Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 1.654–765: Achilles and Thersites

Achilles takes the helmet from the dead queen's head and, seeing how beautiful she is, grieves for her. Ares rushes down from Olympus in anger for his child but is held back by Zeus. Thersites jeers at Achilles for pitying an Amazon, and Achilles strikes him dead with a single blow.

Lines 1.654–765 · 1163 words · click a number to copy its link
654ὣς εἰπὼν μελίην ἐξείρυσε Πηλέος υἱὸς 655ὠκέος ἐξ ἵπποιο καὶ αἰνῆς Πενθεσιλείης· ἄμφω δʼ ἀσπαίρεσκον ὑφʼ ἓν δόρυ δῃωθέντες. ἀμφὶ δέ οἱ κρατὸς κόρυν εἵλετο μαρμαίρουσαν ἠελίου ἀκτῖσιν ἀλίγκιον ἢ Διὸς· αἴγλῃ· τῆς δὲ καὶ ἐν κονίῃσι καὶ αἵματι πεπτηυίης 660ἐξεφάνη ἐρατῇσιν ὑπʼ ὀφρύσι καλά πρόσωπα καίπερ ἀποκταμένης. οἱ δʼ, ὡς ἴδον, ἀμφιέποντες Ἀργεῖοι θάμβησαν, ἐπεὶ μακάρεσσιν ἐῴκει. κεῖτο γὰρ ἐν τεύχεσσι κατὰ χθονὸς ἠΰτʼ ἀτειρὴς Ἄρτεμις ὑπνώουσα, Διὸς τέκος, εὖτε κάμῃσι 665γυῖα κατʼ οὔρεα μακρὰ θοοὺς βάλλουσα λέοντας· αὐτὴ γάρ μιν ἔτευξε καὶ ἐν φθιμένοισιν ἀγητὴν Κύπρις ἐϋστέφανος κρατεροῦ παράκοιτις Ἄρηος, ὄφρα τι καὶ Πηλῆος ἀμύμονος υἷʼ ἀκαχήσῃ. πολλοὶ δʼ εὐχετόωντο κατʼ οἰκία νοστήσαντες 670τοίης ἧς ἀλόχοιο παρὰ λεχέεσσιν ἰαῦσαι. καὶ δʼ Ἀχιλεὺς ἀλίαστον ἑῷ ἐνετείρετο θυμῷ, οὕνεκά μιν κατέπεφνε καὶ οὐκ ἄγε δῖαν ἄκοιτιν Φθίην εἰς εὔπωλον, ἐπεὶ μέγεθός τε καὶ εἶδος ἔπλετʼ ἀμώμητός τε καὶ ἀθανάτῃσιν ὁμοίη. 675Ἄρεϊ δʼ ἔμπεσε πένθος ὑπὸ φρένας ἀμφὶ θυγατρὸς θυμὸν ἀκηχεμένῳ· τάχα δʼ ἔκθορεν Οὐλύμποιο σμερδαλέῳ ἀτάλαντος ἐΰ κτυπέοντι κεραυνῷ, ὅν τε Ζεὺς προΐησιν, ὁ δʼ ἀκαμάτης ἀπὸ χειρὸς ἔσσυται ἢ ἐπὶ πόντον ἀπείριτον ἢ ἐπὶ γαῖαν 680μαρμαίρων, τῷ δʼ ἀμφὶ μέγας πελεμίζετʼ Ὄλυμπος· τοῖος Ἄρης ταναοῖο διʼ ἠέρος ἀσχαλόων κῆρ ἔσσυτο σὺν τεύχεσσιν, ἐπεὶ μόρον αἰνὸν ἄκουσε παιδὸς ἑῆς· τῷ γάρ ῥα κατʼ οὐρανὸν εὐρὺν ἐόντι αὖραι μυθήσαντο θοαὶ Βορέαο θύγατρες 685κούρης αἰνὸν ὄλεθρον· ὁ δʼ ὡς κλύεν, ἶσος ἀέλλῃ Ἰδαίων ὀρέων ἐπεβήσατο· τοῦ δʼ ὑπὸ ποσσὶν ἄγκεα κίνυτο μακρὰ βαθύρρωχμοί τε χαράδραι καὶ ποταμοὶ καὶ πάντες ἀπειρέσιοι πόδες Ἴδης.

