Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 6.200–334: The shield of Eurypylus

Eurypylus puts on his armour, and on his shield are shown the labours of Hercules, from the serpents in the cradle to Cerberus and the Centaurs. He tells Paris that victory lies with the gods. The Trojans rejoice, and he chooses his captains.

Lines 6.200–334 · 1134 words · click a number to copy its link
200ἐν μὲν ἔσαν βλοσυρῇσι γενειάσι λιχμώωντες δοιὼ κινυμένοισιν ἐοικότες οἶμα δράκοντες σμερδαλέον μεμαῶτες· ὁ δέ σφεας ἄλλοθεν ἄλλον νηπίαχός περ ἐὼν ὑπεδάμνατο· καί οἱ ἀταρβὴς ἔσκε νόος καὶ θυμός, ἐπεὶ Διὶ κάρτος ἐῴκει 205ἐξ ἀρχῆς· οὐ γάρ τι θεῶν γένος οὐρανιώνων ἄπρηκτον τελέθει καὶ ἀμήχανον, ἀλλά οἱ ἀλκὴ ἕσπετʼ ἀπειρεσίη καὶ νηδύος ἔνδον ἐόντι. ἐν δὲ Νεμειαίοιο βίη ἐτέτυκτο λέοντος ὀβρίμου Ἡρακλῆος ὑπὸ στιβαρῇσι χέρεσσι 210τειρόμενος κρατερῶς· βλοσυρῇς δέ οἱ ἀμφὶ γένυσσιν αἱματόεις ἀφρὸς ἔσκεν· ἀποπνείοντι δʼ ἐῴκει. ἄγχι δέ οἱ πεπόνητο μένος πολυδειράδος ὕδρης αἰνὸν λιχμώωσα· καρήατα δʼ ἀλγινόεντα ἄλλα μὲν ἄρ δέδμητο κατὰ χθονός, ἄλλα δʼ ἄεξεν 215ἐξ ὀλίγων μάλα πολλά· πόνος δʼ ἔχεν Ἡρακλῆα θαρσαλέον τʼ Ἰόλαον, ἐπεὶ κρατερὰ φρονέοντε ἄμφω, ὁ μὲν τέμνεσκε καρήατα μαιμώωντα ἅρπῃ ὑπʼ ἀγκυλόδοντι θοῶς, ὁ δὲ καῖε σιδήρῳ αἰθομένῳ· κρατερὴ δὲ κατήνυτο θηρὸς ὁμοκλή. 220ἑξείης δʼ ἐτέτυκτο βίη συὸς ἀκαμάτοιο ἀφριόων γενύεσσι· φέρεν δέ μιν, ὡς, ἐτεόν περ, ζωὸν ἐς Εὐρυσθῆα μέγα σθένος Ἀλκείδαο. Κεμμὰς δʼ εὖ ἤσκητο θοὴ πόδας, ἥ τʼ ἀλεγεινῶν ἀμφὶ περικτιόνων μέγʼ ἐσίνετο πᾶσαν ἀλωήν· 225καὶ τὴν μὲν χρυσέοιο κεράατος ὄβριμος ἥρως ἄμφεχεν οὐλομένοιο πυρὸς πνείουσαν ἀϋτμήν. ἀμφὶ δʼ ἄρα στυγεραὶ Στυμφηλίδες· αἱ μὲν ὀϊστοῖς βλήμεναι ἐν κονίῃσιν ἀπέπνεον, αἱ δʼ ἔτι φύζης μνωόμεναι πολιοῖο διʼ ἠέρος ἐσσεύοντο· 230τῇσι δʼ ἔφʼ Ἡρακλέης κεχολωμένος ἄλλον ἐπʼ ἄλλῳ ἰὸν ἀεὶ προΐαλλε μάλα σπεύδοντι ἐοικώς.

Thereon were seen two serpents flickering
Black tongues from grimly jaws: they seemed in act
To dart; but Hercules’ hands to right and left—
Albeit a babe’s hands—now were throttling them;
For aweless was his spirit. As Zeus’ strength
From the beginning was his strength. The seed
Of Heaven-abiders never deedless is
Nor helpless, but hath boundless prowess, yea,
Even when in the womb unborn it lies.

Nemea’s mighty lion there was seen
Strangled in the strong arms of Hercules,
His grim jaws dashed about with bloody foam:
He seemed in verity gasping out his life.

Thereby was wrought the Hydra many-necked
Flickering its dread tongues. Of its fearful heads
Some severed lay on earth, but many more
Were budding from its necks, while Hercules
And Iolaus, dauntless-hearted twain,
Toiled hard; the one with lightning sickle-sweeps
Lopped the fierce heads, his fellow seared each neck
With glowing iron; the monster so was slain.

Thereby was wrought the mighty tameless Boar
With foaming jaws; real seemed the pictured thing,
As by Aleides’ giant strength the brute
Was to Eurystheus living borne on high.

There fashioned was the fleetfoot stag which laid
The vineyards waste of hapless husbandmen.
The Hero’s hands held fast its golden horns,
The while it snorted breath of ravening fire.

Thereon were seen the fierce Stymphalian Birds,
Some arrow-smitten dying in the dust,
Some through the grey air darting in swift flight.
At this, at that one—hot in haste he seemed—
Hercules sped the arrows of his wrath.

232ἐν δὲ καὶ Αὐγείαο μέγας σταθμὸς ἀντιθέοιο τεχνήεις ἤσκητο κατʼ ἀκαμάτοιο βοείης· τῷ δʼ ἄρα θεσπεσίοιο βαθὺν ῥόον Ἀλφειοῖο 235ὄβριμος Ἡρακλέης ἐπαγίνεεν· ἀμφὶ δὲ Νύμφαι θάμβεον ἄσπετον ἔργον. ἀπόπροθι δʼ ἔπλετο ταῦρος πύρπνοος, ὅν ῥα καὶ αὐτὸν ἀμαιμάκετόν περ ἐόντα γνάμπτε βίῃ κρατεροῖο κεράατος· οἱ δέ οἱ ἄμφω ἀκάματοι μυῶνες ἐρειδομένοιο τέταντο· 240καί ῥʼ ὁ μέν ὡς μυκηθμὸν ἱεὶς πέλεν. ἄγχι δʼ ἄρʼ αὐτοῦ ἀμφὶ σάκος πεπόνητο θεῶν ἐπιειμένη εἶδος Ἱππολύτη· καὶ τὴν μὲν ὑπὸ κρατερῇσι χέρεσσι δαιδαλέου ζωστῆρος ἀμερσέμεναι μενεαίνων εἶλε κόμης ἵπποιο κατʼ ὠκέος· αἱ δʼ ἀπάτερθεν 245ἄλλαι ὑποτρομέεσκον Ἀμαζόνες. ἀμφὶ δὲ λυγραὶ Θρηικίην ἀνά γαῖαν ἔσαν Διομήδεος ἵπποι ἀνδροβόροι· καί τάς μέν ἐπὶ στυγερῇσι φάτνῃσιν αὐτῷ σύν βασιλῆι κακὰ φρονέοντι δάϊξεν. ἐν δὲ καὶ ἀκαμάτοιο δέμας πέλε Γηρυονῆος 250τεθναότος παρὰ βουσί· καρήατα δʼ ἐν κονίῃσιν αἱματόεντα κέχυντο βίῃ ῥοπάλοιο δαμέντα· πρόσθε δέ οἱ δέδμητο κύων ὀλοώτατος ἄλλων ὄρθρος, ἀνιηρῷ ἐναλίγκιος ὄβριμον ἀλκὴν Κερβέρῳ, ὅς ῥά οἱ ἔσκεν ἀδελφεός· ἀμφὶ δʼ ἔκειτο 255βουκόλος Εὐρυτίων μεμορυγμένος αἵματι πολλῷ. ἀμφὶ δέ χρύσεα μῆλα τετεύχατο μαρμαίροντα Ἑσπερίδων ἀνὰ πρέμνον ἀκήρατον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ σμερδαλέος δέδμητο δράκων· ταὶ δʼ ἄλλοθεν ἄλλαι πτώσσουσαι θρασύν υἷα Διός μεγάλοιο φέβοντο.

