Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 4.118–214: Funeral games: the foot-race

Nestor rises to sing of the deeds of Achilles, and Thetis rewards him with the horses Telephus once gave her son. Ten heifers are set out as prizes for the foot-race. Teucer and Aias son of Oileus run for them, and Teucer, tripped by a tamarisk root and lamed, loses to Aias.

Lines 4.118–214 · 805 words · click a number to copy its link
118πρῶτος δʼ ἐν μέσσοισιν ἀνίστατο Νηλέος υἱός, οὐ μὲν πυγμαχίῃσι λιλαιόμενος πονέεσθαι 120οὔτε παλαισμοσύνῃ πολυτειρέϊ· τοῦ γὰρ ὕπερθε γυῖα καὶ ἅψεα πάντα λυγρὸν κατεδάμνατο γῆρας· ἀλλά οἱ ἐν στέρνοισιν ἔτʼ ἔμπεδος ἔπλετο θυμὸς καὶ νόος, οὐδέ τις ἄλλος ἐριδμαίνεσκεν Ἀχαιῶν κείνῳ, ὅτʼ εἰν ἀγορῇ ἐπέων πέρι δῆρις ἐτέχθη· 125τῷ καὶ Λαέρταο κλυτὸς πάϊς εἵνεκα μύθων εἰν ἀγορῇ ὑπόεικε, καὶ ὃς βασιλεύτατος ἦεν πάντων Ἀργείων μέγʼ ἐϋμμελίης Ἀγαμέμνων. τοὔνεκʼ ἐνὶ μέσσοισιν ἐΰφρονα Νηρηίνην ὕμνεεν, ὡς Πάσῃσι μετέπρεπεν εἰναλίῃσιν 130εἵνεκʼ ἐϋφροσύνης τε καὶ εἴδεος· ἡ δʼ ἀΐουσα τέρπεθʼ· ὁ δʼ ἱμερόεντα γάμον Πηλῆος ἔνισπε, τόν ῥά οἱ ἀθάνατοι μάκαρες συνετεκτήναντο Πηλίου ἀμφὶ κάρηνα, καὶ ἄμβροτον ὡς ἐπάσαντο δαῖτα παρʼ εἰλαπίνῃσιν, ὅτʼ εἴδατα θεῖα φέρουσαι 135χερσὶν ὑπʼ ἀμβροσίῃσι θεαὶ παρενήνεον Ὧραι χρυσείοις κανέοισι, Θέμις δʼ ἄρα καγχαλόωσα ἀργυρέας ἐτίταινεν ἐπισπέρχουσα τραπέζας, πῦρ δʼ Ἥφαιστος ἔκαιεν ἀκήρατον, ἀμφὶ δὲ Νύμφαι ἀμβροσίην ἐκέραιον ἐνί χρυσέοισι κυπέλλοις, 140αἱ δʼ ἄρʼ ἐς ὀρχηθμὸν Χάριτες τράπεν ἱμερόεντα, Μοῦσαι δʼ ἐς μολπήν, ἐπετέρπετο δʼ οὔρεα πάντα καὶ ποταμοὶ καὶ θῆρες, ἰαίνετο δʼ ἄφθιτος αἰθὴρ ἄντρα τε Χείρωνος περικαλλέα καὶ θεοὶ αὐτοί.

But first amidst them all rose Neleus’ son,
Not as desiring in the strife of fists
To toil, nor strain of wrestling; for his arms
And all his sinews were with grievous eld
Outworn, but still his heart and brain were strong.
Of all the Achaeans none could match himself
Against him in the folkmote’s war of words;
Yea, even Laertes’ glorious son to him
Ever gave place when men for speech were met;
Nor he alone, but even the kingliest
Of Argives, Agamemnon, lord of spears.
Now in their midst he sang the gracious Queen
Of Nereids, sang how she in willsomeness
Of beauty was of all the Sea-maids chief.
Well-pleased she hearkened. Yet again he sang,
Singing of Peleus’ Bridal of Delight,
Which all the blest Immortals brought to pass
By Pelion’s crests; sang of the ambrosial feast
When the swift Hours brought in immortal hands
Meats not of earth, and heaped in golden maunds;
Sang how the silver tables were set forth
In haste by Themis blithely laughing; sang
How breathed Hephaestus purest flame of fire;
Sang how the Nymphs in golden chalices
Mingled ambrosia; sang the ravishing dance
Twined by the Graces’ feet; sang of the chant
The Muses raised, and how its spell enthralled
All mountains, rivers, all the forest brood;
How raptured was the infinite firmament,
Cheiron’s fair caverns, yea, the very Gods.

