνασσα παρὰ ζάθεον πόδα Κίλλης τεχνήεντι Μέδοντι δαήμονι τεκτοσυνάων· ἀλλʼ ὁ μὲν οἴκοι ἔμιμνε φίλῃ ἐνὶ πατρίδι γαίῃ· παιδὸς δʼ οὐκ ἀπόνητο· δόμον δέ οἱ ἔργα τε πάντα χηρωσταὶ μετόπισθεν ἀποφθιμένοιο δάσαντο 300Δηίφοβος δὲ Λυκῶνα μενεπτόλεμον κατέπεφνε τυτθὸν ὑπὲρ βουβῶνα τυχών· περὶ δʼ ἔγχεϊ μακρῷ ἔγκατα πάντʼ ἐχύθησαν· ὅλη δʼ ἐξέσσυτο νηδύς. Αἰνείας δὲ Δύμαντα κατέκτανεν, ὃς τὸ πάροιθεν Αὐλίδα ναιετάασκε, συνέσπετο δʼ Ἀρκεσιλάῳ 305ἐς Τροίην· ἀλλʼ οὔτι φίλην πάλιν ἔδρακε γαῖαν. Εὐρύαλος δʼ ἐδάμασσε βαλὼν ἀλεγεινὸν ἄκοντα Ἀστραῖον· τοῦ δʼ αἶψα διὰ στέρνοιο ποτήθη αἰχμὴ ἀνιηρή, στομάχου δʼ ἀπέκερσε κελεύθους ἀνέρι κῆρα φέρουσα· μίγη δέ οἱ εἴδατα λύθρῳ. 310τοῦ δʼ ἄρα βαιὸν ἄπωθεν ἕλεν μεγάθυμος Ἀγήνωρ Ἱππομένην, Τεύκροιο δαΐφρονος ἐσθλὸν ἑταῖρον, τύψας ἐς κληῖδα θοῶς· σὺν δʼ αἵματι θυμὸς ἔκθορεν ἐκ μελέων· ὀλοὴ δέ μιν ἀμφεχύθη νύξ. Τεύκρῳ δʼ ἔμπεσε πένθος ἀποκταμένου ἑτάροιο, 315καὶ βάλεν ὠκὺν ὀϊστὸν Ἀγήνορος ἄντα τανύσσας· ἀλλά οἱ οὔτι τύχησεν ἀλευαμένου μάλα τυτθόν· ἔμπεσε δʼ ἐγγὺς ἐόντι δαΐφρονι Δηιοφόντῃ λαιὸν ἐς ὀφθαλμόν, διὰ δʼ οὔατος ἐξεπέρησε δεξιτεροῦ, γλήνην δὲ διέτμαγεν, οὕνεκα Μοῖραι 320ἀργαλέον βέλος ὦσαν ὅπῃ φίλον· ὃς δʼ ἔτι ποσσὶν ὀρθὸς ἀνασκαίρεσκε· βαλὼν δʼ ὅ γε δεύτερον ἰὸν […] λαιμῷ ἐπερροίζησε· διέθρισε δʼ αὐχένος ἶνας ἄντικρυς ἀΐξας· τὸν δʼ ἀργαλέη κίχε Μοῖρα. ἄλλος δʼ ἄλλῳ τεῦχε φόνον· κεχάροντο δὲ Κῆρες 325καὶ Μόρος, ἀλγινόεσσα δʼ Ἔρις μέγα μαιμώωσα ἤϋσεν μάλα μακρόν, Ἄρης δέ οἱ ἀντεβόησε σμερδαλέον, Τρώεσσι δʼ ἐνέπνευσεν μέγα θάρσος, Ἀργείοισι δὲ φύζαν, ἄφαρ δʼ ἐλέλιξε φάλαγγας.

Then Neoptolemus slew one far-renowned,
Perimedes, who had dwelt by Smintheus’ grove;
Next Cestrus died, Phalerus battle-staunch,
Perilaus the strong, Menalcas lord of spears,
Whom Iphianassa bare by the haunted foot
Of Cilla to the cunning craftsman Medon.
