Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 2.277–387: Memnon and Nestor

Thrasymedes and Phereus charge Memnon to avenge Antilochus; Phereus kills Polymnius and Thrasymedes kills Laomedon, but the spears cannot hurt Memnon. Nestor himself rushes forward, but Memnon, respecting his age, tells him to withdraw. Nestor answers sadly, retreats, and appeals to Achilles to save his son's body and arms.

Lines 2.277–387 · 1103 words · click a number to copy its link
277ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρεσὶ σύγχυτο θυμὸς πένθεσι λευγαλέοισιν· ἄφαρ δέ οἱ ἤλυθεν ἄγχι Φηρεύς, ὅν ῥα καὶ αὐτὸν ἀποκταμένοιο ἄνακτος 280εἷλεν ἄχος· κρατεροῖο δʼ ἐναντία δηριάασθαι Μέμνονος ὡρμήθησαν ἀνʼ αἱματόεντα κυδοιμόν. ὠς δʼ ὅταν ἀγρευτῆρε κατὰ πτύχας ὑληέσσας οὔρεος ἠλιβάτοιο λιλαιόμενοι μέγα θήρης ἢ συὸς ἢ ἄρκτοιο καταντίον ἀΐσσωσι 285κτεινέμεναι μεμαῶτες, ὁ δʼ ἀμφοτέροις ἐπορούσας θυμῷ μαιμώωντι βίην ἀπαμύνεται ἀνδρῶν· ὣς τότε καὶ Μέμνων φρόνεεν μέγα· τοὶ δέ οἱ ἄγχι ἤλυθον· ἀλλά μιν οὔτι κατακτανέειν ἐδύναντο μακρῇσιν μελίῃσιν· ἀπέπλαγχθεν δέ οἱ αἰχμαὶ 290τῆλε χροός· μάλα γάρ που ἀπέτραπεν Ἠριγένεια· δούρατα δʼ οὐχ ἁλίως χαμάδις πέσεν· ἀλλʼ ὁ μὲν ὦκα ἐμμεμαὼς κατέπεφνε Πολύμνιον υἷα Μέγητος Φηρεὺς ὀβριμόθυμος, ὁ δʼ ἔκτανε Λαομέδοντα Νέστορος ὄβριμος υἱὸς ἀδελφειοῖο χολωθείς, 295ὃν Μέμνων ἐδάϊξε κατὰ μόθον, ἀμφὶ δʼ ἄρʼ αὐτῷ χερσὶν ὑπʼ ἀκαμάτῃσι λύεν παγχάλκεα τεύχη οὔτε βίην ἀλέγων Θρασυμήδεος οὔτε μὲν ἐσθλοῦ Φηρέος, οὕνεκα πολλὸν ὑπείροχος. οἱ δʼ ἅτε θῶε ἀμφʼ ἔλαφον βεβαῶτα μέγαν φοβέοντο λέοντα 300οὔτι πρόσω μεμαῶτες ἔτʼ ἐλθέμεν· αἰνὰ δὲ Νέστωρ ἐγγύθεν εἰσορόων ὀλοφύρετο, κέκλετο δʼ ἄλλους σφοὺς ἑτάρους δηίοισιν ἐπελθέμεν· ἂν δὲ καὶ αὐτὸς ὥρμαινεν πονέεσθαι ἀφʼ ἅρματος, οὕνεκʼ ἄρʼ αὐτὸν παιδὸς ἀποφθιμένοιο ποθὴ ποτὶ μῶλον ἄγεσκε 305πὰρ δύναμιν· μέλλεν δὲ φίλῳ περὶ παιδὶ καὶ αὐτὸς κεῖσθαι ὁμῶς κταμένοις ἐναρίθμιος, εἰ μὴ ἄρʼ αὐτὸν Μέμνων ὀβριμόθυμος ἐπεσσύμενον προσέειπεν αἰδεσθεὶς ἀνὰ θυμὸν ὁμήλικα πατρὸς ἑοῖο·

Then at his cry that brother’s heart was stung
With bitter grief. Swift for his help drew nigh
Phereus, on whom for his great prince’s fall
Came anguish. Charged these warriors twain to face
Strong Memnon in the gory strife. As when
Two hunters ‘mid a forest’s mountain-folds,
Eager to take the prey, rush on to meet
A wild boar or a bear, with hearts afire
To slay him, but in furious mood he leaps
On them, and holds at bay the might of men;
So swelled the heart of Memnon. Nigh drew they,
Yet vainly essayed to slay him, as they hurled
The long spears, but the lances glanced aside
Far from his flesh: the Dawn-queen turned them thence.
Yet fell their spears not vainly to the ground:
The lance of fiery-hearted Phereus, winged
With eager speed, dealt death to Meges’ son,
Polymnius: Laomedon was slain
By the wrath of Nestor’s son for a brother dead,
The dear one Memnon slew in battle-rout,
And whom the slayer’s war-unwearied hands
Now stripped of his all-brazen battle-gear,
Nought recking, he, of Thrasymedes’ might,
Nor of stout Phereus, who were unto him
But weaklings. A great lion seemed he there
Standing above a hart, as jackals they,
That, howso hungry, dare not come too nigh.

