Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.514–581: Achilles' body is washed

At nightfall Nestor tells Agamemnon what to do for the body. Water is heated, and Achilles is washed and dressed, and Athena pours ambrosia on him so that he looks as if asleep. The captive women, and above all Briseis, lament him.

Lines 3.514–581 · 594 words · click a number to copy its link
514καί σφιν ὀδυρομένοισα τάχʼ ἤλυθε κυανέη νύξ, 515εἰ μὴ ἄρʼ Ἀτρείδην προσεφώνεε Νηλέος υἱὸς Νέστωρ, ὅς ῥά τʼ ἔχεσκεν ἐνὶ φρεσὶ μυρίου ἄλγος μνησάμενος σφοῦ παιδὸς ἐΰφρονος Ἀντιλόχοιο· Ἀργείων σκηπτοῦχε μέγα κρατέων Ἀγάμεμνον, νῦν μὲν ἀποσχώμεσθα δυσηχέος αἶψα γόοιο 520σήμερον· οὐ γὰρ ἔτʼ αὖθις ἐρωήσει τις Ἀχαιοὺς κλαυθμοῦ ἄδην κορέσασθαι ἐπʼ ἤματα πολλὰ γοῶντας. ἀλλʼ ἄγε δὴ βρότον αἰνὸν ἀταρβέος Αἰακίδαο λούσαντες λεχέεσσʼ ἐνιθείομεν· οὐ γὰρ ἔοικεν αἰσχύνειν ἐπὶ δηρὸν ἀκηδείῃσι θανόντας. 525καὶ τὰ μὲν ὣς ἐπέτελλε περίφρων Νηλέος υἱός· αὐτὰρ ὅ γʼ οἷς ἑτάροισιν ἐπισπέρχων ἐκέλευεν ὕδατος ἐν πυρὶ θέντας ἄφαρ κρυεροῖο λέβητας θερμῆναι λοῦσαί τε νέκυν, περί θʼ εἵματα ἕσσαι καλά, τά οἱ πόρε παιδὶ φίλῳ ἁλιπόρφυρα μήτηρ 530ἐς Τροίην ἀνιόντι. θοῶς δʼ ἐπίθησαν ἄνακτι· ἐνδυκέως δʼ ἄρα πάντα πονησάμενοι κατὰ κόσμον κάτθεσαν ἐν κλισίῃσι δεδουπότα Πηλείωνα. τὸν δʼ ἐσιδοῦσʼ ἐλέησε περίφρων Τριτογένεια· στάζε δʼ ἄρʼ ἀμβροσίην κατὰ κράατος, ἥν ῥά τέ φασι 535δηρὸν ἐρυκακέειν νεαρὸν χρόα κηρὶ δαμέντων· θῆκε δʼ ἄρ ἐρσήεντα καὶ εἴκελον ἀμπνείοντι· σμερδαλὲον δʼ ἄρʼ ἐπισκύνιον νεκρῷ περ ἐτευξεν, οἶόν τʼ ἀμφʼ ἑτάροιο δαϊκταμένου Πατρόκλοιο χωομένῳ ἐπέκειτο κατὰ βλοσυροῖο προσώπου· 540βριθύτερον δʼ ἄρʼ ἔθηκε δέμας καὶ ἄρειον ἰδέσθαι. Ἀργείους δʼ ἕλε θάμβος ὁμιλαδὸν ἀθρήσαντας Πηλείδην ζώοντι πανείκελον, ὅς ῥʼ ἐπὶ λέκτροις ἐκχύμενος μάλα πουλὺς ἄδην εὕδοντι ἐῴκει.

And on their mourning soon black night had come,
But spake unto Atreides Neleus’ son,
Nestor, whose own heart bare its load of grief
Remembering his own son Antilochus:
“O mighty Agamemnon, sceptre-lord
Of Argives, from wide-shrilling lamentation
Refrain we for this day. None shall withhold
Hereafter these from all their heart’s desire
Of weeping and lamenting many days.
But now go to, from aweless Aeacus’ son
Wash we the foul blood-gouts, and lay we him
Upon a couch: unseemly it is to shame
The dead by leaving them untended long.”

So counselled Neleus’ son, the passing-wise.
Then hasted he his men, and bade them set
Caldrons of cold spring-water o’er the flames,
And wash the corse, and clothe in vesture fair,
Sea-purple, which his mother gave her son
At his first sailing against Troy. With speed
They did their lord’s command: with loving care,
All service meetly rendered, on a couch
Laid they the mighty fallen, Peleus’ son.

The Trito-born, the passing-wise, beheld
And pitied him, and showered upon his head
Ambrosia, which hath virtue aye to keep
Taintless, men say, the flesh of warriors slain.
Like softly-breathing sleeper dewy-fresh
She made him: over that dead face she drew
A stern frown, even as when he lay, with wrath
Darkening his grim face, clasping his slain friend
Patroclus; and she made his frame to be
More massive, like a war-god to behold.
And wonder seized the Argives, as they thronged
And saw the image of a living man,
Where all the stately length of Peleus’ son
Lay on the couch, and seemed as though he slept.