In the home-land afar the sire abode,
And never kissed his son’s returning head:
For that fair home and all his cunning works
Did far-off kinsmen wrangle o’er his grave.
Deiphobus slew Lycon battle-staunch:
The lance-head pierced him close above the groin,
And round the long spear all his bowels gushed out.
Aeneas smote down Dymas, who erewhile
In Aulis dwelt, and followed unto Troy
Arcesilaus, and saw never more
The dear home-land. Euryalus hurled a dart,
And through Astraeus’ breast the death-winged point
Flew, shearing through the breathways of man’s life;
And all that lay within was drenched with blood.
And hard thereby great-souled Agenor slew
Hippomenes, hero Teucer’s comrade staunch,
With one swift thrust ‘twixt shoulder and neck: his soul
Rushed forth in blood; death’s night swept over him.
Grief for his comrade slain on Teucer fell;
He strained his bow, a swift-winged shaft he sped,
But smote him not, for slightly Agenor swerved.
Yet nigh him Deiophontes stood; the shaft
Into his left eye plunged, passed through the ball,
And out through his right ear, because the Fates
Whither they willed thrust on the bitter barbs.
Even as in agony he leapt full height,
Yet once again the archer’s arrow hissed:
It pierced his throat, through the neck-sinews cleft
Unswerving, and his hard doom came on him.

329ἀλλʼ οὐχ υἷα φόβησεν Ἀχιλλέος· ἀλλʼ ὅ γε μίμνων 330μάρνατο θαρσαλέως, ἐπὶ δʼ ἔκτανεν ἄλλον ἐπʼ ἄλλῳ· ὡς δʼ ὅτε τις μυίῃσι περὶ γλάγος ἐρχομένῃσι χεῖρα περιρρίψῃ κοῦρος νέος, αἱ δʼ ὑπὸ πληγῇ τυτθῇ δαμνάμεναι σχεδὸν ἄγγεος ἄλλοθεν ἄλλαι θυμὸν ἀποπνείουσι, πάϊς δʼ ἐπιτέρπεται ἔργῳ· 335ὣς ἄρα φαίδιμος υἱὸς ἀμειλίκτου Ἀχιλῆος γήθεεν ἀμφὶ νέκυσσι καὶ οὐκ ἀλέγιζεν Ἄρηος Τρωσὶν ἐποτρύνοντος· ἐτίνυτο δʼ ἄλλοθεν ἄλλον λαοῦ ἐπαΐσσοντος· ὅπως δʼ ἀνέμοιο θυέλλας μίμνῃ ἐπεσσυμένας ὄρεος μεγάλοιο κολώνη, 340ὣς ἄρα μίμνεν ἄτρεστος. Ἄρης δέ οἱ ἐμμεμαῶτι χώετο, καί οἱ ἔμελλεν ἐναντία δηριάασθαι αὐτὸς ἀπορρίψας ἱερὸν νέφος, εἰ μὴ Ἀθήνη ἔκποθεν Οὐλύμποιο θόρεν ποτὶ δάσκιον Ἴδην· ἔτρεμε δὲ χθὼν δῖα καὶ ἠχήεντα ῥέεθρα 345Ξάνθου· τόσσον ἔσεισε· δέος δʼ ἀμφέκλασε θυμὸν νυμφάων, φοβέοντο δʼ ὑπὲρ Πριάμοιο πόληος· τεύχεσι δʼ ἀμβροσίοισι περὶ στεροπαὶ ποτέοντο· σμερδαλέοι δὲ δράκοντες ἀπʼ ἀσπίδος ἀκαμάτοιο πῦρ ἄμοτον πνείεσκον· ἄνω δʼ ἔψαυε νέφεσσι 350θεσπεσίη τρυφάλεια. θοῷ δʼ ἤμελλεν Ἄρηι μάρνασθʼ ἐσσυμένως, εἰ μὴ Διὸς ἠῢ νόημα ἀμφοτέρους ἐφόβησεν ἀπʼ αἰθέρος αἰπεινεῖο βροντήσας ἀλεγεινόν. Ἄρης δʼ ἀπεχάζετο χάρμης· δὴ γάρ οἱ μεγάλοιο Διὸς διεφαίνετο θυμός· 355ἵκετο δʼ ἐς Θρῄκην δυσχείμερον, οὐδʼ ἔτι Τρώων μέμβλετό οἱ κατὰ θυμὸν ὑπέρβιον· οὐδὲ μὲν ἐσθλὴ Παλλὰς ἔτʼ ἐν πεδίῳ Τρώων μένεν, ἀλλὰ καὶ αὐτὴ ἷξεν Ἀθηναίων ἱερὸν πέδον. οἱ δʼ ἔτι χάρμης μνώοντʼ οὐλομένης· δεύοντο δὲ Τρώιοι υἷες 360ἀλκῆς· Ἀργεῖοι δὲ μέγʼ ἱέμενοι πολέμοιο χαζομένοισιν ἕποντο κατʼ ἴχνιον, ἠΰτʼ ἀῆται νήεσιν ἐσσυμένῃς ὑπὶ λαίφεσιν εἰς ἁλὸς οἶδμα ὄβριμον, ἢ θάμνοισι πυρὸς μένος, ἢ κεμάδεσσιν ὀτρηροὶ κατʼ ὄρεσφι κύνες λελιημένοι ἄγρης· 365ὣς Δαναοὶ δηίοισιν ἐπήιον, οὕνεκʼ ἄρʼ αὐτοὺς υἱὸς Ἀχιλλῆος μεγάλῳ δορὶ θαρσύνεσκε κτείνων ὅν κε κίχῃσι κατὰ κλόνον· οἱ δʼ ἐπὶ φύζαν χασσάμενοι κατέδυσαν ἐς ὑψίπυλον πτολίεθρον.

So man to man dealt death; and joyed the Fates
And Doom, and fell Strife in her maddened glee
Shouted aloud, and Ares terribly
Shouted in answer, and with courage thrilled
The Trojans, and with panic fear the Greeks,
And shook their reeling squadrons. But one man
He scared not, even Achilles’ son; he abode,
And fought undaunted, slaying foes on foes.
As when a young lad sweeps his hand around
Flies swarming over milk, and nigh the bowl
Here, there they lie, struck dead by that light touch,
And gleefully the child still plies the work;
So stern Achilles’ glorious scion joyed
Over the slain, and recked not of the God
Who spurred the Trojans on: man after man
Tasted his vengeance of their charging host.
Even as a giant mountain-peak withstands
On-rushing hurricane-blasts, so he abode
Unquailing. Ares at his eager mood
Grew wroth, and would have cast his veil of cloud
Away, and met him face to face in fight,
But now Athena from Olympus swooped
To forest-mantled Ida. Quaked the earth
And Xanthus’ murmuring streams; so mightily
She shook them: terror-stricken were the souls
Of all the Nymphs, adread for Priam’s town.
From her immortal armour flashed around
The hovering lightnings; fearful serpents breathed
Fire from her shield invincible; the crest
Of her great helmet swept the clouds. And now
She was at point to close in sudden fight
With Ares; but the mighty will of Zeus
Daunted them both, from high heaven thundering
His terrors. Ares drew back from the war,
For manifest to him was Zeus’s wrath.
To wintry Thrace he passed; his haughty heart
Reeked no more of the Trojans. In the plain
Of Troy no more stayed Pallas; she was gone
To hallowed Athens. But the armies still
Strove in the deadly fray; and fainted now
The Trojans’ prowess; but all battle-fain
The Argives pressed on these as they gave ground.
As winds chase ships that fly with straining sails
On to the outsea—as on forest-brakes
Leapeth the fury of flame—as swift hounds drive
Deer through the mountains, eager for the prey,
So did the Argives chase them: Achilles’ son
Still cheered them on, still slew with that great spear
Whomso he overtook. On, on they fled
Till into stately-gated Troy they poured.