So spake he, and his ashen spear the son
Of Peleus drew from that swift horse, and from
Penthesileia in death’s agony.
Then steed and rider gasped their lives away
Slain by one spear. Now from her head he plucked
The helmet splendour-flashing like the beams
Of the great sun, or Zeus’ own glory-light.
Then, there as fallen in dust and blood she lay,
Rose, like the breaking of the dawn, to view
‘Neath dainty-pencilled brows a lovely face,
Lovely in death. The Argives thronged around,
And all they saw and marvelled, for she seemed
Like an Immortal. In her armour there
Upon the earth she lay, and seemed the Child
Of Zeus, the tireless Huntress Artemis
Sleeping, what time her feet forwearied are
With following lions with her flying shafts
Over the hills far-stretching. She was made
A wonder of beauty even in her death
By Aphrodite glorious-crowned, the Bride
Of the strong War-god, to the end that he,
The son of noble Peleus, might be pierced
With the sharp arrow of repentant love.
The warriors gazed, and in their hearts they prayed
That fair and sweet like her their wives might seem,
Laid on the bed of love, when home they won.
Yea, and Achilles’ very heart was wrung
With love’s remorse to have slain a thing so sweet,
Who might have borne her home, his queenly bride,
To chariot-glorious Phthia; for she was
Flawless, a very daughter of the Gods,
Divinely tall, and most divinely fair.

689καί νύ κε Μυρμιδόνεσσι πολύστονον ὤπασεν ἦμαρ, 690εἰ μή μιν Ζεὺς αὐτὸς ἀπʼ Οὐλύμποιο φόβησε σμερδαλέῃς στεροπῇσι καὶ ἀργαλέοισι κεραυνοῖς, οἵ οἱ πρόσθε ποδῶν θαμέες ποτόωντο διʼ αἴθγης δεινὸν ἀπαιθόμενοι· ὁ δʼ ἄρʼ εἰσορόων ἐνόησε πατρὸς ἐριγδούποιο μέγα βρομέουσαν ὁμοκλήν· 695ἔστη δʼ ἐσσύμενός περ ἐπὶ πτολέμοιο κυδοιμόν. ὡς δʼ ὅτʼ ἀπʼ ἠλιβάτου σκοπιῆς περιμήκεα λᾶαν λάβρος ὁμῶς ἀνέμοισιν ἀπορρήξῃ Διὸς ὄμβρος, ὄμβρος ἄρʼ ἠὲ κεραυνός, ἐπικτυπέουσι δὲ βῆσσαι λάβρα κυλινδομένοιο, ὁ δʼ ἀκαμάτῳ ὑπὸ ῥοίζῳ 700ἔσσυτʼ ἁναθρώσκων μάλα ταρφέα, μέχρις ἵκηται χῶρον ἐπʼ ἰσόπεδον, σταίη δʼ ἄφαρ οὐκ ἐθέλων περ· ὣς Διὸς ὄβριμος υἱὸς Ἄρης ἀέκοντί γε θυμῷ ἔστη ἐπειγόμενός περ, ἐπεὶ μακάρων μεδέοντι πάντες ὁμῶς εἴκουσιν Ὀλύμπιοι, οὕνεκʼ ἄρʼ αὐτῶν 705πολλὸν ὑπέρτατός ἐστι, πέλει δέ οἱ ἄσπετος ἀλκή. πολλὰ δέ πορφύροντα θοὸς νόος ὀτρύνεσκεν ἄλλοτε μέν Κρονίδαο μέγʼ ἀσχαλόωντος ἐνιπὴν σμερδαλέην τρομέοντα πρὸς οὐρανὸν ἀπονέεσθαι, ἄλλοτε δʼ οὐκ ἀλέγειν σφετέρου πατρός, ἀλλʼ Ἀχιλῆι 710μῖξαι ἐν αἵματι χεῖρας ἀτειρέας. ὀψὲ δέ οἱ κῆρ μνήσαθʼ, ὅσοι καὶ Ζηνὸς ἐνὶ πτολέμοισι δάμησαν υἱέες, οἷς οὐδʼ αὐτὸς ἐπήρκεσεν ὀλλυμένοισιν· τοὔνεκʼ ἀπʼ Ἀργείων ἑκάς ἤϊεν· ἦ γὰρ ἔμελλεν κεῖσθαι ὁμῶς Τιτῆσι δαμεὶς στονόεντι κεραυνῷ, 715εἰ Διὸς ἀθανάτοιο παρὲκ νόον ἄλλα μενοίνα. καὶ τότʼ ἀρήϊοι υἷες ἐϋσθενέων Ἀργείων σύλεομ ἐσσυμένως βεβροτωμένα τεύχεα νεκρῶν πάντῃ ἐπεσσύμενοι· μέγα δʼ ἄχνυτο Πηλέος υἱὸς κούρης εἰσορόων ἐρατὸν σθένος ἐν κουίῃσι· 720τοὔνεκά οἱ κραδίην ὀλοαὶ κατέδαπτον ἀνῖαι ὁππόσον ἀμφʼ ἑτάροιο πάρος Πατρόκλοιο δαμέντος.

