Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 2.388–548: Achilles kills Memnon

Achilles leaves the line and finds Memnon, rebuking him as inferior in blood and strength. They fight with swords and shields, and the long and even struggle is watched from Olympus. At last Eris tips the scales and Achilles kills Memnon.

Lines 2.388–548 · 1438 words · click a number to copy its link
388καὶ τότε δὴ κρατεροῖο μόλε σχεδὸν Αἰακίδαο Νέστωπ, ἀμφὶ δὲ παιδὶ μέγʼ ἀχνύμενος φάτο μῦθον· 390ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων, ὤλετό μοι φίλος υἱός, ἔχει δέ μοι ἔντεα Μέμνων τεθνεότος, δείδω δὲ κυνῶν μὴ κῦρμα γένηται· ἀλλὰ θοῶς ἐπάμυνον, ἐπεὶ φίλος ὅστις ἑταίρου μέμνηται κταμένοιο καὶ ἄχνυται οὐκέτʼ ἐόντος. 395ὣς φάτο· τοῦ δʼ ἀΐοντος ὑπὸ φρένας ἔμπεσε πένθος· Μέμνονα δʼ ὡς ἐνόησεν ἀνὰ στονόεντα κυδοιμὸν Ἀργείους ἰληδὸν ὑπʼ ἔγχεϊ δηιόωντα, αὐτίκα κάλλιπε Τρῶας, ὅσους ὑπὸ χερσὶ δάϊξεν ἀμφʼ ἄλλῃσι φάλαγξι, καὶ ἰσχανόων πολέμοιο 400ἤλυθέ οἱ κατέναντα χολούμενος Ἀντιλόχοιο ἠδʼ ἄλλων κταμένων· ὁ δʼ ἀνείλετο χείρεσι πέτρην, τήν ῥα βροτοὶ θέσαν οὖρον ἐϋστάχυος πεδίοιο, καὶ βάλεν ἀκαμάτοιο κατʼ ἀσπίδα Πηλείωνος δῖος ἀνήρ· ὁ δʼ ἄρʼ οὔτι τρέσας περιμήκεα πέτρην 405σὐτίκα οἱ σχεδὸν ἦλθε μακρὸν δόρυ πρόσθε τιταίνων, πεζός, ἐπεί ῥά οἱ ἵπποι ἔσαν μετόπισθε κυδοιμοῦ, καί οἱ δεξιὸν ὦμον ὑπὲρ σάκεος στυφέλιξεν· ὃς δὲ καὶ οὐτάμενός περ ἀταρβίϊ μάρνατο θυμῷ· τύψε δʼ ἄρʼ Αἰακίδαο βραχίονα δουρὶ κραταιῷ· 410τοῦ δʼ ἐχύθη φίλον αἷμα· χάρη δʼ ἄρʼ ἐτώσιον ἥρως, καί μιν ἄφαρ προσέειπεν ὑπερφιάλοις ἐπέεσσι· νῦν σʼ ὀΐω μόρον αἰνὸν ἀναπλήσειν ὑπʼ ὀλέθρῳ χερσὶν ἐμῇσι δαμέντα καὶ οὐκέτι μῶλον ἀλύξαι. σχέτλιε, τίπτε σὺ Τρῶας ἀνηλεγέως ὀλέεσκες 415πάντων εὐχόμενος πολὺ φέρτατος ἔμμεναι ἀνδρῶν, μητρός τʼ ἀθανάτης Νηρηίδος; ἀλλὰ σοὶ ἤδη ἤλυθεν αἴσιμον ἦθαρ, ἐπεὶ θεόθεν γένος εἰμὶ Ἠοῦς ὄβριμος υἱός, ὃν ἔκποθι λειριόεσσαι Ἑσπερίδες θρέψαντο παρὰ ῥόον ὠκεανοῖο. 420τοὔνεκά σευ καὶ δῆριν ἀμείλιχον οὐκ ἀλεείνω εἰδὼς μητέρα δῖαν, ὅσον προφερεστέρη ἐστὶ Νηρεΐδος, τῆς αὐτὸς ἐρεύχεαι ἔκγονος εἶναι· ἡ μὲν γὰρ μακάρεσσι καὶ ἀνθρώποισι φαείνει, τῇ ἐπὶ πάντα τελεῖται ἀτείρεος ἔνδον Ὀλύμπου 425ἐσθλά τε καὶ κλυτὰ ἔργα, τά τʼ ἀνδράσι γίνετʼ ὄνειαρ·

