Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 4.215–322: Funeral games: wrestling

Diomedes and the great Aias wrestle, and Diomedes at last throws his huge rival. They stop, embrace and receive prizes from Thetis. Idomeneus offers himself for the boxing and Thetis sets out the prize, but at first no one will fight him until Nestor shames the Argives.

Lines 4.215–322 · 903 words · click a number to copy its link
215ἄλλω δʼ αὖθʼ ἑτέρωθι παλαισμοσύνης ὑπερόπλου καρπαλίμως μνώοντο δύω κρατερόφρονε φῶτε, Τυδέος ἱπποδάμοιο πάϊς καὶ ὑπέρβιος Αἴας, οἵ ῥʼ ἴσαν ἐς μέσσον· θάμβος δʼ ἔχεν ἀθρήσαντας Ἀργείους· ἄμφω γὰρ ἔσαν μακάρεσσαν ὁμοῖοι. 220σὺν δʼ ἔβαλον θήρεσσιν ἐοικότες, οἵ τʼ ἐν ὄρεσσιν ἀμφʼ ἐλάφοιο μάχονται ἐδητύος ἰσχανόωντες, ἶσον δʼ ἀμφοτέροισι πέλει σθένος, οὐδέ τις αὐτῶν λείπεται οὐδʼ ἠβαιὸν ἀταρτηρῶν μάλʼ ἐόντων· ὥς οἵ γʼ ἶσον ἔχον κρατερὸν μένος. ὀψὲ δʼ ἄρʼ Αἴας 225Τυδείδην συνέμαρψεν ὑπὸ στιβαρῇσι χέρεσσιν ἆξαι ἐπειγόμενος. ὁ δʼ ἄρʼ ἰδρείῃ τε καὶ ἀλκῇ πλευρὸν ὑποκλίνας Τελαμώνιον ὄβριμον υἷα ἐσσυμένως ἀνάειρεν ὑπὸ μυῶνος ἐρείσας ὦμον, καὶ ποδὶ μηρὸν ὑποπλίξας ἑτέρωσε 230κάββαλεν ὄβριμον ἄνδρα κατὰ χθονός· ἀμφὶ δʼ ἄρʼ αὐτῷ ἕζετο· τοὶ δʼ ὁμάδησαν. ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ Αἴας ὀβριμόθυμος ἀνίστατο δεύτερον αὖθις ὁρμαίνων ἐς δῆριν ἀμείλιχον· αἶψα δὲ χερσὶ σμερδαλέῃσι κόνιν κατεχεύατο, καὶ μέγα θύων 235Τυδείδην ἐς μέσσον ἀΰτεεν· ὅς δέ μιν οὔτι ταρβήσας οἴμησε καταντίον· ἀμφὶ δὲ πολλὴ ποσσὶν ὕπʼ ἀμφοτέρων κόνις ὤρνυτο· τοὶ δʼ ἑκάτερθε ταῦροι ὅπως συνόρουσαν ἀταρβέες, οἵ τʼ ἐν ὄρεσσι θαρσαλέου μένεος πειρώμενοι εἰς ἕν ἵκωνται 240ποσσὶ κονιόμενοι, περὶ δὲ βρομέουσι κολῶναι βρυχῇ ὕπʼ ἀμφοτέρων, τοὶ δʼ ἄσχετα μαιμώωντες κράατα συμφορέουσιν ἀτειρέα καὶ μέγα κάρτος δηρόν ἐπʼ ἀλλήλοισι πονεύμενοι, ἐκ δὲ μόγοιο λάβρον ἀνασθμαίνοντες ἀμείλιχα δηριόωνται, 245πουλὺς δʼ ἐκ στομάτων χαμάδις καταχεύεται ἀφρός· ὥς οἵ γε στιβαρῇσιν ἄδην πονέοντο χέρεσσιν. ἀμφοτέρων δʼ ἄρα νῶτα καὶ αὐχένες ἀλκήεντες χερσὶ περικτυπέοντο τετριγότες, εὖτʼ ἐν ὄρεσσι δένδρἐ ἐπʼ ἀλλήλοισι βαλόντʼ ἐριθηλέας ὄζους. 250πολλάκι δʼ Αἴαντος μέγαλου στιβαροὺς ὑπὸ μηροὺς κάββαλε Τυδείδης κρατερὰς χέρας, ἀλλά μιν οὔτι ἄψ ὦσαι δύνατο στιβαροῖς ποσὶν ἐμβεβαῶτα· τὸν δʼ Αἴας καθυπερθεν ἐπεσσύμενος ποτὶ γαῖαν ἐξ ὤμων ἐτίνασσε κατὰ χθονὸς οὖδας ἐρείδων· 255ἄλλοτε δʼ ἀλλοίως ὑπὸ χείρεσι δηριόωντο. λαοὶ δʼ ἔνθα καὶ ἔνθα μέγʼ ἴαχον εἰσορόωντες, οἱ μὲν Τυδείδην ἐρικυδέα θαρσύνοντες, οἱ δὲ βίην Αἴαντος· ὁ δʼ ἄλκιμον ἄνδρα τινάξας ἐξ ὤμων ἑκάτερθε, βαλὼν δʼ ὑπὸ νηδύα χεῖρας 260ἐσσυμένως ἐφέηκε κατὰ χθονὸς ἠΰτε πέτρην ἀλκῇ ὑπὸ σθεναρῇ· μέγα δʼ ἴαχε Τρώιον οὖδας Τυδείδαο πεσόντος· ἐπηΰτησε δὲ λαός. ἀλλὰ καὶ ὥς ἀνόρουσεν ἐελδόμενος πονέετθαι τὸ τρίτον ἀμφʼ Αἴαντα πελώριον· ἀλλʼ ἄρα Νέστωρ 265ἔστη ἐνὶ μέσσοισι καὶ ἀμφοτέροισι μετηύδα· ἴσχεσθʼ, ἀγλαὰ τέκνα, παλαισμοσύνης ὑπερόπλου· ἴδμεν γὰρ δὴ πάντες, ὅσον προφερέστεροί ἐστε Ἀργείων μεγάλοιο καταφθιμένου Ἀχιλῆος.