309ὧ γέρον, οὔ μοι ἔοικε καταντία σεῖο μάχεσθαι 310πρεσβυτέροιο γεγῶτος, ἐπεί γʼ εὖ οἶδα νοῆσαι· ἦ γὰρ ἔγωγʼ ἐφάμην σε νέον καὶ ἀρήιον ἄνδρα ἀντιάαν δηίοισι· θρασὺς δέ μοι ἔλπετο θυμὸς χειρὸς ἐμῆς καὶ δουρὸς ἐπάξιον ἔμμεναι ἔργον. ἀλλʼ ἀναχάζεο τῆλε μόθου στυγεροῦ τε φόνοιο, 315χάζεο, μή σε βάλοιμι καὶ οὐκ ἐθέλων περ ἀνάγκῃ, μηδὲ τεῷ περὶ παιδὶ πέσῃς μέγʼ ἀμείνονι φωτὶ μαρνάμενος, μὴ δή σε καὶ ἄφρονα μυθήσωνται ἀνέρες· οὐ γὰρ ἔοικεν ὑπερτέρῳ ἀντιάασθαι. ὣς φάτο· τὸν δʼ ἑτέρωθι γέρων ἠμείβετο μύθῳ· 320ὦ Μέμνον, τὰ μὲν ἄρ που ἐτώσια πάντʼ ἀγορεύεις· οὐ μὲν γὰρ δηίοισι πονεύμενον εἵνεκα παιδὸς ἀφραίνειν ἐρέει τις ἀνηλέα παιδοφονῆα νεκροῦ ἑκὰς σεύοντα κατὰ μόθον· ὡς ὄφελόν μοι ἀλκὴ ἔτʼ ἔμπεδος ἦεν, ἵνα γνώῃς ἐμὸν ἔγχος· 325νῦν δὲ σὺ μὲν μάλα πάγχυ μέγʼ εὔχεαι, οὕνεκα θυμὸς θαρσαλέος νέου ἀνδρὸς ἐλαφρότερον δὲ νόημα· τῷ ῥα καὶ ὑψηλὰ φρονέων ἀποφώλια βάζεις. εἰ δέ μοι ἡβώωντι καταντίον εἰληλούθεις, οὐκ ἄν τοι κεχάροντο φίλοι κρατερῷ περ ἐόντι· 330νῦν δʼ ὥς τίς τε λέων ὑπὸ γήραος ἄχθομαι αἰνοῦ, ὅν τε κύων σταθμοῖο πολυρρήνοιο δίηται θαρσαλέως, ὁ δʼ ἄρʼ οὔτι λιλαιόμενός περ ἀμύνει οἷ αὐτῷ, οὐ γάρ οἱ ἔτʼ ἔμπεδοί εἰσιν ὀδόντες οὐδὲ βίη, κρατερὸν δὲ χρόνῳ ἀμαθύνεται ἦτορ· 335ὣς ἐμοὶ οὐκέτι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν, οἷόν. περ τὸ πάροιθεν· ὅμως δʼ ἔτι φέρτερός εἰμι πολλῶν ἀνθρώπων, παύροισι δέ γῆρας ὑπείκει ἡμέτερον, τοῖς κάρτος ὁμῶς πέλει ἠδὲ καὶ ἥβη.

But hard thereby the father gazed thereon
In agony, and cried the rescue-cry
To other his war-comrades for their aid
Against the foe. Himself too burned to fight
From his war-car; for yearning for the dead
Goaded him to the fray beyond his strength.
Ay, and himself had been on his dear son
Laid, numbered with the dead, had not the voice
Of Memnon stayed him even in act to rush
Upon him, for he reverenced in his heart
The white hairs of an age-mate of his sire:
“Ancient,” he cried, “it were my shame to fight.
With one so much mine elder: I am not
Blind unto honour. Verily I weened
That this was some young warrior, when I saw
Thee facing thus the foe. My bold heart hoped
For contest worthy of mine hand and spear.
Nay, draw thou back afar from battle-toil
And bitter death. Go, lest, how loth soe’er,
I smite thee of sore need. Nay, fall not thou
Beside thy son, against a mightier man
Fighting, lest men with folly thee should charge,
For folly it is that braves o’ermastering might.”

