Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 1.227–352: Penthesileia's onslaught

Penthesileia kills Molion, Persinous, Eilissus, Antitheus and many more, and rides others down beneath her horse. Slaughter, Doom and the Fates move through the fight beside her. She breaks through the Argive ranks like a tigress, striking with her halberd and her javelin.

Lines 1.227–352 · 1286 words · click a number to copy its link
227Ἔνθʼ ἕλε Πενθεσίλεια Μολίονα Περσίνοόν τε Εἰλισσόν τε καὶ Ἀντίθεον καὶ ἀγήνορα Λέρνον Ἵππαλμόν τε καὶ Αἱμονίδην κρατερόν τʼ Ἐλάσιππον· 230Δηρινόη δʼ ἕλε Δαογόνον, Κλονίη δὲ Μένιππον, ὅς ῥα πάρος Φυλακῆθεν ἐφέσπετο Πρωτεσιλάῳ, ὅππως κε Τρώεσσιν ἐϋσθενέεσσι μάχηται. τοῦ δʼ ἄρʼ ἀποφθμένοιο Ποδάρκεϊ θυμὸς ἀρίνθη Ἰφικληιάδῃ· τὸν γὰρ μέγα φίλαθʼ ἑταίρων· 235αἶψα δʼ ὅ γʼ ἀντιθέην Κλονίην βάλε, τῆς δὲ διαπρὸ ἦλθε δόρυ στιβαρὸν κατὰ νηδύος, ἐκ δέ οἱ ὦκα δουρὶ χύθη μέλαν αἷμα, συνέσπετο δʼ ἔγκατα πάντα· τῆς δʼ ἄρα Πενθεσίλεια χολώσατο, καί ῥα Ποδάρκεα οὔτασεν ἐς μυῶνα παχὺν περιμήκεϊ δουρὶ 240χειρὸς δεξιτερῆς, διὰ δὲ φλέβας αἱματοέσσας κέρσε, μέλαν δέ οἱ αἷμα διʼ ἕλκεος οὐταμένοιο ἔβλυσεν ἐσσυμένως· ὁ δʼ ἄρα στενάχων ἀπόρουσεν εἰσοπίσω· μάλα γάρ οἱ ἐδάμνατο θυμὸν ἀνίη· τοῦ δʼ ἄρʼ ἀπεσσυμένοιο ποθὴ Φυλάκεσσιν ἐτύχθη 245ἄσπετος· ὃς δʼ ἄρα βαιὸν ἀπὸ πτολέμοιο λιασθεὶς κάτθανε καρπαλίμως σφετέρων ἐν χερσὶν ἑταίρων. Ἰδομενεὺς δὲ Βρέμουσαν ἐνήρατο δούρατι τύψας δεξιτερὸν παρὰ μαζόν, ἄφαρ δέ οἱ ἦτορ ἔλυσεν· ἡ δʼ ἔπεσεν μελίῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι 250δουροτόμοι τέμνουσιν ὑπείροχον, ἡ δʼ ἀλεγεινὸν ῥοῖζον ὁμῶς καὶ δοῦπον ἐρειπομένη προΐησιν· ὣς ἡ ἀνοιμώξασα πέσεν, τῆς δʼ ἂψεα πάντα λῦσε μόρος, ψυχὴ δʼ ἐμίγη πολυαέσιν αὔραις. Εὐάνδρην δʼ ἄρα Μηριόνης ἰδὲ Θερμώδωσαν 255εἷλεν ἐπεσσυμένας ὀλοὴν ἀνὰ δηιοτῆτα τῇ μὲν ἄρʼ ἐς κραδίην ἐλάσας δόρυ, τῇ δʼ ὑπὸ νηδὺν φάσγανον ἐγχρίμψας· τὰς δʼ ἐσσυμένως λίπεν αἰών. Δηρινόην δʼ ἐδάμασσεν Ὀϊλέος ὄβριμος υἱὸς ἔγχεϊ ὀκριόεντι διὰ κληῖδα τυχήσας. 