Then swiftly rose two mighty-hearted ones
Eager to match their strength in wrestling strain,
The son of Tydeus and the giant Aias.
Into the midst they strode, and marvelling gazed
The Argives on men shapen like to gods.
Then grappled they, like lions famine-stung
Fighting amidst the mountains o’er a stag,
Whose strength is even-balanced; no whit less
Is one than other in their deadly rage;
So these long time in might were even-matched,
Till Aias locked his strong hands round the son
Of Tydeus, straining hard to break his back;
But he, with wrestling-craft and strength combined,
Shifted his hip ‘neath Telamon’s son, and heaved
The giant up; with a side-twist wrenched free
From Aias’ ankle-lock his thigh, and so
With one huge shoulder-heave to earth he threw
That mighty champion, and himself came down
Astride him: then a mighty shout went up.
But battle-stormer Aias, chafed in mind,
Sprang up, hot-eager to essay again
That grim encounter. From his terrible hands
He dashed the dust, and challenged furiously
With a great voice Tydeides: not a whit
That other quailed, but rushed to close with him.
Rolled up the dust in clouds from ‘neath their feet:
Hurtling they met like battling mountain-bulls
That clash to prove their dauntless strength, and spurn
The dust, while with their roaring all the hills
Re-echo: in their desperate fury these
Dash their strong heads together, straining long
Against each other with their massive strength,
Hard-panting in the fierce rage of their strife,
While from their mouths drip foam-flakes to the ground;
So strained they twain with grapple of brawny hands.
‘Neath that hard grip their backs and sinewy necks
Cracked, even as when in mountain-glades the trees
Dash storm-tormented boughs together. Oft
Tydeides clutched at Aias’ brawny thighs,
But could not stir his steadfast-rooted feet.
Oft Aias hurled his whole weight on him, bowed
His shoulders backward, strove to press him down;
And to new grips their hands were shifting aye.
All round the gazing people shouted, some
Cheering on glorious Tydeus’ son, and some
The might of Aias. Then the giant swung
The shoulders of his foe to right, to left;
Then gripped him ‘neath the waist; with one fierce heave
And giant effort hurled him like a stone
To earth. The floor of Troyland rang again
As fell Tydeides: shouted all the folk.
Yet leapt he up all eager to contend
With giant Aias for the third last fall:
But Nestor rose and spake unto the twain:
“From grapple of wrestling, noble sons, forbear;
For all we know that ye be mightiest
Of Argives since the great Achilles died.”