Then Ares’ heart was thrilled with grief and rage
For his child slain. Straight from Olympus down
He darted, swift and bright as thunderbolt
Terribly flashing from the mighty hand Of
Zeus, far leaping o’er the trackless sea,
Or flaming o’er the land, while shuddereth
All wide Olympus as it passeth by.
So through the quivering air with heart aflame
Swooped Ares armour-clad, soon as he heard
The dread doom of his daughter. For the Gales,
The North-wind’s fleet-winged daughters, bare to him,
As through the wide halls of the sky he strode,
The tidings of the maiden’s woeful end.
Soon as he heard it, like a tempest-blast
Down to the ridges of Ida leapt he: quaked
Under his feet the long glens and ravines
Deep-scored, all Ida’s torrent-beds, and all
Far-stretching foot-hills. Now had Ares brought
A day of mourning on the Myrmidons,
But Zeus himself from far Olympus sent
Mid shattering thunders terror of levin-bolts
Which thick and fast leapt through the welkin down
Before his feet, blazing with fearful flames.
And Ares saw, and knew the stormy threat
Of the mighty-thundering Father, and he stayed
His eager feet, now on the very brink
Of battle’s turmoil. As when some huge crag
Thrust from a beetling cliff-brow by the winds
And torrent rains, or lightning-lance of Zeus,
Leaps like a wild beast, and the mountain-glens
Fling back their crashing echoes as it rolls
In mad speed on, as with resistless swoop
Of bound on bound it rushes down, until
It cometh to the levels of the plain,
And there perforce its stormy flight is stayed;

So Ares, battle-eager Son of Zeus,
Was stayed, how loth soe’er; for all the Gods
To the Ruler of the Blessed needs must yield,
Seeing he sits high-throned above them all,
Clothed in his might unspeakable. Yet still
Many a wild thought surged through Ares’ soul,
Urging him now to dread the terrible threat
Of Cronos’ wrathful Son, and to return
Heavenward, and now to reck not of his Sire,
But with Achilles’ blood to stain those hands,
The battle-tireless. At the last his heart
Remembered how that many and many a son
Of Zeus himself in many a war had died,
Nor in their fall had Zeus availed them aught.
Therefore he turned him from the Argives—else,
Down smitten by the blasting thunderbolt,
With Titans in the nether gloom he had lain,
Who dared defy the eternal will of Zeus.