144καὶ τὰ μὲν ἂρ Νηλῆος ἐῢς πάϊς Ἀργείοισι 145πάντα μάλʼ ἱεμένοις κατελέξατο· τοὶ δʼ ἀΐοντες τέρπονθʼ· ὃς δʼ Ἀχιλῆος ἀμύμονος ἄφθιτα ἔργα μέλπε μέσῳ ἐν ἀγῶνι· πολὺς δʼ ἀμφίαχε λαὸς ἀσπασίως. ὁ δʼ ἄρʼ ἔνθεν ἑλὼν ἐρικυδέα φῶτα ἐκπάγλως κύδαινεν ἀρηραμένοις ἐπέεσσι, 150δώδεχʼ ὅπως διέπερσε κατὰ πλόον ἄστεα φωτῶν, ἕνδεκα δʼ αὖ κατὰ γαῖαν ἀπείριτον, ὡς δʼ ἐδάϊξε Τήλεφον, ἠδὲ βίην ἐρικυδέος Ἠετίωνος Θήβης ἐν δαπέδοισι, καὶ ὡς Κύκνον ἔκτανε δουρὶ υἷα Ποσειδάωνος ἰδʼ ἀντίθεον Πολύδωρον 155καὶ Τρώιλον θηητὸν ἀμύμονά τʼ Ἀστεροπαῖον, αἵματι δʼ ὡς ἐρύθηνεν ἄδην ποταμοῖο ῥέεθρα Ξάνθου καὶ νεκύεσσιν ἀπειρεσίοισι κάλυψε πάντα ῥόον κελάδοντα, Λυκάονος ὁππότε θυμὸν νοσφίσατʼ ἐκ μελέων ποταμοῦ σχεδὸν ἠχήεντος, 160Ἕκτορά θʼ ὡς ἐδάμασσε, καὶ ὡς ἕλε Πενθεσίλειαν, ἠδὲ καὶ υἱέα δῖον ἐϋθρόνου Ἠριγενείης. καὶ τὰ μὲν Ἀργείοισιν ἐπισταμένοισι καὶ αὐτοῖς μέλπε, καὶ ὡς ἐτέτυκτο πελώριος, ὥς τέ οἱ οὔτις ἔσθενε δηριάασθαι ἐναντίον, οὔτʼ ἐν ἀέθλοις 165αἰζηῶν, ὅτε ποσσὶ νέοι περιδηριόωνται, οὐδὲ μὲν ἱππασίῃ, οὐδὲ σταδίῃ ἐνὶ χάρμῃ, κάλλεΐ θʼ ὡς Δαναούς μέγʼ ὑπείρεχεν, ὥς τέ οἱ ἀλκὴ ἔπλετʼ ἀπειρεσίη, ὁπότʼ Ἄρεος ἔσσυτο δῆρις. εὔχετο δʼ ἀθανάτοισι καὶ υἱέα τοῖον ἰδέσθαι 170κείνου ἀπὸ Σκύροιο πολυκλύστοιο μολόντα.

