Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 1.494–653: Achilles kills Penthesileia

As the Trojans are about to fire the ships, Aias hears the cries and calls Achilles, and both arm and meet the Amazons. Penthesileia hurls two spears at them in vain and boasts, and Achilles pierces her with Chiron's spear. He then runs his spear through her horse, and horse and rider die together.

Lines 1.494–653 · 1687 words · click a number to copy its link
494αὐτὰρ ἐπεὶ καὶ νῆες ἐνιπρήσεσθαι ἔμελλον 495χερσὶν ὕπο Τρώων, τότε που μενεδήιος Αἴας οἰμωγῆς ἐσάκουσε καὶ Αἰακίδην προσέειπεν· ὦ Ἀχιλεῦ, περὶ δή μοι ἀπείριτος ἤλυθεν αὐδὴ οὔασιν ὡς πολέμοιο συνεσταότος μεγάλοιο· ἀλλʼ ἴομεν, μὴ Τρῶες ὑποφθάμενοι παρὰ νηυσὶν 500Ἀργείους ὀλέσωσι, καταφλέξωσι δὲ νῆας· νῶιν δʼ ἀμφοτέροισιν ἐλεγχείη ἀλεγεινὴ ἔσσεται· οὐ γὰρ ἔοικε Διὸς μεγάλοιο γεγῶτας αἰσχύνειν πατέρων ἱερὸν γένος, οἵ ῥα καὶ αὐτοὶ τὸ πρὶν ἅμʼ Ἡρακλῆι δαΐφρονι Δαομέδοντος 505Τροίην, ἀγλαὸν ἄστυ, διέπραθον ἐγχείῃσι· ὡς καὶ νῦν τελέεσθαι ὑφʼ ἡμετέρῃσιν ὀΐω χερσίν, ἐπεὶ μέγα κάρτος ἀέξεται ἀμφοτέροισιν. ὣς φάτο· τῷ δʼ ἐπίθησε θρασὺ σθένος Αἰακίδαο· κλαγγὴν γὰρ στονόεσσαν ὑπέκλυεν οὔασιν οἷσιν. 510ἄμφω δʼ ὡρμήθησαν ἐπʼ ἔντεα μαρμαίροντα· καὶ τὰ μὲν ἑσσάμενοι κατεναντίον ἔσταν ὁμίλου· τῶν δʼ ἄρα τεύχεα καλὰ μέγʼ ἔβραχε· μαίνετο δέ σφιν ἶσον θυμὸς Ἄρηι· τόσον σθένος ἀμφοτέροισι δῶκεν ἐπειγομένοισι σακέσπαλος Ἀτρυτώνη. 515Ἀργεῖοι δʼ ἐχάρησαν, ἐπεὶ ἴδον ἄνδρε κραταιὼ εἰδομένω παίδεσσιν Ἀλωῆος μεγάλοιο, οἵ ποτʼ ἐπʼ εὐρὺν Ὄλυμπον ἔφαν θέμεν οὔρεα μακρὰ Ὄσσαν τʼ αἰπεινὴν καὶ Πήλιον ὑψικάρηνον, ὅππως δὴ μεμαῶτε καὶ οὐρανὸν εἰσαφίκωνται· 520τοῖοι ἄρʼ ἀντέστησαν ἀταρτηροῦ πολέμοιο Αἰακίδαι, μέγα χάρμα λιλαιομένοισιν Ἀχαιοῖς, ἄμφω ἐπειγόμενοι δηίων ἀπὸ λαὸν ὀλέσσαι. πολλοὺς δʼ ἐγχείῃσιν ἀμαιμακέτῃσι δάμασσαν· ὡς δʼ ὅτε πίονα μῆλα βοοδμητῆρε λέοντε 525εὑρόντʼ ἐν ξυλόχοισι φίλων ἀπάνευθε νομήων πανσυδίῃ κτείνωσιν, ἄχρις μέλαν αἷμα πιόντες σπλάγχνων ἐμπλήσωνται ἑὴν πολυχανδέα νηδύν· ὣς οἵ γʼ ἄμφω ὄλεσσαν ἀπειρέσιον στρατὸν ἀνδρῶν.