Achilles heard; his heart was thrilled with grief:
He glanced across the rolling battle, saw
Memnon, saw where in throngs the Argives fell
Beneath his spear. Forthright he turned away
From where the rifted ranks of Troy fell fast
Before his hands, and, thirsting for the fight,
Wroth for Antilochus and the others slain,
Came face to face with Memnon. In his hands
That godlike hero caught up from the ground
A stone, a boundary-mark ‘twixt fields of wheat,
And hurled. Down on the shield of Peleus’ son
It crashed. But he, the invincible, shrank not
Before the huge rock-shard, but, thrusting out
His long lance, rushed to close with him, afoot,
For his steeds stayed behind the battle-rout.
On the right shoulder above the shield he smote
And staggered him; but he, despite the wound,
Fought on with heart unquailing. Swiftly he thrust
And pricked with his strong spear Achilles’ arm.
Forth gushed the blood: rejoicing with vain joy
To Aeacus’ son with arrogant words he cried:
“Now shalt thou in thy death fill up, I trow,
Thy dark doom, overmastered by mine hands.
Thou shalt not from this fray escape alive!
Fool, wherefore hast thou ruthlessly destroyed
Trojans, and vaunted thee the mightiest man
Of men, a deathless Nereid’s son? Ha, now
Thy doom hath found thee! Of birth divine am I,
The Dawn-queen’s mighty son, nurtured afar
By lily-slender Hesperid Maids, beside
The Ocean-river. Therefore not from thee
Nor from grim battle shrink I, knowing well
How far my goddess-mother doth transcend
A Nereid, whose child thou vauntest thee.
To Gods and men my mother bringeth light;
On her depends the issue of all things,
Works great and glorious in Olympus wrought
Whereof comes blessing unto men. But thine—
She sits in barren crypts of brine: she dwells
Glorying mid dumb sea-monsters and mid fish,
Deedless, unseen! Nothing I reck of her,
Nor rank her with the immortal Heavenly Ones.”

426ἡ δʼ ἐν ἁλὸς κευθμῶσι καθημένη ἀτρυγέτοισι ναίει ὁμῶς κήτεσσι μετʼ ἰχθύσι κυδιόωσα ἄπρηκτος καὶ ἀΐστος· ἐγὼ δέ μιν οὐκ ἀλεγίζω οὐδέ μιν ἀθανάτῃσιν ἐπουρανίῃσιν ἐΐσκω. 430ὣς φάτο· τὸν δʼ ἐνένιπε θρασὺς πάϊς Αἰακίδαο· ὦ Μέμνον, πῇ νῦν σε κακαὶ φρένες ἐξορόθυναν ἐλθέμεν ἀντίʼ ἐμεῖο καὶ ἐς μόθον ἰσοφαρίζειν; ὃς σέο φέρτερός εἰμι βίῃ γενεῇ τε φυῇ τε Ζνηὸς ὑπερθύμοιο λαχὼν ἀριδείκετον αἷμα 435καὶ σθεναροῦ Νηρῆος, ὃς εἰναλίας τέκε καύρας Νηρεΐδας, τὰς δή ῥα θεοὶ τίουσʼ ἐν Ὀλύμπῳ, πασάων δὲ μάλιστα Θέτιν κλυτὰ μητιόωσαν, οὕνεκά που Διόνυσον ἑοῖς ὑπέδεκτο μελάθροις, ὁππότε δειμαίνεσκε βίην ὀλοοῖο Λυκούργου, 440ἠδὲ καὶ ὡς Ἥφαιστον ἐΰφρονα χαλκεοτέχνην δέξαθʼ ἑπῖσι δόμοισιν ἀπʼ Οὐλύμποιο πεσόντα, αὐτόν τʼ Ἀργικέραυνον ὅπως ὑπελύσατο δεσμῶν· τῶν μιμνησκόμενοι πανδερκέες Οὐρανίωνες μητέρʼ ἐμὴν τίουσι Θέτιν ζαθέῳ ἐν Ὀλύμπῳ. 445γνώσῃ δʼ ὡς θεός ἐστιν, ἐπὴν δόρυ χάλκεον εἴσω ἐς τεὸν ἧπαρ ἵκηται ἐμῇ βεβλημένον ἀλκῇ· Ἕκτορα γὰρ Πατρόκλοιο, σὲ δʼ Ἀντιλόχοιο χολωθεὶς τίσομαι· οὐ γὰρ ὄλεσσας ἀνάλκιδος ἀνδρὸς ἑταῖρον.