260Ἀλκιβίης δʼ ἄρα Τυδείδης καὶ Δηριμαχείης ἄμφω κρᾶτ̓ἀπέκοψε σὺν αὐχέσιν ἄχρις ἐπʼ ὤμους ἄορι λευγαλέῳ· ταὶ δʼ ἠΰτε πόρτιες ἄμφω κάππεσον, ἅς τʼ αἰζηὸς ἄφαρ ψυχῆς ἀπαμέρσῃ κόψας αὐχενίους στιβαρῷ βουπλῆγι τένοντας· 265ὣς αἱ Τυδείδαο πέσον παλάμῃσι δαμεῖσαι Τρώων ἂμ πεδίον σφετέρων ἀπὸ νόσφι καρήνων. τῇσι δʼ ἔπι Σθένελος κρατερὸν κατέπεφνε Κάβειρον, ὃς κίεν ἐκ Σηστοῖο λιλαιόμενος πολεμίζειν Ἀργείοις, οὐδʼ αὖθις ἑὴν νοστήσατο πάτρην. 270τοῦ δὲ Πάρις κραδίην ἐχολώσατο δῃωθέντος, καί ῥʼ ἔβαλε Σθενέλοιο καταντίον· οὐδʼ ἄρα τόν γε οὔτασεν ἐσσύμενός περ, ἀπεπλάγχθη γὰρ ὀϊστὸς ἄλλῃ, ὅπῃ μιν Κῆρες ἀμείλιχοι ἰθύνεσκον· κτεῖνε δʼ ἄρʼ ἐσσυμένως Εὐήνορα χαλκεομίτρην, 275ὅς ῥʼ ἐκ Δουλιχίοιο κίεν Τρώεσσι μάχεσθαι. τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο πάϊς Φυλῆος ἀγαυοῦ ὠρίνθη· μάλα δʼ ὦκα λέων ὣς πώεσι μήλων ἔνθορε· τοὶ δʼ ἅμα πάντες ὑπέτρεσαν ὄβριμον ἄνδρα· κτεῖνε γὰρ Ἰτυμονῆα καὶ Ἰππασίδην Ἀγέλαον, 280οἵ ῥʼ ἀπὸ Μιλήτοιο φέρον Δαναοῖσιν ὁμοκλὴν Νάστῃ ὑπʼ ἀντιθέῳ καὶ ὑπʼ Ἀμφιμάχῳ μεγαθύμῳ, […] οἳ Μυκάλην ἐνέμοντο Λάτμοιό τε λευκὰ κάρηνα Βράγχου τʼ ἄγκεα μακρὰ καὶ ἠιόεντα Πάνορμον Μαιάνδρου τε ῥέεθρα βαθυρρόου, ὅς ῥʼ ἐπὶ γαῖαν 285Καρῶν ἀμπελόεσσαν ἀπὸ Φρυγίης πολυμήλου εἶσι πολυγνάμπτοισιν ἑλισσόμενος προχοῇσι. καὶ τοὺς μὲν κατέπεφνε Μέγης δηιοτῆτι· ἄλλους δʼ αὖτʼ ἐδάμασσεν, ὅσους κίχε δουρὶ κελαινῷ· ἐν γάρ οἱ στέρνοισι θράσος βάλε Τριτογένεια, 290ὄφρα κε δυσμενέεσσιν ὀλέθριον ἦμαρ ἐφείη. Δρησαῖον δʼ ἐδάμασσεν ἀρηίφιλος Πολυποίτης, τὸν τέκε δῖα Νέαιρα περίφρονι Θειοδάμαντι μιχθεῖσʼ ἐν λεχέεσσιν ὑπαὶ Σιπύλῳ νιφόεντι, ᾗχι θεοὶ Νιόβην λᾶαν θέσαν, ἧς ἔτι δάκρυ 295πουλὺ μάλα στυφελῆς καταλείβεται ὑψόθι πέτρης, καί οἱ συστοναχοῦσι ῥοαὶ πολυηχέος Ἕρμου καὶ κορυφαὶ Σιπύλου περιμήκεες, ὧν καθύπερθεν ἐχθρὴ μηλονόμοισιν ἁεὶ περιπέπτατʼ ὀμίχλη· ἡ δὲ πέλει μέγα θαῦμα παρεσσυμένοισι βροτοῖσιν, 300οὕνεκʼ ἔοικε γυναικὶ πολυστόνῳ, ἥ τʼ ἐπὶ λυγρῷ πένθεϊ μυρομένη μάλα μυρία δάκρυα χεύει· καὶ τὸ μὲν ἀτρεκέως φῂς ἔμμεναι, ὁππότʼ ἄρʼ αὐτὴν τηλόθεν ἀθρήσειας· ἐπὴν δέ οἱ ἐγγὺς ἵκηαι, φαίνεται αἰπήεσσα πέτρη Σιπύλοιό τʼ ἀπορρώξ.