But when the very ships were now at point
To be by hands of Trojans set aflame,
Then battle-bider Aias heard afar
The panic-cries, and spake to Aeacus’ son:
“Achilles, all the air about mine ears
Is full of multitudinous cries, is full
Of thunder of battle rolling nearer aye.
Let us go forth then, ere the Trojans win
Unto the ships, and make great slaughter there
Of Argive men, and set the ships aflame.
Foulest reproach such thing on thee and me
Should bring; for it beseems not that the seed
Of mighty Zeus should shame the sacred blood
Of hero-fathers, who themselves of old
With Hercules the battle-eager sailed
To Troy, and smote her even at her height
Of glory, when Laomedon was king.
Ay, and I ween that our hands even now
Shall do the like: we too are mighty men.”

He spake: the aweless strength of Aeacus’ son
Hearkened thereto, for also to his ears
By this the roar of bitter battle came.
Then hasted both, and donned their warrior-gear
All splendour-gleaming: now, in these arrayed
Facing that stormy-tossing rout they stand.
Loud clashed their glorious armour: in their souls
A battle-fury like the War-god’s wrath
Maddened; such might was breathed into these twain
By Atrytone, Shaker of the Shield,
As on they pressed. With joy the Argives saw
The coming of that mighty twain: they seemed
In semblance like Aloeus’ giant sons
Who in the old time made that haughty vaunt
Of piling on Olympus’ brow the height
Of Ossa steeply-towering, and the crest
Of sky-encountering Pelion, so to rear
A mountain-stair for their rebellious rage
To scale the highest heaven. Huge as these
The sons of Aeacus seemed, as forth they strode
To stem the tide of war. A gladsome sight
To friends who have fainted for their coming, now
Onward they press to crush triumphant foes.
Many they slew with their resistless spears;
As when two herd-destroying lions come
On sheep amid the copses feeding, far
From help of shepherds, and in heaps on heaps
Slay them, till they have drunken to the full
Of blood, and filled their maws insatiate
With flesh, so those destroyers twain slew on,
Spreading wide havoc through the hosts of Troy.