Augeias’ monstrous stable there was wrought
With cunning craft on that invincible targe;
And Hercules was turning through the same
The deep flow of Alpheius’ stream divine,
While wondering Nymphs looked down on every hand
Upon that mighty work. Elsewhere portrayed
Was the Fire-breathing Bull: the Hero’s grip
On his strong horns wrenched round the massive neck:
The straining muscles on his arm stood out:
The huge beast seemed to bellow. Next thereto
Wrought on the shield was one in beauty arrayed
As of a Goddess, even Hippolyta.
The hero by the hair was dragging her
From her swift steed, with fierce resolve to wrest
With his strong hands the Girdle Marvellous
From the Amazon Queen, while quailing shrank away
The Maids of War. There in the Thracian land
Were Diomedes’ grim man-eating steeds:
These at their gruesome mangers had he slain,
And dead they lay with their fiend-hearted lord.

There lay the bulk of giant Geryon
Dead mid his kine. His gory heads were cast
In dust, dashed down by that resistless club.
Before him slain lay that most murderous hound
Orthros, in furious might like Cerberus
His brother-hound: a herdman lay thereby,
Eurytion, all bedabbled with his blood.

There were the Golden Apples wrought, that gleamed
In the Hesperides’ garden undefiled:
All round the fearful Serpent’s dead coils lay,
And shrank the Maids aghast from Zeus’ bold son.

260ἐν δʼ ἄρʼ ἔην μέγα δεῖμα καὶ ἀθανάτοισιν ἰδέσθαι Κέρβερος, ὅν ῥʼ ἀκάμαντι Τυφωέϊ γείνατʼ Ἔχιδνα ἄντρῳ ὑπʼ ὀκρυόεντι μελαίνης ἀγχόθι νυκτὸς ἀργαλέης· ὁ δʼ ἄρʼ ἦεν ἀεικέλιόν τι πέλωρον ἀμφʼ ὀλοῇσι πύλῃσι πολυκλαύτου Ἀΐδαο εἴργων νεκρὸν ὅμιλον ὑπʼ ἠερόεντι βερέθρῳ· 265ῥεῖα δέ μιν Διός υἱὸς ὑπὸ πληγῇσι δαμάσσας ἦγε καρηβαρέοντα παρὰ Στυγὸς αἰπὰ ῥέεθρα, ἕλκων οὐκ ἐθέλοντα βίῃ πρὸς ἀήθεα χῶρον θαρσαλέως. ἐτέτυκτο δʼ ἀπόπροθεν ἄγκεα μακρὰ Καυκάσου· ἀμφὶ δὲ δεσμὰ Προμηθέος ἄλλυδις ἄλλα 270αὐτῇς σὺν πέτρῃσιν ἀναρρήξας ἀραρυίαις λῦε μέγαν Τιτῆνα· λυγρὸς δέ οἱ ἀγχόθι κεῖτο αἰετὸς ἀλγινόεντι δέμας βεβλημένος ἰῷ. Κενταύρων δʼ ἐτέτυκτο πολυσθενέων μέγα κάρτος ἀμφὶ Φόλοιο μέλαθρον· ἔρις δʼ ὀρόθυνε καὶ οἶνος 275ἀντίον Ἡρακλῆι τεράατα κεῖνα μάχεσθαι· καὶ ῥʼ οἱ μὲν πεύκῃσι περὶ δμηθέντες ἔκειντο, τὰς ἔχον ἐν χείρεσσι μάχης ἄκος· οἱ δʼ ἔτι μακρῇς δηριόωντʼ ἐλάτῃσι μεμαότες, οὐδʼ ἀπέληγον ὑσμίνης· πάντων δὲ καρήατα δεύετο λύθρῳ 280θεινομένων ἀνὰ δῆριν ἀμείλιχον, ὡς ἐτεόν περ· οἴνῳ δʼ αἷμα μέμικτο, συνηλοίητο δὲ πάντα εἴδατα καὶ κρητῆρες ἐΰξεστοί τε τράπεζαι. Νέσσον δʼ αὖθʼ ἑτέρωθι παρὰ ῥόον Εὐηνοῖο κείνης ἐκπροφυγόντα μάχης ὑπεδάμνατʼ ὀϊστῷ 285ἀμφʼ ἐρατῆς αλόχοιο χολούμενος, ἐν δʼ ἐτέτυκτο ὀβρίμου Ἀνταίοιο μέγα σθένος, ὅν ῥα καὶ αὐτὸν ἀμφὶ παλαισμοσύνης ἄμοτον περιδηριόωντα ὑψοῦ ἀειράμενος κρατερῇς συνέαξε χέρεσσι. κεῖτο δʼ ἐπὶ προχοῇσιν ἐϋρρόου Ἑλλησπόντου 290ἀργαλέον μέγα κῆτος ἀμειλίκτοισιν ὀϊστοῖς βλήμενον· Ἡσιόνης δέ κακούς ἀπελύετο δεσμούς.