369Ἀργεῖοι δʼ ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο 370ἔλσαντες Πριάμοιο κατὰ πτόλιν ἔθνεα Τρώων, ἄρνας ὅπως σταθμοῖσιν ἐπʼ οἰοπόλοισι νομῆες· ὡς δʼ ὁπότʼ ἀμπνείωσι βόες μέγα κεκμηῶτες ἄχθος ἀνειρύσσαντες ἄνω ποτὶ δύσβατον ἄκρην πυκνὸν ἀνασθμαίνοντες ὑπὸ ζυγόν· ὥς ἄρʼ Ἀχαιοὶ 375ἄμπνεον ἐν τεύχεσσι κεκμηκότες. ἀμφὶ δὲ πύργους μάρνασθαι μεμαῶτες ἐκυκλώσαντο πόληα· οἱ δʼ ἄρʼ ἑῇσι πύλῃσιν ἐπειρύσσαντες ὀχῆας ἐν τείχεσσιν ἔμιμνον ἐπεσσυμένων μένος ἀνδρῶν. ὡς δʼ ὅτε μηλοβοτῆρες ἐνὶ σταθμοῖσι μένωσι 380λαίλαπα κυανέην, ὅτε χείματος ἦμαρ ἵκηται λάβρον ὁμοῦ στεροπῇσι καὶ ὕδατι καὶ νιφάδεσσι ταρφέσιν, οἱ δὲ μάλʼ οὔτι λιλαιόμενοί περ ἱκέσθαι ἐς νομὸν ἀΐσσουσιν, ἄχρις μέγα λωφήσειε χεῖμα καὶ εὐρύποροι ποταμοὶ μεγάλα βρομέοντες· 385ὣς οἵ γʼ ἐν τείχεσσι μένον τρομέοντες ὁμοκλὴν δυσμενέων· λαοὶ δὲ θοῶς ἐπέχυντο πόληι. ὡς δʼ ὁπότε ψῆρες τανυσίπτεροι ἠὲ κολοιοὶ καρπῷ ἐλαϊνέῳ θαμέες περὶ πάγχυ πέσωσι βρώμης ἱέμενοι θυμηδέος, οὐδʼ ἄρα τούς γε 390αἰζηοὶ βοόωντες ἀποτρωπῶσι φέβεσθαι, πρὶν φαγέειν, λιμὸς γὰρ ἀναιδέα θυμὸν ἀέξει· ὣς Δαναοὶ Πριάμοιο τότʼ ἀμφεχέοντο πόληι ὄβριμοι· ἐν δὲ πύλῃσι πέσον μεμαῶτες ἐρύσσαι ἔργον ἀπειρέσιον κρατερόφρονος Ἐννοσιγαίου.

Then had the Argives a short breathing-space
From war, when they had penned the hosts of Troy
In Priam’s burg, as shepherds pen up lambs
Upon a lonely steading. And, as when
After hard strain, a breathing-space is given
To oxen that, quick-panting ‘neath the yoke,
Up a steep hill have dragged a load, so breathed
Awhile the Achaeans after toil in arms.
Then once more hot for the fray did they beset
The city-towers. But now with gates fast barred
The Trojans from the walls withstood the assault.
As when within their steading shepherd-folk
Abide the lowering tempest, when a day
Of storm hath dawned, with fury of lightnings, rain
And heavy-drifting snow, and dare not haste
Forth to the pasture, howsoever fain,
Till the great storm abate, and rivers, wide
With rushing floods, again be passable;
So trembling on their walls they abode the rage
Of foes against their ramparts surging fast.
And as when daws or starlings drop in clouds
Down on an orchard-close, full fain to feast
Upon its pleasant fruits, and take no heed
Of men that shout to scare them thence away,
Until the reckless hunger be appeased
That makes them bold; so poured round Priam’s burg
The furious Danaans. Against the gates
They hurled themselves, they strove to batter down
The mighty-souled Earth-shaker’s work divine.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 8.237–394: Ares rallies the Trojans