529Ἔνθʼ Αἴας ἕλε Δηίοχον καὶ ἀρήιον Ὕλλον, 530Εὐρύνομόν τε φιλοπτόλεμον καὶ Ἐνυέα δῖον. Ἀντάνδρην δʼ ἄρα Πηλείδης ἕλε καὶ Πολεμοῦσαν ἠδὲ καὶ Ἀντιβρότην, μετὰ δʼ Ἱπποθόην ἐρίθυμον, τῇσι δʼ ἔφʼ Ἀρμοθόην· ἐπὶ δʼ ᾤχετο λαὸν ἅπαντα αὺν Τελαμωνιάδῃ μεγαλήτορι· τῶν δʼ ὑπὸ χερσὶ 535πυκναί τε σθεναραί τε κατηρείποντο φάλαγγες ῥεῖα καὶ ὀτραλέως, ὡσεὶ πυρὶ δάσκιος ὕλη οὔρεος ἐν ξυνοχῇσιν ἐπισπέρχοντος ἀήτεω. τοὺς δʼ ὁπότʼ εἰσενόησε δαΐφρων Πενθεσίλεια θῆρας ὅπως θύνοντας ἀνὰ μόθον ὀκρυόεντα, 540ἀμφοτέρων ὥρμησε καταντίον, ἠΰτε λυγρὴ πόρδαλις ἐν ξυλόχοισιν ὀλέθριον ἦτορ ἔχουσα αἰνὰ περισσαίνουσα θόρῃ κατέναντʼ ἐπιόντων ἀγρευτέων, οἵπερ μιν ἐν ἔντεσι θωρηχθέντες. ἐσσυμένην μίμνουσι πεποιθότες ἐγχείῃσιν· 545ὣς ἄρα Πενθεσίλειαν ἀρήιοι ἄνδρες ἔμιμνον δούρατʼ ἀειράμενοι· περὶ δέ σφισι χαλκὸς ἀΰτει κινυμένων· πρώτη δʼ ἔβαλεν περιμήκετον ἔγχος ἐσθλὴ Πενθεσίλεια· τὸ δʼ ἐς σάκος Αἰακίδαο ἷξεν, ἀπεπλάγχθη δὲ διατρυφὲν εὖτʼ ἀπὸ πέτρης· 550τοἶ ἔσαν Ἡφαίστοιο περίφρονος ἄμβροτα δῶρα. ἡ δʼ ἕτερον μετὰ χερσὶ τιτύσκετο θοῦρον ἄκοντα Αἴαντος κατέναντα καὶ ἀμφοτέροισιν ἀπείλει· νῦν μὲν ἐμῆς ἀπὸ χειρὸς ἐτώσιον ἔκθορεν ἔγχος· ἀλλʼ ὀΐω τάχα τῷδε μένος καὶ θυμὸν ὀλέσσειν 555ὑμέων ἀμφοτέρων, οἵ τʼ ἄλκιμοι εὐχετάασθε ἔμμεναι ἐν Δαναοῖσιν· ἐλαφροτέρη δὲ μόθοιο ἔσσεται ἱπποδάμοισι τότε Τρώεσσιν ὀϊζύς. ἀλλά μοι ἆσσον ἵκεσθε κατὰ κλόνον, ὄφρʼ ἐσίδησθε, ὅσσον Ἀμαζόσι κάρτος ἐνὶ στήθεσσιν ὄρωρεν· 560καὶ γάρ μευ γένος ἐστὶν Ἀρήιον· οὐδέ με θνητὸς γείνατʼ ἀνήρ, ἀλλʼ αὐτὸς Ἄρης ἀκόρητος ὁμοκλῆς· τοὔνεκά μοι μένος ἐστὶ πολὺ προφερέστατον ἀνδρῶν.

There Deiochus and gallant Hyllus fell
By Aias slain, and fell Eurynomus
Lover of war, and goodly Enyeus died.
But Peleus’ son burst on the Amazons
Smiting Antandre, Polemusa then,
Antibrote, fierce-souled Hippothoe,
Hurling Harmothoe down on sisters slain.
Then hard on all their-reeling ranks he pressed
With Telamon’s mighty-hearted son; and now
Before their hands battalions dense and strong
Crumbled as weakly and as suddenly
As when in mountain-folds the forest-brakes
Shrivel before a tempest-driven fire.

When battle-eager Penthesileia saw
These twain, as through the scourging storm of war
Like ravening beasts they rushed, to meet them there
She sped, as when a leopard grim, whose mood
Is deadly, leaps from forest-coverts forth,
Lashing her tail, on hunters closing round,
While these, in armour clad, and putting trust
In their long spears, await her lightning leap;
So did those warriors twain with spears upswung
Wait Penthesileia. Clanged the brazen plates
About their shoulders as they moved. And first
Leapt the long-shafted lance sped from the hand
Of goodly Penthesileia. Straight it flew
To the shield of Aeacus’ son, but glancing thence
This way and that the shivered fragments sprang
As from a rock-face: of such temper were
The cunning-hearted Fire-god’s gifts divine.
Then in her hand the warrior-maid swung up
A second javelin fury-winged, against
Aias, and with fierce words defied the twain:
“Ha, from mine hand in vain one lance hath leapt!
But with this second look I suddenly
To quell the strength and courage of two foes,—
Ay, though ye vaunt you mighty men of war
Amid your Danaans! Die ye shall, and so
Lighter shall be the load of war’s affliction
That lies upon the Trojan chariot-lords.
Draw nigh, come through the press to grips with me,
So shall ye learn what might wells up in breasts
Of Amazons. With my blood is mingled war!
No mortal man begat me, but the Lord
Of War, insatiate of the battle-cry.
Therefore my might is more than any man’s.”