And there, a dread sight even for Gods to see,
Was Cerberus, whom the Loathly Worm had borne
To Typho in a craggy cavern’s gloom
Close on the borders of Eternal Night,
A hideous monster, warder of the Gate
Of Hades, Home of Wailing, jailer-hound
Of dead folk in the shadowy Gulf of Doom.
But lightly Zeus’ son with his crashing blows
Tamed him, and haled him from the cataract flood
Of Styx, with heavy-drooping head, and dragged
The Dog sore loth to the strange upper air
All dauntlessly. And there, at the world’s end,
Were Caucasus’ long glens, where Hercules,
Rending Prometheus’ chains, and hurling them
This way and that with fragments of the rock
Whereinto they were riveted, set free
The mighty Titan. Arrow-smitten lay
The Eagle of the Torment therebeside.

There stormed the wild rout of the Centaurs round
The hall of Pholus: goaded on by Strife
And wine, with Hercules the monsters fought.
Amidst the pine-trunks stricken to death they lay
Still grasping those strange weapons in dead hands,
While some with stems long-shafted still fought on
In fury, and refrained not from the strife;
And all their heads, gashed in the pitiless fight,
Were drenched with gore—the whole scene seemed to live—
With blood the wine was mingled: meats and bowls
And tables in one ruin shattered lay.

There by Evenus’ torrent, in fierce wrath
For his sweet bride, he laid with the arrow low
Nessus in mid-flight. There withal was wrought
Antaeus’ brawny strength, who challenged him
To wrestling-strife; he in those sinewy arms
Raised high above the earth, was crushed to death.

There where swift Hellespont meets the outer sea,
Lay the sea-monster slain by his ruthless shafts,
While from Hesione he rent her chains.

292ἄλλα δʼ ἄρʼ Ἀλκείδαο θρασύφρονος ἄσπετα ἔργα ἄμφεχεν Εὐρυπύλοιο διοτρεφέος σάκος εὐρύ. φαίνετο δʼ ἶσος Ἄρηι μετὰ στίχας ἀΐσσοντι· 295Τρῶες δʼ ἀμφιέποντες ἐγήθεον, εὖτʼ ἐσίδοντο τεύχεά τʼ ἠδέ καί ἄνδρα θεῶν ἐπιειμένον εἶδος· τὸν δὲ Πάρις ποτὶ δῆριν ἐποτρύνων προσέειπε· χαίρω σεῖο κιόντος, ἐπεί νύ μοι. ἦτορ ἔολπεν Ἀργείους μάλα πάντας ὀϊζυρῶς ἀπολέσθαι 300αὐτῇς σὺν νήεσσιν, ἐπεὶ βροτὸν οὔποτε τοῖον ἔδρακον ἐν Τρώεσσιν ἐϋπτολέμοισί τʼ Ἀχαιοῖς. ἀλλὰ σύ, πρὸς μεγάλοιο καὶ ὀβρίμου Ἡρακλῆος, τῷ μέγεθός τε βίην τε καὶ ἀγλαὸν εἶδος ἔοικας, κείνου μνωόμενος φρονέων τʼ ἀντάξια ἔργα 305θαρσαλέως Τρώεσσι δαϊζομένοις ἐπάμυνον, ἤν πως ἀμπνεύσωμεν· ἐπεὶ σέγε μοῦνον όΐω ἄστεος ὀλλυμένοιο κακὰς ἀπό κῆρας ἀλέξαι. ἦ μέγʼ ἐποτρύνων· ὁ δέ μιν προσεφώνεε μύθῳ· Πριαμίδη μεγάθυμε, δέμας μακάρεσσιν ἐοικώς, 310ταῦτα μὲν ἀθανάτων ἐνὶ γούνασιν ἐστήρικται, ὅς τε θάνῃ κατὰ δῆριν ὑπέρβιον ἠὲ σαωθῇ· ἡμεῖς δʼ, ὥσπερ ἔοικε καὶ ὡς σθένος ἐστὶ μάχεσθαι, στησόμεθα πρὸ πόληος· ἔπειτα δέ καὶ τόδʼ ὀμοῦμαι, μὴ πρὶν ὑποστρέψειν, πρὶν ἢ κτάμεν ἢ ἀπολέσθαι. 315ὣς φάτο θαρσαλέως· Τρῶες δʼ ἐπὶ μακρὰ χάροντο.