He spake, and answered him that warrior old:
“Nay, Memnon, vain was that last word of thine.
None would name fool the father who essayed,
Battling with foes for his son’s sake, to thrust
The ruthless slayer back from that dear corpse,
But ah that yet my strength were whole in me,
That thou might’st know my spear! Now canst thou vaunt
Proudly enow: a young man’s heart is bold
And light his wit. Uplifted is thy soul
And vain thy speech. If in my strength of youth
Thou hadst met me—ha, thy friends had not rejoiced,
For all thy might! But me the grievous weight
Of age bows down, like an old lion whom
A cur may boldly drive back from the fold,
For that he cannot, in his wrath’s despite,
Maintain his own cause, being toothless now,
And strengthless, and his strong heart tamed by time.
So well the springs of olden strength no more
Now in my breast. Yet am I stronger still
Than many men; my grey hairs yield to few
That have within them all the strength of youth.”

338ὣς εἰπὼν ἀπὸ βαιὸν ἐχάσσατο· λεῖπε δʼ ἄρʼ υἷα κείμενον ἐν κονίῃσιν, ἐπεί νύ οἱ οὐκέτι πάμπαν 340γναμπτοῖς ἐν μελέεσσι πέλε σθένος ὡς τὸ πάροιθεν· γήραϊ γὰρ καθύπερθε πολυτλήτῳ βεβάρητο. ὣς δʼ αὕτως ἀπόρουσεν ἑϋμμελίης Θρασυμήδης Φηρεύς τʼ ὀβριμόθυμος ἰδʼ ἄλλοι πάντες ἑταῖροι δειδιότες· μάλα γάρ σφιν ἐῴχετο λοίγιος ἀνήρ. 345Ὡς δʼ ὅτʼ ἀπὸ μεγάλων ὀρέων ποταμὸς βαθυδίνης καχλάζων φορέηται ἀπειρεσίῳ ὀρυμαγδῷ ὁππότε συννεφὲς ἦμαρ ἐπʼ ἀνθρώποισι τανύσσῃ Ζεὺς κλονέων μέγα χεῖμα, περικτυπέουσι δὲ πάντῃ βρονταὶ ὁμῶς στεροπῇσιν ἄδην νεφέων συνιόντων 350θεσπεσίων, κοῖλαι δὲ περικλύζονται ἄρουραι ὄμβρου ἐπεσσυμένοιο δυσηχέος, ἀμφὶ δὲ μακραὶ σμερδαλέον βοόωσι κατʼ οὔρεα πάντα χαράδραι· ὣς Μέμνων σεύεσκεν ἐπʼ ᾐόνας Ἑλλησπόντου Ἀργείους· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε· 355πολλοὶ δʼ ἐν κονίῃσι καὶ αἵματι θυμὸν ἔλειπον Αἰθιόπων ὑπὸ χερσί· λύορῳ δʼ ἐφορύνετο γαῖα ὀλλυμένων Δαναῶν. μέγα δʼ ἐν φρεσὶ γήθεε Μέμνων αἰὲν ἐπεσσύμενος δηίων στίχας· ἀμφὶ δὲ νεκρῶν στείνετο Τρώιον οὖδας· ὁ δʼ οὐκ ἀπέληγε κυδοιμοῦ· 360ἔλπετο γὰρ Τρώεσσι φάος, Δαναοῖσι δὲ πῆμα ἔσσεσθʼ· ἀλλά ἑ Μοῖρα πολύστονος ἠπερόρευεν ἐγγύθεν ἱσταμένη καὶ ἐπὶ κλόνον ὀτρύνουσα. ἀμφὶ δὲ οἱ θεράποντες ἐϋσθενέες πονέοντο, Ἀλκυονεὺς Νύχιός τε καὶ Ἀσιάδης ἐρίθυμος 365αἰχμητής τε Μένεκλος Ἀλέξιππός τε Κλύδων τε ἄλλοι τʼ ἰωχμοῖο μεμαότες, οἵ ῥα καὶ αὐτοὶ καρτύναντʼ ἀνὰ δῆριν ἑῷ πίσυνοι βασιλῆι. καὶ τότε δή ῥα Μένεκλον ἐπεσσύμενον Δαναοῖσι Νηλείδης κατέπεφνεν. ὁ δʼ ἀσχαλόων ἑτάροιο 370Μέμνων ὀβριμόθυμος ἐνήρατο πουλὺν ὅμιλον· ὡς δʼ ὅτε τις κραιπνῇσιν ἐπιβρίσας ἐλάφοισι θηρητὴρ ἐν ὄρεσσι λίνων ἔντοσθεν ἐρεμνῶν ἰλαδὸν ἀγρομένῃσιν ἐς ὑστάτιον δόλον ἄγρης αἰζηῶν ἰότητι, κύνες δʼ ἐπικαγχαλόωσιν, 375πυκνὸν ὑλακτιόωντες, ὁ δʼ ἐμμεμαὼς ὑπʼ ἄκοντι κεμμάσιν ὠκυτάτῃσι φόνον στονόεντα τίθησιν· ὣς Μέμνων ἐδάϊζε πολὺν στρατόν· ἀμφὶ δʼ ἑταῖροι γήθεον· Ἀργεῖοι δὲ περικλυτὸν ἄνδρʼ ἐφέβοντο.