Then first Penthesileia smote and slew
Molion; now Persinous falls, and now
Eilissus; reeled Antitheus ‘neath her spear
The pride of Lernus quelled she: down she bore
Hippalmus ‘neath her horse-hoofs; Haemon’s son
Died; withered stalwart Elasippus’ strength.
And Derinoe laid low Laogonus,
And Clonie Menippus, him who sailed
Long since from Phylace, led by his lord
Protesilaus to the war with Troy.
Then was Podarces, son of Iphiclus,
Heart-wrung with ruth and wrath to see him lie
Dead, of all battle-comrades best-beloved.
Swiftly at Clonie he hurled, the maid
Fair as a Goddess: plunged the unswerving lance
‘Twixt hip and hip, and rushed the dark blood forth
After the spear, and all her bowels gushed out.
Then wroth was Penthesileia; through the brawn
Of his right arm she drave the long spear’s point,
She shore atwain the great blood-brimming veins,
And through the wide gash of the wound the gore
Spirted, a crimson fountain. With a groan
Backward he sprang, his courage wholly quelled
By bitter pain; and sorrow and dismay
Thrilled, as he fled, his men of Phylace.
A short way from the fight he reeled aside,
And in his friends’ arms died in little space.
Then with his lance Idomeneus thrust out,
And by the right breast stabbed Bremusa. Stilled
For ever was the beating of her heart.
She fell, as falls a graceful-shafted pine
Hewn mid the hills by woodmen: heavily,
Sighing through all its boughs, it crashes down.
So with a wailing shriek she fell, and death
Unstrung her every limb: her breathing soul
Mingled with multitudinous-sighing winds.
Then, as Evandre through the murderous fray
With Thermodosa rushed, stood Meriones,
A lion in the path, and slew: his spear
Right to the heart of one he drave, and one
Stabbed with a lightning sword-thrust ‘twixt the hips:
Leapt through the wounds the life, and fled away.
Oileus’ fiery son smote Derinoe
‘Twixt throat and shoulder with his ruthless spear;
And on Alcibie Tydeus’ terrible son
Swooped, and on Derimacheia: head with neck
Clean from the shoulders of these twain he shore
With ruin-wreaking brand. Together down
Fell they, as young calves by the massy axe
Of brawny flesher felled, that, shearing through
The sinews of the neck, lops life away.
So, by the hands of Tydeus’ son laid low
Upon the Trojan plain, far, far away
From their own highland-home, they fell. Nor these
Alone died; for the might of Sthenelus
Down on them hurled Cabeirus’ corse, who came
From Sestos, keen to fight the Argive foe,
But never saw his fatherland again.
Then was the heart of Paris filled with wrath
For a friend slain. Full upon Sthenelus
Aimed he a shaft death-winged, yet touched him not,
Despite his thirst for vengeance: otherwhere
The arrow glanced aside, and carried death
Whither the stern Fates guided its fierce wing,
And slew Evenor brazen-tasleted,
Who from Dulichium came to war with Troy.
For his death fury-kindled was the son
Of haughty Phyleus: as a lion leaps
Upon the flock, so swiftly rushed he: all
Shrank huddling back before that terrible man.
Itymoneus he slew, and Hippasus’ son
Agelaus: from Miletus brought they war
Against the Danaan men by Nastes led,
The god-like, and Amphimachus mighty-souled.
On Mycale they dwelt; beside their home
Rose Latmus’ snowy crests, stretched the long glens
Of Branchus, and Panormus’ water-meads.
Maeander’s flood deep-rolling swept thereby,
Which from the Phrygian uplands, pastured o’er
By myriad flocks, around a thousand forelands
Curls, swirls, and drives his hurrying ripples on
Down to the vine-clad land of Carian men
These mid the storm of battle Meges slew,
Nor these alone, but whomsoe’er his lance
Black-shafted touched, were dead men; for his breast
The glorious Trito-born with courage thrilled
To bring to all his foes the day of doom.