Then did the warrior sons of Argos strip
With eager haste from corpses strown all round
The blood-stained spoils. But ever Peleus’ son
Gazed, wild with all regret, still gazed on her,
The strong, the beautiful, laid in the dust;
And all his heart was wrung, was broken down
With sorrowing love, deep, strong as he had known
When that beloved friend Patroclus died.

722Θερσίτης δέ μιν ἄντα κακῷ μέγα νείκεσε μύθῳ· ὦ Ἀχιλεῦ φρένας αἰνέ, τίη νύ σευ ἤπαφε δαίμων θυμὸν ἐνὶ στέρνοισιν Ἀμαζόνος εἵνεκα λυγρῆς, 725ἣ νῶιν κακὰ πολλὰ λιλαίετο μητίσασθαι; τῆς τοι ἐνὶ φρεσὶ σῇσι γυναιμανές ἦτορ ἔχουτι μέμβλεται ὡς ἀλόχοιο πολύφρονος, ἥν τʼ ἐπὶ ἕδνοις κουριδίην μνήστευσας ἐελδόμενος γαμέεσθαι. ὥς σʼ ὄφελον κατὰ δῆριν ὑποφθαμένη βάλε δουρί, 730οὕνεκα θηλυτέρῃσιν ἄδην ἐπιτέρπεαι ἦτορ, οὐδέ νύ σοί τι μέμηλεν ἐνὶ φρεσὶν οὐλομένῃσιν ἀμθʼ ἀρετῆς κλυτὸν ἔργου, ἐπὴν ἐσίδησθα γυναῖκα. σχέτλιε, ποῦ νύ τοί ἐστιν ἐῢ σθένος ἠδὲ νόημα; πῇ δὲ βίη βασιλῆος ἀμύμονος; οὐδέ τι οἶαθα 735ὅσσον ἄχος Τρώεσσι γυναιμανέουσι τέτυκται; οὐ γὰρ τερπωλῆς ὀλοώτερον ἄλλο βροτοῖσιν ἐς λέχος ἱεμένης, ἥ τʼ ἄφρονα φῶτα τίθησι καὶ πινυτόν περ ἐόντα· πόνῳ δʼ ἄρα κῦδος ὀπηδεῖ· ἀνδρὶ γὰρ αἰχμητῇ νίκης κλέος ἔργα τʼ Ἄρηος 740τερπνά· φυγοπτολέμῳ δὲ γυναικῶν εὔαδεν εὐνή. ἦ μέγα νεικείων· ὁ δέ οἱ περιχώσατο θυμῷ Πηλείδης ἐρίθυμος· ἄφαρ δέ ἑ χειρὶ κραταιῇ τύψε κατὰ γναθμοῖο καὶ οὔατος· οἱ δʼ ἅμα πάντες ἐξεχύθνσαν ὀδόντες ἐπὶ χθόνα, κάππεσε δʼ αὐτὸς 745πρηνής· ἐκ δέ οἱ αἷμα διὰ στόματος πεφόρητο ἀθρόον· αἶψα δʼ ἄναλκις ἀπὸ μελέων φύγε θυμὸς ἀνέρος οὐτιδανοῖο· χάρη δʼ ἄρα λαὸς Ἀχαιῶν· τοὺς γὰρ νείκεε πάμπαν ἐπεσβολίῃσι κακῇσιν αὐτὸς ἐὼν λωβητός· ὁ γὰρ Δαναῶν πέλεν αἰδώς. 750καί ῥά τις ὧδʼ εἴπεσκεν ἀρηϊθόων Ἀργείων· οὐκ ἀγαθὸν βασιλῆας ὑβριζέμεν ἀνδρὶ χέρηι ἀμφαδὸν οὔτε κρυφηδόν, ἐπεὶ χόλος αἰνὸς ὀπηδεῖ· ἔστι Θέμις, καὶ γλῶσσαν ἀναιδέα τίνυται Ἄτη, ἥ τʼ αἰεὶ μερόπεσσιν ἐπʼ ἄλγεσιν ἄλγος ἀέξει.