269ὥς φάτο· τοὶ δʼ ἴσχοντο πονεύμενοι· ἐκ δὲ μετώπων 270χερσὶν ἄδην μόρξαντο κατεσσύμενόν περ ἱδρῶτα· κύσσαν δʼ ἀλλήλους, φιλότητι δὲ δῆριν ἔθεντο. τοῖς δʼ ἄρα ληιάδας πίσυρας πόρε πότνα θεάων δῖα Θέτις· τὰς δʼ αὐτοὶ ἐθηήσαντο ἰδόντες ἥρωες κρατεροὶ καὶ ἀταρβέες, οὕνεκα πασέων 275ληιάδων προφέρεσκον ἐϋφροσύνῃ τε καὶ ἔργοις νόσφιν ἐϋπλοκάμου Βρισηίδος, ἅς ποτʼ Ἀχιλλεὺς ληίσατʼ ἐκ Λέσβοιο, νόον δʼ ἐπετέρπετο τῇσι· καί ῥʼ ἡ μὲν δόρποιο πέλεν ταμίη καὶ ἐδωδῆς, ἡ δʼ ἄρα δαινυμένοισι παροινοχόει μέθυ λαρόν, 280ἄλλη δʼ αὖ μετὰ δόρπον ὕδωρ ἐπέχευε χέρεσσιν ἡ δʼ ἑτέρη ἀπὸ δαιτὸς ἀεὶ φορέεσκε τράπεζας. τὰς δʼ ἄρα Τυδείδαο μένος καὶ ὑπέρβιος Αἴας δασσάμενοι προέηκαν ἐϋπρώρους ἐπὶ νῆας. ἀμφὶ δὲ πυγμαχίης πρῶτον σθένος Ἰδομενῆος 285ὤρνυτʼ, ἐπεί οἱ θυμὸς ἴδρις πέλε παντὸς ἀέθλου. τῷ δʼ οὔτις κατέναντα κίεν· μάλα γάρ μιν ἅπαντες αἰδόμενοι ὑπόειξαν, ἐπεί ῥα γεραίτερος ἦεν. τῷ δʼ ἄρʼ ἐνὶ μέσσοισι Θέτις πόρεν ἅρμα καὶ ἵππους ὠκύποδας, τοὺς πρόσθε βίη μεγάλου Πατρόκλοιο 290ἤλασεν ἐκ Τρώων Σαρπηδόνα δῖον ὀλέσσας· καὶ τοὺς μὲν θεράποντι πόρεν ποτὶ νῆας ἄγεσθαι Ἰδομενεύς· αὐτὸς δὲ κλυτῷ ἐν ἀγῶνι μένεσκε. Φοῖνιξ δʼ Ἀργείοισιν ἐϋσθενέεσσι μετηύδα· νῦν μέν ἄρʼ Ἰδομενῆι θεοὶ δόσαν ἐσθλὸν ἄεθλον 295αὕτως, οὔτι καμόντι βίῃ καὶ χερσὶ καὶ ὤμοις, ἀλλʼ ἄρʼ ἀναιμωτὶ προγενέστερον ἄνδρα τίοντες· ἀλλʼ ἄλλον, νέοι ἄνδρες, ἐπεντύνεσθαι ἄεθλον χεῖρας ἐπʼ ἀλλήλοισι δαήμονας ἰθύνοντες πυγμαχίης, καὶ θυμὸν ἰήνατε Πηλείωνος.

Then these from toil refrained, and from their brows
Wiped with their hands the plenteous-streaming sweat:
They kissed each other, and forgat their strife.
Then Thetis, queen of Goddesses, gave to them
Four handmaids; and those strong and aweless ones
Marvelled beholding them, for these surpassed
All captive-maids in beauty and household-skill,
Save only lovely-tressed Briseis. These
Achilles captive brought from Lesbos’ Isle,
And in their service joyed. The first was made
Stewardess of the feast and lady of meats;
The second to the feasters poured the wine;
The third shed water on their hands thereafter;
The fourth bare all away, the banquet done.
These Tydeus’ son and giant Aias shared,
And, parted two and two, unto their ships
Sent they those fair and serviceable ones.