And Polypoetes, dear to Ares, slew
Dresaeus, whom the Nymph Neaera bare
To passing-wise Theiodamas for these
Spread was the bed of love beside the foot
Of Sipylus the Mountain, where the Gods
Made Niobe a stony rock, wherefrom
Tears ever stream: high up, the rugged crag
Bows as one weeping, weeping, waterfalls
Cry from far-echoing Hermus, wailing moan
Of sympathy: the sky-encountering crests
Of Sipylus, where alway floats a mist
Hated of shepherds, echo back the cry.
Weird marvel seems that Rock of Niobe
To men that pass with feet fear-goaded: there
They see the likeness of a woman bowed,
In depths of anguish sobbing, and her tears
Drop, as she mourns grief-stricken, endlessly.
Yea, thou wouldst say that verily so it was,
Viewing it from afar; but when hard by
Thou standest, all the illusion vanishes;
And lo, a steep-browed rock, a fragment rent
From Sipylus—yet Niobe is there,
Dreeing her weird, the debt of wrath divine,
A broken heart in guise of shattered stone.

305ἀλλʼ ἡ μὲν μακάρων ἀλοὸν χόλον ἐκτελέουσα μύρεται ἐν πέτρῃσιν ἔτʼ ἀχνυμένῃ εἰκυῖα. ἄλλοι δʼ ἀμφʼ ἄλλοισι φόνον καὶ κῆρʼ ἐτίθεντο ἀργαλέην· δεινὸς γὰρ ἐνεστρωφᾶτο Κυδοιμὸς λαοῖς ἐν μέσσοισιν· ἀταρτηρὸν δέ οἱ ἄγχι 310εἱστήκει Θανάτοιο τέλος, περὶ δέ σφισι Κῆρες λευγαλέαι στρωφῶντο φόνον στονόεντα φέρουσαι. πολλῶν δʼ ἐν κονίῃσι λύθη κέαρ ἤματι κείνῳ Τρώων τʼ Ἀργείων τε, πολὺς δʼ ἀλαλητὸς ὀρώρει· οὐ γάρ πως ἀπέληγε μένος μέγα Πενθεσιλείης, 315ἀλλʼ ὥς τίς τε βόεσσι κατʼ οὔρεα μακρὰ λέαινα ἐνθόρῃ ἀΐξασα βαθυσκοπέλου διὰ βήσσης αἵματος ἱμείρουσα, τό οἱ μάλα θυμὸν ἰαίνει· ὣς τῆμος Δαναοῖσιν Ἀρηιὰς ἔνθορε κούρη. οἱ δʼ ὀπίσω χάζοντο τεθηπότα θυμὸν ἔχοντες, 320ἡ δʼ ἕπετʼ ἠΰτε κῦμα βαρυγδούποιο θαλάσσης νήεσιν ὠκείῃσιν, ὅθʼ ἱστία λευκὰ πετάσσῃ οὖρος ἐπειγόμενος, βοόωσι δὲ πάντοθεν ἄκραι πόντου ἐρευγομένοιο ποτὶ χθονὸς ᾐόνα μακρήν. ὣς ἥ γʼ ἑσπομένη Δαναῶν ἐδάϊζε φάλαγγας, 325καί σφιν ἐπηπείλησε μέγα φρεσὶ κυδιόωσα· ὦ κύνες, ὡς Πριάμοιο κακὴν ἀποτίσετε λώβην σήμερον· οὐ γάρ πώ τις ἐμὸν σθένος ἐξυπαλύξας χάρμα φίλοις τοκέεσσι καὶ υἱάσιν ἠδʼ ἀλόχοισιν ἔσσεται· οἰωνοῖς δὲ βόσις καὶ θηρσὶ θανόντες 330κείσεσθʼ, οὐδέ τι τύμβος ἐφʼ ὑμέας ἵξεται αἴης. πῇ νῦν Τυδείδαο βίη, πῇ δʼ Αἰακίδαο, ποῦ δὲ καὶ Αἴαντος; τοὺς γὰρ φάτις ἔμμεν ἀρίστους· ἀλλʼ ἐμοὶ οὐ τλήσονται ἐναντία δηριάασθαι, μή σφιν ἀπὸ μελέων ψυχὰς φθιμένοισι πελάσσω.

All through the tangle of that desperate fray
Stalked slaughter and doom. The incarnate Onset-shout
Raved through the rolling battle; at her side
Paced Death the ruthless, and the Fearful Faces,
The Fates, beside them strode, and in red hands
Bare murder and the groans of dying men.