Such noble strain did Neleus’ son pour out
Into the Argives’ eager ears; and they
Hearkened with ravished souls. Then in their midst
He sang once more the imperishable deeds
Of princely Achilles. All the mighty throng
Acclaimed him with delight. From that beginning
With fitly chosen words did he extol
The glorious hero; how he voyaged and smote
Twelve cities; how he marched o’er leagues on leagues
Of land, and spoiled eleven; how he slew
Telephus and Eetion’s might renowned
In Thebe; how his spear laid Cyenus low,
Poseidon’s son, and godlike Polydorus,
Troilus the goodly, princely Asteropaeus;
And how he dyed with blood the river-streams
Of Xanthus, and with countless corpses choked
His murmuring flow, when from the limbs he tore
Lycaon’s life beside the sounding river;
And how he smote down Hector; how he slew
Penthesileia, and the godlike son
Of splendour-throned Dawn;—all this he sang
To Argives which already knew the tale;
Sang of his giant mould, how no man’s strength
In fight could stand against him, nor in games
Where strong men strive for mastery, where the swift
Contend with flying feet or hurrying wheels
Of chariots, nor in combat panoplied;
And how in goodlihead he far outshone
All Danaans, and how his bodily might
Was measureless in the stormy clash of war.
Last, he prayed Heaven that he might see a son
Like that great sire from sea-washed Scyros come.

171Ἀργεῖοι δʼ ἄρα πᾶσιν ἐπευφήμησαν ἔπεσσιν αὐτή τʼ ἀργυρόπεζα Θέτις, καί οἱ πόρεν ἵππους ὠκύποδας, τούς πρόσθεν ἐϋμμελίῃ Ἀχιλῆι Τήλεφος ὤπασε δῶρον ἐπὶ προχοῇσι Καΐκου, 175εὖτέ ἑ μοχθίζοντα κακῷ περὶ ἕλκεϊ θυμὸν ἠκέσατʼ ἐγχείῃ, τῇ μιν βάλε δηριόωντα αὐτὸς ἔσω μηροῖο, διήλασε δʼ ὄβριμον αἰχμήν· καὶ τοὺς μέν Νέστωρ Νηλήιος οἶς ἑτάροισιν ὤπασεν· οἱ δʼ ἐς νῆας ἄγου μέγα κυδαίνοντες 180ἀντίθεον βασιλῆα. Θέτις δʼ ἐς μέσσον ἀγῶνα θῆκεν ἄρʼ ἀμφὶ δρόμοιο βόας δέκα· τῇσι δὲ πάσῃς καλαὶ πόρτιες ᾖσαν ὑπὸ μαζοῖσιν ἰοῦσαι· τάς ποτε Πηλείδαο θρασὺ σθένος ἀκαμάτοιο ἤλασεν ἐξ Ἴδης μεγάλῳ ἐπὶ δουρὶ πεποιθώς.

That noble song acclaiming Argives praised;
Yea, silver-looted Thetis smiled, and gave
The singer fleetfoot horses, given of old
Beside Caicus’ mouth by Telephus
To Achilles, when he healed the torturing wound
With that same spear wherewith himself had pierced
Telephus’ thigh, and thrust the point clear through.
These Nestor Neleus’ son to his comrades gave,
And, glorying in their godlike lord, they led
The steeds unto his ships. Then Thetis set
Amidst the athlete-ring ten kine, to be
Her prizes for the footrace, and by each
Ran a fair suckling calf. These the bold might
Of Peleus’ tireless son had driven down
From slopes of Ida, prizes of his spear.