In stern rebuke spake Aeacus’ aweless son:
“Memnon, how wast thou so distraught of wit
That thou shouldst face me, and to fight defy
Me, who in might, in blood, in stature far
Surpass thee? From supremest Zeus I trace
My glorious birth; and from the strong Sea-god
Nereus, begetter of the Maids of the Sea,
The Nereids, honoured of the Olympian Gods.
And chiefest of them all is Thetis, wise
With wisdom world-renowned; for in her bowers
She sheltered Dionysus, chased by might
Of murderous Lycurgus from the earth.
Yea, and the cunning God-smith welcomed she
Within her mansion, when from heaven he fell.
Ay, and the Lightning-lord she once released
From bonds. The all-seeing Dwellers in the Sky
Remember all these things, and reverence
My mother Thetis in divine Olympus.
Ay, that she is a Goddess shalt thou know
When to thine heart the brazen spear shall pierce
Sped by my might. Patroclus’ death I avenged
On Hector, and Antilochus on thee
Will I avenge. No weakling’s friend thou hast slain!
But why like witless children stand we here
Babbling our parents’ fame and our own deeds?
Now is the hour when prowess shall decide.”

449ἀλλὰ τί νηπιάχοισιν ἐοικότες ἀφραδέεσσιν 450ἕσταμεν ἡμετέρων μυθεύμενοι ἔργα τοκήων ἠδʼ αὐτῶν; ἐγγὺς καὶ Ἄρης, ἐγγὺς δὲ καὶ ἀλκή. ὣς εἰπὼν παλάμῃσι λάβεν πολυμήκετον ἆορ Μέμνων δʼ αὖθʼ ἑτέρωθι, καὶ ὀτραλέως συνόρουσαν· τύπτον δʼ ἀλλήλων ἄμοτον φρεσὶ μαιμώωντες 455ἀσπίδας, ἃς Ἥφαιστος ὑπʼ ἀμβροσίῃ κάμε τέχνῃ, πυκνὰ συναΐσσοντες· ἐπέψαυον δὲ λόφοισιν ἀλλήλαις ἑκάτερθεν ἐρειδόμεναι τρυφάλειαι. Ζεὺς δὲ μέγʼ ἀμφοτέροισι φίλα φρονέων βάλε κάρτος, τεῦξε δʼ ἄρʼ ἀκαμάτους καὶ μείζονας, οὐδὲν ὁμοίους 460ἀνδράσιν, ἀλλὰ θεοῖσιν· ἔρις δʼ ἐπεγήθεεν ἄμφω. οἱ δʼ αἰχμὴν μεμαῶτες ἄφαρ χροὸς ἐντὸς ἐλάσσαι μεσσηγὺς σάκεός τε καὶ ὑψιλόφου τρυφαλείης πολλάκις ἰθύνεσκον ἑὸν μένος, ἄλλοτε δʼ αὖτε βαιὸν ὑπὲρ κνημῖδος, ἔνερθε δὲ δαιδαλέοιο 465θώρηκος βριαροῖσιν ἀρηρότος ἀμφὶ μέλεσσιν, ἄμφω ἐπειγόμενοι· περὶ δέ σφισιν ἄμβροτα τεύχη ἀμφʼ ὤμοις ἀράβησε· βοὴ δʼ ἵκετʼ αἰθέρα δῖον Τρώων Αἰθιόπων τε καὶ Ἀργείων ἐριθύμων μαρναμένων ἑκάτερθε· κόνις δʼ ὑπὸ ποσσὶν ὀρώρει 470ἄχρις ἐς οὐρανὸν εὐρύν, ἐπεὶ μέγα κίνυτο ἔργον.