563ἦ, μέγα καγχαλόωσα κατὰ φρένας· ἧκε δʼ ἄρʼ ἔγχος δεύτερον· οἱ δʼ ἐγέλασσαν, ἄφαρ δέ οἱ ἤλασεν αἰχμὴ Αἴαντος κνημῖδα πανάργυρον. οὐδέ οἱ εἴσω 565ἤλυθεν ἐς χρόα καλὸν ἐπειγομένη περ ἱκέσθαι· οὐ γὰρ δὴ πέπρωτο μιγήμεναι αἵματι κείνου δυσμενέων στονόεσσαν ἐπὶ πτολέμοισιν ἀκωκήν. Αἴας δʼ οὐκ ἀλέγιζεν Ἀμαζόνος, ἀλλʼ ἄρα Τρώων ἐς πληθὺν ἀνόρουσε· λίπεν δʼ ἄρα Πηλείωνι 570οἴῳ Πενθεσίλειαν, ἐπεί ῥά οἱ ἐν φρεσὶ θυμὸς ᾔδεεν, ὡς Ἀχιλῆι καὶ ἰφθίμη περ ἐοῦσα ῥηίδιος πόνος ἔσσεθʼ ὅπως ἴρηκι πέλεια. Ἡ δὲ μέγα στονάχησεν ἐτώσια δοῦρα βαλοῦσα· καί μιν κερτομέων προσεφώνεε Πηλέος υἱός· 575ὦ γύναι, ὡς ἁλίοισιν ἀγαλλομένη ἐπέεσσιν ἡμέων ἤλυθες ἄντα λιλαιομένη πολεμίζειν, οἳ μέγα φέρτατοί εἰμεν ἐπιχθονίων ἡρώων· ἐκ γὰρ δὴ Κρονίωνος ἐριγδούποιο γενέθλης εὐχόμεθʼ ἐκγεγάμεν· τρομέεσκε δὲ καὶ θοὸς Ἕκτωρ 580ἡμέας, εἰ καὶ ἄπωθεν ἐσέδρακεν ἀΐσσοντας δῆριν ἐπὶ στονόεσσαν· ἐμὴ δέ μιν ἔκτανεν αἰχμὴ καὶ κρατερόν περ ἐόντα· σὺ δʼ ἐν φρεσὶ πάγχυ μέμηνας, ἣ μέγʼ ἔτλης καὶ νῶιν ἐπηπείλησας ὄλεθρον σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ· 585οὐδὲ γὰρ οὐδʼ αὐτός σε πατὴρ ἔτι ῥύσεται Ἄρης ἐξ ἐμέθεν· τίσεις δὲ κακὸν μόρον, εὖτʼ ἐν ὄρεσσι κεμμὰς ὁμαρτήσασα βοοδμητῆρι λέοντι. ἣ οὔπω τόδʼ ἄκουσας, ὅσων ὑποκάππεσε γυῖα Ξάνθου πὰρ προχοῇσιν ὑφʼ ἡμετέρῃς παλάμῃσιν; 590ἤ σευ πευθομένης μάκαρες φρένας ἐξείλοντο καὶ νόον, ὄφρα σε Κῆρες ἀμείλιχοι ἀμφιχάνωσιν;

With scornful laughter spake she: then she hurled
Her second lance; but they in utter scorn
Laughed now, as swiftly flew the shaft, and smote
The silver greave of Aias, and was foiled
Thereby, and all its fury could not scar
The flesh within; for fate had ordered not
That any blade of foes should taste the blood
Of Aias in the bitter war. But he
Recked of the Amazon naught, but turned him thence
To rush upon the Trojan host, and left
Penthesileia unto Peleus’ son
Alone, for well he knew his heart within
That she, for all her prowess, none the less
Would cost Achilles battle-toil as light,
As effortless, as doth the dove the hawk.