So drew he back a little space, and left
Lying in dust his son, since now no more
Lived in the once lithe limbs the olden strength,
For the years’ weight lay heavy on his head.
Back leapt Thrasymedes likewise, spearman good,
And battle-eager Phereus, and the rest
Their comrades; for that slaughter-dealing man
Pressed hard on them. As when from mountains high
A shouting river with wide-echoing din
Sweeps down its fathomless whirlpools through the gloom,
When God with tumult of a mighty storm
Hath palled the sky in cloud from verge to verge,
When thunders crash all round, when thick and fast
Gleam lightnings from the huddling clouds, when fields
Are flooded as the hissing rain descends,
And all the air is filled with awful roar
Of torrents pouring down the hill-ravines;
So Memnon toward the shores of Hellespont
Before him hurled the Argives, following hard
Behind them, slaughtering ever. Many a man
Fell in the dust, and left his life in blood
‘Neath Aethiop hands. Stained was the earth with gore
As Danaans died. Exulted Memnon’s soul
As on the ranks of foemen ever he rushed,
And heaped with dead was all the plain of Troy.
And still from fight refrained he not; he hoped
To be a light of safety unto Troy
And bane to Danaans. But all the while
Stood baleful Doom beside him, and spurred on
To strife, with flattering smile. To right, to left
His stalwart helpers wrought in battle-toil,
Alcyoneus and Nychius, and the son
Of Asius furious-souled; Meneclus’ spear,
Clydon and Alexippus, yea, a host
Eager to chase the foe, men who in fight
Quit them like men, exulting in their king.
Then, as Meneclus on the Danaans charged,
The son of Neleus slew him. Wroth for his friend,
Whole throngs of foes fierce-hearted Memnon slew.
As when a hunter midst the mountains drives
Swift deer within the dark lines of his toils—
The eager ring of beaters closing in
Presses the huddled throng into the snares
Of death: the dogs are wild with joy of the chase
Ceaselessly giving tongue, the while his darts
Leap winged with death on brocket and on hind;
So Memnon slew and ever slew: his men
Rejoiced, the while in panic stricken rout
Before that glorious man the Argives fled.
As when from a steep mountain’s precipice-brow
Leaps a huge crag, which all-resistless Zeus
By stroke of thunderbolt hath hurled from the crest;
Crash oakwood copses, echo long ravines,
Shudders the forest to its rattle and roar,
And flocks therein and herds and wild things flee
Scattering, as bounding, whirling, it descends
With deadly pitiless onrush; so his foes
Fled from the lightning-flash of Memnon’s spear.

379ὡς δʼ ὁπότʼ ἐξεριπόντος ἀπʼ οὔρεος ἠλιβάτοιο 380πέτρου ἀπειρεσίοιο, τὸν ὑψόθεν ἀκάματος Ζεὺς ὤσῃ ἀπὸ κρημνοῖο βαλὼν στονόεντι κεραυνῷ, τοῦ δʼ ἄρʼ ἀνὰ δρυρὰ πυκνὰ καὶ ἄγκεα μακρὰ ῥαγέντος βῆσσαι ἐπικτυπέουσι, περιτρομέουσι δʼ ἀνʼ ὕλην, εἴ που μῆλʼ ὑπένερθε κυλινδομένοιο νέμονται 385ἢ βόες ἠέ τινʼ ἄλλα, καὶ ἐξαλέονται ἰόντος ῥιπὴν ἀργαλέην καὶ ἀμείλιχον· ὣς ἄρʼ Ἀχαιοὶ Μέμνονος ὄβριμον ἔγχος ἐπεσσυμένοιο φέβοντο.

Then to the side of Aeacus’ mighty son
Came Nestor. Anguished for his son he cried:
“Achilles, thou great bulwark of the Greeks,
Slain is my child! The armour of my dead
Hath Memnon, and I fear me lest his corse
Be cast a prey to dogs. Haste to his help!
True friend is he who still remembereth
A friend though slain, and grieves for one no more.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.