Then from the sheath he flashed his long keen sword,
And Memnon his; and swiftly in fiery fight
Closed they, and rained the never-ceasing blows
Upon the bucklers which with craft divine
Hephaestus’ self had fashioned. Once and again
Clashed they together, and their cloudy crests
Touched, mingling all their tossing storm of hair.
And Zeus, for that he loved them both, inspired
With prowess each, and mightier than their wont
He made them, made them tireless, nothing like
To men, but Gods: and gloated o’er the twain
The Queen of Strife. In eager fury these
Thrust swiftly out the spear, with fell intent
To reach the throat ‘twixt buckler-rim and helm,
Thrust many a time and oft, and now would aim
The point beneath the shield, above the greave,
Now close beneath the corslet curious-wrought
That lapped the stalwart frame: hard, fast they lunged,
And on their shoulders clashed the arms divine.
Roared to the very heavens the battle-shout
Of warring men, of Trojans, Aethiops,
And Argives mighty-hearted, while the dust
Rolled up from ‘neath their feet, tossed to the sky
In stress of battle-travail great and strong.

471Εὖτʼ ὀμίχλη κατʼ ὄρεσφιν ὀρινομένου ὑετοῖο, ὁππότε δὴ κελάδοντες ἐνιπλήθονται ἔναυλοι ὕδατος ἐσσυμένοιο, βρέμει δʼ ἄρα πᾶσα χαράδρη ἄσπετον, οἱ δʼ ἄρα πάντες ἐπιτρομέουσι νομῆες 475χειμάρρους ὀμίχλην τε φίλην ὀλοοῖσι λύκοισιν ἠδʼ ἄλλοις θήρεσσιν, ὅσους τρέφει ἄσπετος ὕλη· ὣς τῶν ἀμφὶ πόδεσσι κόνις πεπότητʼ ἀλεγεινή, ἥ ῥά τε καὶ φάος ἠῢ κατέκρυφεν ἠελίοιο αἰθέρʼ ἐπισκιάουσα· κακὴ δʼ ὑπεδάμνατʼ ὀϊζὺς 480λαοὺς ἐν κονίῃ τε καὶ αἰνομόρῳ ὑσμίνῃ. καὶ τὴν μὲν μακάρων τις ἀπώσατο δηιοτῆτος ἐσσυμένως· ὀλοαὶ δὲ θοὰς ἑκάτερθε φάλαγγας κῆρες ἐποτρύνεσκον ἀπειρέσιον πονέεσθαι δῆριν ἀνὰ στονόεσσαν· Ἄρης δʼ οὐ λῆγε φόνοιο 485λευγαλέου, πάντη δὲ πέριξ ἐφορύνετο γαῖα αἵματος ἐκχυμένοιο· μέλας δʼ ἐπετέρπετʼ Ὄλεθρος· στείνετο δὲ κταμένων πεδίον μέγα θʼ ἱππόβοτόν τε, ὁππόσον ἀμφὶ ῥοαῖς Σιμόεις καὶ Ξάνθος ἐέγργει Ἴδηθεν κατιόντες ἐς ἱερὸν Ἑλλήσποντον.

As when a mist enshrouds the hills, what time
Roll up the rain-clouds, and the torrent-beds
Roar as they fill with rushing floods, and howls
Each gorge with fearful voices; shepherds quake
To see the waters’ downrush and the mist,
Screen dear to wolves and all the wild fierce things
Nursed in the wide arms of the forest; so
Around the fighters’ feet the choking dust
Hung, hiding the fair splendour of the sun
And darkening all the heaven. Sore distressed
With dust and deadly conflict were the folk.
Then with a sudden hand some Blessed One
Swept the dust-pall aside; and the Gods saw
The deadly Fates hurling the charging lines
Together, in the unending wrestle locked
Of that grim conflict, saw where never ceased
Ares from hideous slaughter, saw the earth
Crimsoned all round with rushing streams of blood,
Saw where dark Havoc gloated o’er the scene,
Saw the wide plain with corpses heaped, even all
Bounded ‘twixt Simois and Xanthus, where
They sweep from Ida down to Hellespont.