Then groaned she an angry groan that she had sped
Her shafts in vain; and now with scoffing speech
To her in turn the son of Peleus spake:
“Woman, with what vain vauntings triumphing
Hast thou come forth against us, all athirst
To battle with us, who be mightier far
Than earthborn heroes? We from Cronos’ Son,
The Thunder-roller, boast our high descent.
Ay, even Hector quailed, the battle-swift,
Before us, e’en though far away he saw
Our onrush to grim battle. Yea, my spear
Slew him, for all his might. But thou—thine heart
Is utterly mad, that thou hast greatly dared
To threaten us with death this day! On thee
Thy latest hour shall swiftly come—is come!
Thee not thy sire the War-god now shall pluck
Out of mine hand, but thou the debt shalt pay
Of a dark doom, as when mid mountain-folds
A pricket meets a lion, waster of herds.
What, woman, hast thou heard not of the heaps
Of slain, that into Xanthus’ rushing stream
Were thrust by these mine hands?—or hast thou heard
In vain, because the Blessed Ones have stol’n
Wit and discretion from thee, to the end
That Doom’s relentless gulf might gape for thee?”

592ὣς εἰπὼν οἴμησε κραταιῇ χειρὶ τιταίνων λαοφόνον δόρυ μακρὸν ὑπαὶ Χείρωνι πονηθέν· αἶψα δʼ ὑπὲρ μαζοῖο δαΐφρονα Πενθεσίλειαν 595οὔτασε δεξιτεροῖο· μέλαν δέ οἱ ἔρρεεν αἷμα ἐσσυμένως· ἡ δʼ εἶθαρ ὑπεκλάσθη μελέεσσιν· ἐκ δʼ ἔβαλεν χειρὸς πέλεκυν μέγαν· ἀμφὶ δέ οἱ νὺξ ὀφθαλμοὺς ἤχλυσε καὶ ἐς φρένα δῦσαν ἀνῖαι. ἀλλὰ καὶ ὣς ἄμπνυε καὶ εἴσιδε δήιον ἄνδρα 600ἤδη μιν μέλλοντα καθελκέμεν ὠκέος ἵππου· ὥρμηνεν δʼ ἢ χειρὶ μέγα ξίφος εἰρύσσασα μεῖναι ἐπεσσυμένοιο θοοῦ Ἀχιλῆος ἐρωήν, ἢ κραιπνῶς ἵπποιο κατʼ ὠκυτάτοιο θοροῦσα λίσσεσθʼ ἀνέρα δῖον, ὑποσχέσθαι δέ οἱ ὦκα 605χαλκὸν ἅλις καὶ χρυσόν, ἅ τε φρένας ἔνδον ἰαίνει θνητῶν ἀνθρώπων, εἰ καὶ μάλα τις θρασὺς εἴη, τοῖς ἤν πως πεπίθοιτʼ ὀλοὸν σθένος Αἰακίδαο· ἢ καὶ ὁμηλικίην αἰδεσσάμενος κατὰ θυμὸν· δῴη νόστιμον ἦμαρ ἐελδομένῃ περ ἀλύξαι. 610καὶ τὸ μὲν ὣς ὥρμαινε· θεοὶ δʼ ἑτέρωσε βάλοντο. τῇ γὰρ ἐπεσσύμενος μέγʼ ἐχώσατο Πηλέος υἱός, καί οἱ ἄφαρ συνέπειρεν ἀελλόποδος δέμας ἵππου· εὖτέ τις ἀμφʼ ὀβελοῖσιν ὑπὲρ πυρὸς αἰθαλόεντος σπλάγχνα διαμπείρῃσιν ἐπειγόμενος ποτὶ δόρπον, 615ἢ ὥς τις στονόεντα βαλὼν ἐν ὄρεσσιν ἄκοντα θηρητὴρ ἐλάφοιο μέσην διὰ νηδύα κέρσῃ ἐσσυμένως, πταμένη δὲ διαμπερὲς ὄβριμος αἰχμὴ πρέμνον ἐς ὑψικόμοιο πάγη δρυὸς ἠέ νυ πεύκης· ὣς ἄρα Πενθεσίλειαν ὁμῶς περικαλλέϊ ἵππῳ 620ἀντικρὺ διάμησεν ὑπʼ ἔγχεϊ μαιμώωντι Πηλείδης· ἡ δʼ ὦκα μίγη κονίῃ καὶ ὀλέθρῳ εὐσταλέως ἐριποῦσα κατʼ οὔδεος· οὐδέ οἱ αἰδὼς ᾔσχυνεν δέμας ἠΰ· τάθη δʼ ἐπὶ νηδύα μακρῷ δουρὶ περισπαίρουσα, θοῷ δʼ ἐπεκέκλιτο ἵππῳ· 625εὖτʼ ἐλάτη κλασθεῖσα βίῃ κρυεροῦ Βορέαο, ἥν τέ που αἰπυτάτην ἀνά τʼ ἄγκεα μακρὰ καὶ ὕλην, οἷ αὐτῇ μέγʼ ἄγαλμα, τρέφει παρὰ πίδακι γαῖα· τοίη Πενθεσίλεια κατʼ ὠκέος ἤριπεν ἵππου θηητή περ ἐοῦσα· κατεκλάσθη δέ οἱ ἁλκή.