Of bold Alcides many a deed beside
Shone on the broad shield of Eurypylus.
He seemed the War-god, as from rank to rank
He sped; rejoiced the Trojans following him,
Seeing his arms, and him clothed with the might
Of Gods; and Paris hailed him to the fray:
“Glad am I for thy coming, for mine heart
Trusts that the Argives all shall wretchedly
Be with their ships destroyed; for such a man
Mid Greeks or Trojans never have I seen.
Now, by the strength and fury of Hercules—
To whom in stature, might, and goodlihead
Most like thou art I pray thee, have in mind
Him, and resolve to match his deeds with thine.
Be the strong shield of Trojans hard-bestead:
Win us a breathing-space. Thou only, I trow,
From perishing Troy canst thrust the dark doom back.”

With kindling words he spake. That hero cried:
“Great-hearted Paris, like the Blessed Ones
In goodlihead, this lieth foreordained
On the Gods’ knees, who in the fight shall fall,
And who outlive it. I, as honour bids,
And as my strength sufficeth, will not flinch
From Troy’s defence. I swear to turn from fight
Never, except in victory or death.”

316καὶ τότʼ Ἀλέξανδρόν τε καὶ Αἰνείαν ἐρίθυμον Πουλυδάμαντά τʼ ἐϋμμελίην καὶ Πάμμονα δῖον Δηίφοβόν τʼ ἐπὶ τοῖσι καὶ Αἴθικον, ὃς περὶ πάντων Παφλαγόνων ἐκέκαστο μάχῃ ἔνι τλῆναι ὅμιλον, 320τοὺς ἅμα λέξατο πάντας ἐπισταμένους πονέεσθαι, ὅππως δυσμενέεσσιν ἐπὶ πρώτοισι μάχωνται ἐν πολέμῳ· μάλα δʼ ὦκα κίον προπάροιθεν ὁμίλου· προφρονέως δʼ οἴμησαν ἀπʼ ἄστεος· ἀμφὶ δέ λαοὶ πολλοὶ ἕπονθʼ, ὡς εἴ τε μελισσάων κλυτὰ φῦλα 325ἡγεμόνεσσιν ἑοῖσι κατηρεφέος σίμβλοιο ἐκχύμεναι καναχηδόν, ὅτʼ εἴαρος ἦμαρ ἵκηται· ὥς ἄρα τοῖσιν ἕποντο βροτοὶ ποτὶ δῆριν ἰοῦσι· τῶν δʼ ἄρα νισσομένων πολὺς αἰθέρα δοῦπος ἵκανεν αὐτῶν ἠδʼ ἵππων· περὶ δʼ ἔβρεμεν ἄσπετα τεύχη. 330ὡς δʼ ὁπόταν μεγάλοιο βίη ἀνέμοιο θοροῦσα κινήσῃ προθέλυμνον ἁλὸς βυθὸν ἀτρυγέτοιο, κύματα δʼ ὦκα κελαινὰ πρὸς ἠιόνας βοόωντα φῦκος ἀποπτύωσιν ἐρευγομένοιο κλύδωνος, ἠχὴ δʼ ἀτρυγέτοισι παρʼ αἰγιαλοῖσιν ὄρωρεν·

Gallantly spake he: with exceeding joy
Rejoiced the Trojans. Champions then he chose,
Alexander and Aeneas fiery-souled,
Polydamas, Pammon, and Deiphobus,
And Aethicus, of Paphlagonian men
The staunchest man to stem the tide of war;
These chose he, cunning all in battle-toil,
To meet the foe in forefront of the fight.
Swiftly they strode before that warrior-throng
Then from the city cheering charged. The host
Followed them in their thousands, as when bees
Follow by bands their leaders from the hives,
With loud hum on a spring day pouring forth.
So to the fight the warriors followed these;
And, as they charged, the thunder-tramp of men
And steeds, and clang of armour, rang to heaven.
As when a rushing mighty wind stirs up
The barren sea-plain from its nethermost floor,
And darkling to the strand roll roaring waves
Belching sea-tangle from the bursting surf,
And wild sounds rise from beaches harvestless;
So, as they charged, the wide earth rang again.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.