490Ἀλλʼ ὅτε δὴ πολλὴ μέν ἄδην μηκύνετο δῆρις μαρναμένων, ἶσον δὲ μένος τέτατʼ ἀμφοτέροισι, δὴ τότε τούς γʼ ἀπάνευθεν Ὀλύμπιοι εἰσορόωντες, οἱ μὲν θυμὸν ἔτερπον ἀτειρέϊ Πηλείωνι, οἱ δʼ ἄπα Τιθωνοῖο καὶ Ἠοῦς υἱέϊ δίῳ. 495ὑψόθι δʼ οὐρανὸς εὐρὺς ἐπέβραχεν· ἀμφὶ δὲ πόντος ἴαχε· κυανέη δὲ πέπιξ ἐλελίζετο γαῖα ἀμφοτέρων ὑπὸ ποσσί· περιτρομέοντο δὲ πᾶσαι ἀμφὶ Θέτιν Νηρῆος ὑπερθύμοιο θύγατρες ὀβρίμου ἀμφʼ Ἀχιλῆος ἰδʼ ἄσπετα δειμαίνοντο· 500δείδιε δʼ Ἠριγένεια φίλῳ περὶ παιδὶ καὶ αὐτὴ ἵπποις ἐμβεβαυῖα διʼ αἰθέρος· αἱ δέ οἱ ἄγχι Ἠελίοιο θύγατρες ἐθάμβεον ἑστηυῖαι θεσπεσιον περὶ κύκλον, ὃν ἠελίῳ ἀκάμαντι Ζεὺς πόρεν εἰς ἐνιαυτὸν ἐῢν δρόμον, ᾦ περὶ πάντα 505ζώει τε φθινύθει τε περιπλομένοιο κατʼ ἦμαρ νωλεμέως αἰῶνος ἑλισσομένων ἐνιαυτῶν. καί νύ κε δὴ μακάρεσσιν ἀμείλιχος ἔμπεσε δῆρις, εἰ μὴ ὑπʼ ἐννεσίῃσι Διὸς μεγαλοβρεμέταο δοιαὶ ἄρʼ ἀμφοτέροισι θοῶς ἑκάτερθε παρέσταν 510κῆρες, ἐρεμναίη μὲν ἔβη ποτὶ Μέμνονος ἦτορ, φαιδρὴ δʼ ἀμφʼ Ἀχιλῆα δαΐφρονα· τοὶ δʼ ἐσιδόντες ἀθάνατοι μέγʼ ἄϋσαν, ἄφαρ δʼ ἕλε τοὺς μὲν ἀνίη λευγαλέη, τοὺς δʼ ἠῢ καὶ ἀγλαὸν ἔλλαβε χάρμα.

But when long lengthened out the conflict was
Of those two champions, and the might of both
In that strong tug and strain was equal-matched,
Then, gazing from Olympus’ far-off heights,
The Gods joyed, some in the invincible son
Of Peleus, others in the goodly child
Of old Tithonus and the Queen of Dawn.
Thundered the heavens on high from east to west,
And roared the sea from verge to verge, and rocked
The dark earth ‘neath the heroes’ feet, and quaked
Proud Nereus’ daughters all round Thetis thronged
In grievous fear for mighty Achilles’ sake;
And trembled for her son the Child of the Mist
As in her chariot through the sky she rode.
Marvelled the Daughters of the Sun, who stood
Near her, around that wondrous splendour-ring
Traced for the race-course of the tireless sun
By Zeus, the limit of all Nature’s life
And death, the dally round that maketh up
The eternal circuit of the rolling years.
And now amongst the Blessed bitter feud
Had broken out; but by behest of Zeus
The twin Fates suddenly stood beside these twain,
One dark—her shadow fell on Memnon’s heart;
One bright—her radiance haloed Peleus’ son.
And with a great cry the Immortals saw,
And filled with sorrow they of the one part were,
They of the other with triumphant joy.