He spake; he swung up in his mighty hand
And sped the long spear warrior-slaying, wrought
By Chiron, and above the right breast pierced
The battle-eager maid. The red blood leapt
Forth, as a fountain wells, and all at once
Fainted the strength of Penthesileia’s limbs;
Dropped the great battle-axe from her nerveless hand;
A mist of darkness overveiled her eyes,
And anguish thrilled her soul. Yet even so
Still drew she difficult breath, still dimly saw
The hero, even now in act to drag
Her from the swift steed’s back. Confusedly
She thought: “Or shall I draw my mighty sword,
And bide Achilles’ fiery onrush, or
Hastily cast me from my fleet horse down
To earth, and kneel unto this godlike man,
And with wild breath promise for ransoming
Great heaps of brass and gold, which pacify
The hearts of victors never so athirst
For blood, if haply so the murderous might
Of Aeacus’ son may hearken and may spare,
Or peradventure may compassionate
My youth, and so vouchsafe me to behold
Mine home again?—for O, I long to live!”

So surged the wild thoughts in her; but the Gods
Ordained it otherwise. Even now rushed on
In terrible anger Peleus’ son: he thrust
With sudden spear, and on its shaft impaled
The body of her tempest-footed steed,
Even as a man in haste to sup might pierce
Flesh with the spit, above the glowing hearth
To roast it, or as in a mountain-glade
A hunter sends the shaft of death clear through
The body of a stag with such winged speed
That the fierce dart leaps forth beyond, to plunge
Into the tall stem of an oak or pine.
So that death-ravening spear of Peleus’ son
Clear through the goodly steed rushed on, and pierced
Penthesileia. Straightway fell she down
Into the dust of earth, the arms of death,
In grace and comeliness fell, for naught of shame
Dishonoured her fair form. Face down she lay
On the long spear outgasping her last breath,
Stretched upon that fleet horse as on a couch;
Like some tall pine snapped by the icy mace
Of Boreas, earth’s forest-fosterling
Reared by a spring to stately height, amidst
Long mountain-glens, a glory of mother earth;
So from the once fleet steed low fallen lay
Penthesileia, all her shattered strength
Brought down to this, and all her loveliness.