544ἀμφὶ δέ μιν μογεραὶ ληίτιδες, ἅς ῥά ποτʼ αὐτός 545Λῆμνόν τε ζαθέην Κιλίκων τʼ αἰπὺ πτολίεθρον Θήβην Ἠετίωνος ἑλὼν ληίσσατο κούρας, ἱστάμεναι γοάασκον ἀμύσσουσαι χρόα καλόν, στήθεά τʼ ἀμφοτέρῃσι πεπληγυῖαι παλάμῃσιν ἐκ θυμοῦ στενάχεσκον ἐΰφρονα Πηλείωνα· 550τὰς γὰρ δὴ τίεσκε καί ἐκ δηΐων περ ἐούσας· πασάων δʼ ἔκπαγλον ἀκηχεμένη κέαρ ἔνδον Βρισηὶς παράκοιτις ἐϋπτολέμου Ἀχιλῆος ἀμφὶ νέκυν στρωφᾶτο καὶ ἀμφοτέρῃς παλάμῃσι δρυπτομένη χρόα καλὸν ἀΰτεεν· ἐκ δʼ ἁπαλοῖο 555δτήθεος αἱματόεσσαι ἀνὰ σμώδιγγες ἄερθεν θεινομένης· φαίης κεν ἐπὶ γλάγος αἷμα χέασθαι φοίνιον· ἀγλαΐη δέ καὶ ἀχνυμένης ἀλεγεινῶς ἱμερόεν μάρμαιρε· χάρις δέ οἱ ἄμφεχεν εἶδος· τοῖον δʼ ἔκφατο μῦθον ὀϊζυρὸν γοόωσα· 560ὦ μοι ἐγὼ πάντων περιώσιον αἰνὰ παθοῦσα· οὐ γάρ μοι τόσσον περ ἐπήλυθεν ἄλλο τι πῆμα, οὔτε κασιγνήτων οὔτʼ εὐρυχόρου περὶ πάτρης, ὅσσον σεῖο θανόντος· ἐπεὶ σύ μοι ἱερὸν ἦμαρ καὶ φάος ἠελίοιο πέλες καὶ μείλιχος αἰὼν 565ἐλπωρή τʼ ἀγαθοῖο καὶ ἄσπετον ἄλκαρ ἀνίης πάσης τʼ ἀγλαΐης πολὺ φέρτερος ἠδὲ τοκήων ἔπλεο· πάντα γάρ οἶος ἔης δμωῇ περ ἐούσῃ· καί ῥά μʼ ἔθηκας ἄκοιτιν ἐλὼν ἄπο δούλια ἔργα. νῦν δέ τις ἐν νήεσσιν Ἀχαιῶν ἄξεται ἄλλος 570Σπάρτην εἰς ἐρίβωλον ἤ ἐς πολυδίψιον Ἄργος· καί νύ κεν ἀμφιπολεῦσα κακὰς ὑποτλήσομʼ ἀνίας σεῦ ἀπονοσφισθεῖσα δυσάμμορος· ὡς ὄφελόν με γαῖα χυτή ἐκάλυψε, πάρος δέο πότμον ἰδέσθαι. ὣς ἡ μὲν δμηθέντʼ ὀλοφύρετο Πηλείωνα 575δμωῇς σὺν μογερῇσι καί ἀχνυμένοισιν Ἀχαιοῖς μυρομένη καὶ ἄνακτα καὶ ἀνέρα· τῆς δʼ ἀλεγεινὸν οὔποτʼ ἐιέρσετο δάκρυ, κατείβετο δʼ ἄχρις ἐπʼ οὖδας ἐκ βλεφάρων, ὡσεί τε μέλαν κατὰ πίδακος ὕδωρ πετραίης, ἦς πουλὺς ὕπερ παγετός τε χιών τε 580ἐκκέχυται στυφελοῖο κατʼ οὔδεος, ἀμφὶ δὲ πάχνη τήκεθʼ ὁμῶς εὔρῳ τε καὶ ἠελίοιο βολῇσι.

Around him all the woeful captive-maids,
Whom he had taken for a prey, what time
He had ravaged hallowed Lemnos, and had scaled
The towered crags of Thebes, Eetion’s town,
Wailed, as they stood and rent their fair young flesh,
And smote their breasts, and from their hearts bemoaned
That lord of gentleness and courtesy,
Who honoured even the daughters of his foes.
And stricken most of all with heart-sick pain
Briseis, hero Achilles’ couchmate, bowed
Over the dead, and tore her fair young flesh
With ruthless fingers, shrieking: her soft breast
Was ridged with gory weals, so cruelly
She smote it thou hadst said that crimson blood
Had dripped on milk. Yet, in her griefs despite,
Her winsome loveliness shone out, and grace
Hung like a veil about her, as she wailed:
“Woe for this grief passing all griefs beside!
Never on me came anguish like to this
Not when my brethren died, my fatherland
Was wasted—like this anguish for thy death!
Thou wast my day, my sunlight, my sweet life,
Mine hope of good, my strong defence from harm,
Dearer than all my beauty—yea, more dear
Than my lost parents! Thou wast all in all
To me, thou only, captive though I be.
Thou tookest from me every bondmaid’s task
And like a wife didst hold me. Ah, but now
Me shall some new Achaean master bear
To fertile Sparta, or to thirsty Argos.
The bitter cup of thraldom shall I drain,
Severed, ah me, from thee! Oh that the earth
Had veiled my dead face ere I saw thy doom!”

So for slain Peleus’ son did she lament
With woeful handmaids and heart-anguished Greeks,
Mourning a king, a husband. Never dried
Her tears were: ever to the earth they streamed
Like sunless water trickling from a rock
While rime and snow yet mantle o’er the earth
Above it; yet the frost melts down before
The east-wind and the flame-shafts of the sun.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.