514ἥρωες δʼ ἐμάχοντο καθʼ αἱματόεντα κυδοιμὸν 515ἔμπεδον, οὐδέ τι Κῆρας ἐποιχομένας ἐνόησαν θυμὸν καὶ μέγα κάρτος ἐπʼ ἀλλήλοισι φέροντες· θαίης κε στονόεντα κατὰ μόθον ἤματι κείνῳ μάρνασθʼ ἠὲ Γίγαντας ἀτειρέας ἠὲ κραταιοὺς Τιτῆνας· σθεναρὴ γὰρ ἐπί σφισι δῆρις ὀρώρει, 520ἠμὲν ὅτε ξιφέεσσι συνέδραμον, ἠδʼ ὅτε λᾶας βάλλον ἐπεσσύμενοι περιμήκεας· οὐδέ τις αὐτῶν χάζετο βαλλομένων, οὐδʼ ἔτρεσαν, ἀλλʼ ἅτε πρῶνες ἕστασαν ἀδμῆτες καταείμενοι ἄσπετον ἀλκήν· ἄμφω γὰρ μεγάλοιο Διὸς γένος εὐχετόωντο· 525τοὔνεκʼ ἄρα σφίσι δῆριν ἴσην ἐτάνυσσεν Ἐνυὼ πολλὸν έπειδομένοισιν ἐπὶ χρόνον ἐν δαῒ κείνῃ, αὐτοῖς ἠδʼ ἑτάροισιν ἀταρβέσιν, οἳ μετʼ ἀνάκτων νωλεμέως πονέοντο μεμαότες, ἄχρι καμόντων αἰχμαὶ ἀνεγνάμφθησαν ἐν ἀσπίσιν· οὐδέ τις ἦεν 530θεινομένων ἑκάτερθεν ἀνούτατος, ἀλλʼ ἄρα πάντων ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἶμα καὶ ἱδρὼς αἰὲν ἐρειδομένων, κεκάλυπτο δὲ γαῖα νέκυσσιν οὐρανὸς ὡς νεφέεσσιν ἐς αἰγοκερῆα κιόντος ἠελίου, ὅτε πόντον ὑποτρομέει μέγα ναύτης. 535τοὺς δʼ ἵπποι χρεμέθοντες ἐπεσσυμένοις ἅμα λαοῖς τεθνεότας στείβεσκον, ἅτʼ ἄσπετα φύλλα κατʼ ἄλσος χείματος ἀρχομένου μετὰ τηλεθόωσαν ὀπώρην. οἱ δέ που ἐν νεκύεσσι καὶ αἵματι δηριόωντο υἱῆες μακάρων ἐρικυδέες, οὐδʼ ἀπέληγον 540ἀλλήλοις κοτέοντες· ἔρις δʼ ἴθυνε τάλαντα ὑσμίνης ἀλεγεινά, τὰ δʼ οὐκ ἔτι ἶσα πέλοντο· ἀλλʼ ἄρα Μέμνονα δῖον ὑπὸ στέρνοιο θέμεθλα Πηλείδης οὔτησε· τὸ δʼ ἀντικρὺ μέλαν ἆορ ἐξέθορεν· τοῦ δʼ αἶψα λύθη πολύηρατος αἰών· 545κάππεσε δʼ ἐς μέλαν αἷμα, βράχεν δέ οἱ ἄσπετα τεύχη· γαῖα δʼ ὑπεσμαράγησε, καὶ ἀμφεφόβηθεν ἑταῖροι· τὸν δʼ ἄρα Μυρμιδόνες μὲν ἐσύλεον· ἀμφὶ δὲ Τρῶες φεῦγον· ὁ δʼ αἶψα δίωκε μένος μέγα λαίλαπι ἶσος.

Still in the midst of blood-stained battle-rout
Those heroes fought, unknowing of the Fates
Now drawn so nigh, but each at other hurled
His whole heart’s courage, all his bodily might.
Thou hadst said that in the strife of that dread day
Huge tireless Giants or strong Titans warred,
So fiercely blazed the wildfire of their strife,
Now, when they clashed with swords, now when they leapt
Hurling huge stones. Nor either would give back
Before the hail of blows, nor quailed. They stood
Like storm-tormented headlands steadfast, clothed
With might past words, unearthly; for the twain
Alike could boast their lineage of high Zeus.
Therefore ‘twixt these Enyo lengthened out
The even-balanced strife, while ever they
In that grim wrestle strained their uttermost,
They and their dauntless comrades, round their kings
With ceaseless fury toiling, till their spears
Stood shivered all in shields of warriors slain,
And of the fighters woundless none remained;
But from all limbs streamed down into the dust
The blood and sweat of that unresting strain
Of fight, and earth was hidden with the dead,
As heaven is hidden with clouds when meets the sun
The Goat-star, and the shipman dreads the deep.
As charged the lines, the snorting chariot-steeds
Trampled the dead, as on the myriad leaves
Ye trample in the woods at entering-in
Of winter, when the autumn-tide is past.

Still mid the corpses and the blood fought on
Those glorious sons of Gods, nor ever ceased
From wrath of fight. But Eris now inclined
The fatal scales of battle, which no more
Were equal-poised. Beneath the breast-bone then
Of godlike Memnon plunged Achilles’ sword;
Clear through his body all the dark-blue blade
Leapt: suddenly snapped the silver cord of life.
Down in a pool of blood he fell, and clashed
His massy armour, and earth rang again.
Then turned to flight his comrades panic-struck,
And of his arms the Myrmidons stripped the dead,
While fled the Trojans, and Achilles chased,
As whirlwind swift and mighty to destroy.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 2.388–548: Achilles kills Memnon