630Τρῶες δʼ ὡς ἐσίδοντο δαϊκταμένην ἐνὶ χάρμῃ, πανσυδίῃ τρομέοντες ἐπὶ πτόλιν ἐσσεύοντο ἄσπετʼ ἀκηχέμενοι μεγάλῳ περὶ πένθεϊ θυμόν. ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐπιβρίσαντος ἀήτεω ναῦται νἦ ὀλέσαντες ὑπεκπροφύγωσιν ὄλεθρον, 635παῦροι πολλὰ καμόντες ὀϊζυρῆς ἀλὸς εἴσω, ὀψὲ δʼ ἄρα σφίσι γαῖα φάνη σχεδὸν ἠδὲ καὶ ἄστυ, τοὶ δὲ μόγῳ στονόεντι τετρυμένοι ἅψεα πάντα ἐξ ἁλὸς ἀΐσσουσι μέγʼ ἀχνύμενοι περὶ νηὸς ἠδʼ ἐτάρων, οὓς αἰνὸν ὐπὸ ζόφον ἤλασε κῦμα· 640ὣς Τρῶες ποτὶ ἄστυ πεφυζότες ἐκ πολέμοιο κλαῖον πάντες Ἄρηος ἀμαιμακέτοιο θύγατρα καὶ λαούς, οἳ δῆριν ἀνὰ στονόεσσαν ὄλοντο. Τῇδʼ ἔπικαγχλόων μεγάλʼ εὔχετο Πηλέος υἱός· κεῖσό νυν ἐν κονίῃσι κυνῶν βόσις ἠδʼ οἰωνῶν, 645δειλαίη· τίς γάρ σε παρήπαφεν ἀντίʼ ἐμεῖο ἐλθέμεν; ἦ που ἔφησθα μάχης ἄπο νοστήσασα οἰσέμεν ἄσπετα δῶρα παρὰ Πριάμοιο γέροντος κτείνασʼ Ἀργείους· ἀλλʼ οὐ τόδε σοίγε νόημα ἀθάνατοι ἐτέλεσσαν, ἐπεὶ μέγα φέρτατοί εἰμεν 650ἡρώων, Δαναοῖσι φάος μέγα, Τρωσὶ δὲ πῆμα ἠδὲ σοὶ αἰνομόρῳ, ἐπειή νύ σε Κῆρες ἐρεμναὶ καὶ νόος ἐξορόθυνε γυναικῶν ἔργα λιποῦσαν βήμεναι ἐς πόλεμον, τόν περ τρομέουσι καὶ ἄνδρες.

Now when the Trojans saw the Warrior-queen
Struck down in battle, ran through all their lines
A shiver of panic. Straightway to their walls
Turned they in flight, heart-agonized with grief.
As when on the wide sea, ‘neath buffetings
Of storm-blasts, castaways whose ship is wrecked
Escape, a remnant of a crew, forspent
With desperate conflict with the cruel sea:
Late and at last appears the land hard by,
Appears a city: faint and weary-limbed
With that grim struggle, through the surf they strain
To land, sore grieving for the good ship lost,
And shipmates whom the terrible surge dragged down
To nether gloom; so, Troyward as they fled
From battle, all those Trojans wept for her,
The Child of the resistless War-god, wept
For friends who died in groan-resounding fight.

Then over her with scornful laugh the son
Of Peleus vaunted: “In the dust lie there
A prey to teeth of dogs, to ravens’ beaks,
Thou wretched thing! Who cozened thee to come
Forth against me? And thoughtest thou to fare
Home from the war alive, to bear with thee
Right royal gifts from Priam the old king,
Thy guerdon for slain Argives? Ha, ‘twas not
The Immortals who inspired thee with this thought,
Who know that I of heroes mightiest am,
The Danaans’ light of safety, but a woe
To Trojans and to thee, O evil-starred!
Nay, but it was the darkness-shrouded Fates
And thine own folly of soul that pricked thee on
To leave the works of women, and to fare
To war, from which strong men shrink shuddering back.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 1.494–653: Achilles kills Penthesileia