That day the beating of full many a heart,
Trojan and Argive, was for ever stilled,
While roared the battle round them, while the fury
Of Penthesileia fainted not nor failed;
But as amid long ridges of lone hills
A lioness, stealing down a deep ravine,
Springs on the kine with lightning leap, athirst
For blood wherein her fierce heart revelleth;
So on the Danaans leapt that warrior-maid.
And they, their souls were cowed: backward they shrank,
And fast she followed, as a towering surge
Chases across the thunder-booming sea
A flying bark, whose white sails strain beneath
The wind’s wild buffering, and all the air
Maddens with roaring, as the rollers crash
On a black foreland looming on the lee
Where long reefs fringe the surf-tormented shores.
So chased she, and so dashed the ranks asunder
Triumphant-souled, and hurled fierce threats before:
“Ye dogs, this day for evil outrage done
To Priam shall ye pay! No man of you
Shall from mine hands deliver his own life,
And win back home, to gladden parents eyes,
Or comfort wife or children. Ye shall lie
Dead, ravined on by vultures and by wolves,
And none shall heap the earth-mound o’er your clay.
Where skulketh now the strength of Tydeus’ son,
And where the might of Aeacus’ scion?
Where is Aias’ bulk? Ye vaunt them mightiest men
Of all your rabble. Ha! they will not dare
With me to close in battle, lest I drag
Forth from their fainting frames their craven souls!”

335ἦ ῥα καὶ Ἀργείοισι μέγα φρονέουσʼ ἐνόρουσε θηρὶ βίην εἰκυῖα, πολὺν δʼ ὑπεσάμνατο λαὸν ἄλλοτε μὲν βουπλῆγι βαρυστόμῳ, ἄλλοτε δʼ αὖτε πάλλουσʼ ὀξὺν ἄκοντα· φέρεν δέ οἱ αἰόλος ἵππος ἰοδόκην καὶ τόξον ἀμείλιχον, εἴ που ἄρʼ αὐτῇ 340χρειὼ ἀνʼ αἱματόεντα μόθον βελέων ἀλεγεινῶν καὶ τόξοιο πέλοιτο· θοοὶ δέ οἱ ἄνδρες ἕποντο Ἕκτορος ἀγχεμάχοιο κασίγνητοί τε φίλοι τε ὄβριμον ἐν στέρνοισιν ἀναπνείοντες Ἄρηα, οἳ Δαναοὺς ἐδάϊζον ἐϋξέστῃς μελίῃσι· 345τοὶ δὲ θοοῖς φύλλοισιν ἐοικότες ἢ ψεκάδεσσι πίπτον ἐπασσύτεροι, μέγα δʼ ἔστενεν ἄσπετος αἶα αἵματι δευομένη νεκύεσσί τε πεπληθυῖα· ἵπποι δʼ ἀμφὶ βέλεσσι πεπαρμένοι ἢ μελίῃσιν ὑστάτιον χρεμέτιζον ἑὸν μένος ἐκπνείοντες· 350οἱ δὲ κόνιν βρυγμοῖσι δεδραγμένοι ἀσπαίρεσκον· τοὺς δʼ ἄρα Τρώιοι ἵπποι ἑπεσσύμενοι μετόπισθεν ἄντλον ὅπως στείβεσκον ὁμοῦ κταμένοισι πεσόντας.

Then heart-uplifted leapt she on the foe,
Resistless as a tigress, crashing through
Ranks upon ranks of Argives, smiting now
With that huge halberd massy-headed, now
Hurling the keen dart, while her battle-horse
Flashed through the fight, and on his shoulder bare
Quiver and bow death-speeding, close to her hand,
If mid that revel of blood she willed to speed
The bitter-biting shaft. Behind her swept
The charging lines of men fleet-footed, friends
And brethren of the man who never flinched
From close death-grapple, Hector, panting all
The hot breath of the War-god from their breasts,
All slaying Danaans with the ashen spear,
Who fell as frost-touched leaves in autumn fall
One after other, or as drops of rain.
And aye went up a moaning from earth’s breast
All blood-bedrenched, and heaped with corse on corse.
Horses pierced through with arrows, or impaled
On spears, were snorting forth their last of strength
With screaming neighings. Men, with gnashing teeth
Biting the dust, lay gasping, while the steeds
Of Trojan charioteers stormed in pursuit,
Trampling the dying mingled with the dead
As oxen trample corn in threshing-floors.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.