185τῶν πέρι δοιοὶ ἀνέσταν ἐελδόμενοι μέγα νίκης· Τεῦκρος μὲν πρῶτος Τελαμώνιος, ἄν δὲ καὶ Αἴας, Αἴας, ὅς τε Λοκροῖσι μετέπρεπεν ἰοβόλοισιν. ἀμφὶ δʼ ἄρα ζώσαντο θοῶς περὶ μήδεα χερσὶ φάρεα, πάντα δʼ ἔνερθεν, ἅπερ θέμις, ἐκρύψαντο 190αἰδόμενοι Πηλῆος ἐϋσθενέος παράκοιτιν ἄλλας τʼ εἰναλίας Νηρηίδας, ὅσσαι ἅμʼ αὐτῇ ἤλυθον Ἀργείων κρατεροὺς ἐσιδέσθαι ἀέθλους. τοῖσι δὲ σημαίνεσκε δρόμου τέλος ὠκυτάτοιο Ἀτρείδης, ὅς πᾶσι μετʼ Ἀργείοισιν ἄνασσε. 195τοὺς δʼ Ἔρις ὀτρύνεσκεν ἐπήρατος· οἱ δʼ ἀπὸ νύσσης καρπαλίμως οἴμησαν ἐοικότες ἰρήκεσσι· τῶν δὲ καὶ ἀμφήριστος ἔην δρόμος· οἱ δʼ ἑκάτερθεν Ἀργεῖοι λεύσσοντες ἐπίαχον ἄλλυδις ἄλλος. ἀλλʼ ὅτε τέρματʼ ἔμελλον ἱκανέμεναι μεμαῶτες, 200δὴ τότε που Τεύκροιο μένος καὶ γυῖα πέδησαν ἀθάνατοι· τὸν γάρ ῥα θεὸς βάλεν ἠέ τις ἄτη ὄζον ἐς ἀλγινόεντα βαθυρρίζοιο μυρίκης· τῷ δʼ ἄρʼ ἐνιχριμφθεὶς χαμάδις πέσε· τοῦ δʼ ἀλεγεινῶς ἄκρον ἀνεγνάμφθη λαιοῦ ποδός, αἱ δʼ ὑπανέσταν 205οἰδαλέαι ἑκάτερθε περὶ φλέβες. οἱ δʼ ἰάχησαν Ἀργεῖοι κατʼ ἀγῶνα· παρήιξεν δέ μιν Αἴας γηθόσυνος· λαοὶ δὲ συνέδραμον, οἵ οἱ ἕποντο, Λοκροί· αἶψα δὲ χάρμα περὶ φρένας ἤλυθε πάντων· ἐκ δʼ ἔλασαν κατὰ νῆας ἀγοῦ βόας, ὄφρα νέμωνται. 210Τεῦκρον δʼ ἐσσυμένως ἕταρο; περιποιπνύοντες ἦγου ἐπισκάζοντα· θοῶς δέ οἱ ἰητῆρες ἐκ ποδὸς αἷμʼ ἀφέλοντο, θέσαν δʼ ἐφύπερθε μοτάων εἴρἰ ἄδην δεύσαντες ἀλείφασιν· ἀμφὶ δὲ μίτρην δήσαντʼ ἐνδυκέως· ὀλοὰς δʼ ἐκέδασσαν ἀνίας.

To strive for these rose up two victory-fain,
Teucer the first, the son of Telamon,
And Aias, of the Locrian archers chief.
These twain with swift hands girded them about
With loin-cloths, reverencing the Goddess-bride
Of Peleus, and the Sea-maids, who with her
Came to behold the Argives’ athlete-sport.
And Atreus’ son, lord of all Argive men,
Showed them the turning-goal of that swift course.
Then these the Queen of Rivalry spurred on,
As from the starting-line like falcons swift
They sped away. Long doubtful was the race:
Now, as the Argives gazed, would Aias’ friends
Shout, now rang out the answering cheer from friends
Of Teucer. But when in their eager speed
Close on the end they were, then Teucer’s feet
Were trammelled by unearthly powers: some god
Or demon dashed his foot against the stock
Of a deep-rooted tamarisk. Sorely wrenched
Was his left ankle: round the joint upswelled
The veins high-ridged. A great shout rang from all
That watched the contest. Aias darted past
Exultant: ran his Locrian folk to hail
Their lord, with sudden joy in all their souls.
Then to his ships they drave the kine, and cast
Fodder before them. Eager-helpful friends
Led Teucer halting thence. The leeches drew
Blood from his foot: then over it they laid
Soft-shredded linen ointment-smeared, and swathed
With smooth bands round, and charmed away the pain.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 4.118–214: Funeral games: the foot-race