Loud jeered Thersites, mocking to his face:
“Thou sorry-souled Achilles! art not shamed
To let some evil Power beguile thine heart
To pity of a pitiful Amazon
Whose furious spirit purposed naught but ill
To us and ours? Ha, woman-mad art thou,
And thy soul lusts for this thing, as she were
Some lady wise in household ways, with gifts
And pure intent for honoured wedlock wooed!
Good had it been had her spear reached thine heart,
The heart that sighs for woman-creatures still!
Thou carest not, unmanly-souled, not thou,
For valour’s glorious path, when once thine eye
Lights on a woman! Sorry wretch, where now
Is all thy goodly prowess? where thy wit?
And where the might that should beseem a king
All-stainless? Dost not know what misery
This self-same woman-madness wrought for Troy?
Nothing there is to men more ruinous
Than lust for woman’s beauty; it maketh fools
Of wise men. But the toil of war attains
Renown. To him that is a hero indeed
Glory of victory and the War-god’s works
Are sweet. ‘Tis but the battle-blencher craves
The beauty and the bed of such as she!”

So railed he long and loud: the mighty heart
Of Peleus’ son leapt into flame of wrath.
A sudden buffet of his resistless hand
Smote ‘neath the railer’s ear, and all his teeth
Were dashed to the earth: he fell upon his face:
Forth of his lips the blood in torrent gushed:
Swift from his body fled the dastard soul
Of that vile niddering. Achaea’s sons
Rejoiced thereat, for aye he wont to rail
On each and all with venomous gibes, himself
A scandal and the shame of all the host.
Then mid the warrior Argives cried a voice:
“Not good it is for baser men to rail
On kings, or secretly or openly;
For wrathful retribution swiftly comes.
The Lady of Justice sits on high; and she
Who heapeth woe on woe on humankind,
Even Ate, punisheth the shameless tongue.”

755ὣς ἄρʼ ἔφη Δαναῶν τις· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ Πηνείδης ἐρίθυμος ἔπος ποτὶ τοῖον ἔειπεν· κεῖσό νυν ἐν κονίῃσι λελασμένος ἀφροσυνάων· οὐ γὰρ ἀμείνονι φωτὶ χρεών κακὸν ἀντίʼ ἐρίζειν· ὣ καί που τὸ πάροιθεν Ὀδυσσῆος ταλαὸν κῆρ 760ἀργαλέως ὤρινας ἐλέγχεα μυρία βάζων· ἀλλʼ οὐ Πηλείδης τοι ὁμοίιος ἐξεφαάνθην, ὅς σευ θυμὸν ἔλυσα καὶ οὐκέτι χειρὶ βαρείῃ πληξάμενος· σὲ δὲ πότμος ἀμείλιχος ἀμφεκάλυψεν, σῇ δʼ ὀλιγοδρανίῃ θυμὸν λίπες· ἀλλʼ ἀπʼ Ἀχαιῶν 765ἔρρε καὶ ἐν φθιμένοισιν ἐπεσβολίας ἀγόρευε.

So mid the Danaans cried a voice: nor yet
Within the mighty soul of Peleus’ son
Lulled was the storm of wrath, but fiercely he spake:
“Lie there in dust, thy follies all forgot!
‘Tis not for knaves to beard their betters: once
Thou didst provoke Odysseus’ steadfast soul,
Babbling with venomous tongue a thousand gibes,
And didst escape with life; but thou hast found
The son of Peleus not so patient-souled,
Who with one only buffet from his hand
Unkennels thy dog’s soul! A bitter doom
Hath swallowed thee: by thine own rascalry
Thy life is sped. Hence from Achaean men,
And mouth out thy revilings midst the dead!”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.