Next, for the play of fists Idomeneus rose,
For cunning was he in all athlete-lore;
But none came forth to meet him, yielding all
To him, the elder-born, with reverent awe.
So in their midst gave Thetis unto him
A chariot and fleet steeds, which theretofore
Mighty Patroclus from the ranks of Troy
Drave, when he slew Sarpedon, seed of Zeus,
These to his henchmen gave Idomeneus
To drive unto the ships: himself remained
Still sitting in the glorious athlete-ring.
Then Phoenix to the stalwart Argives cried:
“Now to Idomeneus the Gods have given
A fair prize uncontested, free of toil
Of mighty arms and shoulders, honouring
The elder-born with bloodless victory.
But lo, ye younger men, another prize
Awaiteth the swift play of cunning hands.
Step forth then: gladden great Peleides’ soul.”

300ὣς φάτο· τοὶ δʼ ἀΐοντες ἐπέδρακον ἀλλήλοισιν· ἦκα δὲ πάντες ἔμιμνον ἀναινόμενοι τὸν ἄεθλον, εἰ μή σφεας ἐνένιπεν ἀγαυοῦ Νηλέος υἱός· ὦ φίλοι, οὔτι ἔοικε δαήμονος ἄνδρας ἀϋτῆς πυγμαχίην ἀλέασθαι ἐπήρατον, ἥ τε νέοισι 305τερπωλὴ πέλεται, καμάτῳ δʼ ἐπὶ κῦδος ἀγινεῖ. ὣς εἴθʼ ἐν γυίοισιν ἐμοῖς ἔτι κάρτος ἔκειτο, οἶον ὅτʼ ἀντίθεον Πελίην κατεθάπτομεν ἡμεῖς, αὐτὸς ἐγὼ καὶ Ἄκαστος, ἀνεψιοὶ εἰς ἕν ἰόντες, ὁππότʼ ἄρʼ ἀμφήριστος ἐγώ Πολυδεύκεϊ δίῳ 310πυγμαχίῃ γενόμην, ἔλαβον δέ οἱ ἶσον ἄεθλον· ἐν δὲ παλαισμοσύνῃ με καὶ ὁ κρατερώτατος ἄλλων Ἀγκαῖος θάμβησε καὶ ἔτρεσεν, οὐδέ μοι ἔτλη ἀντίον ἐλθέμεναι νίκης ὕπερ, οὕνεκʼ ἄρʼ αὐτὸν ἤδη που τὸ πάροιθε παρʼ ἀγχεμάχοισιν Ἐπειοῖς 315νίκησʼ ἠῢν ἐόντα, πεσὼν δʼ ἐκονίσατο νῶτα σῆμα πάρα φθιμένου Ἀμαρυγκέος, ἀμφὶ δʼ ἄρʼ αὐτῷ πολλοὶ θηήσαντο βίην καὶ κάρτος ἐμεῖο· τῷ νύ μοι οὐκέτι κεῖνος ἐναντίου ἤρατο χεῖρας καὶ κρατερός περ ἐών, ἔλαβον δʼ ἀκόνιτος ἄεθλον· 320νῦν δέ με γῆρας ἔπεισι καὶ ἄλγεα· τοὔνεκʼ ἄνωγα ὑμέας, οἶσιν ἔοικεν, ἀέθλια χερσὶν ἀρέσθαι· κῦδος γὰρ νέῳ ἀνδρὶ φέρειν ἀπʼ ἀγῶνος ἄεθλον.

He spake, they heard; but each on other looked,
And, loth to essay the contest, all sat still,
Till Neleus’ son rebuked those laggard souls:
“Friends, it were shame that men should shun the play
Of clenched hands, who in that noble sport
Have skill, wherein young men delight, which links
Glory to toil. Ah that my thews were strong
As when we held King Pelias’ funeral-feast,
I and Acastus, kinsmen joining hands,
When I with godlike Polydeuces stood
In gauntlet-strife, in even-balanced fray,
And when Ancaeus in the wrestlers’ ring
Mightier than all beside, yet feared and shrank
From me, and dared not strive with me that day,
For that ere then amidst the Epeian men—
No battle-blenchers they!—I had vanquished him,
For all his might, and dashed him to the dust
By dead Amaryncus’ tomb, and thousands round
Sat marvelling at my prowess and my strength.
Therefore against me not a second time
Raised he his hands, strong wrestler though he were;
And so I won an uncontested prize.
But now old age is on me, and many griefs.
Therefore I bid you, whom it well beseems,
To win the prize; for glory crowns the youth
Who bears away the meed of athlete-strife.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.