Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 5.237–332: Odysseus wins the arms of Achilles

Odysseus and Aias abuse each other in turn, Odysseus mocking Aias' tongue and Aias denying that Odysseus did anything in the fighting. The Trojan captives are made to judge, and they award the arms to Odysseus.

Lines 5.237–332 · 877 words · click a number to copy its link
237ὣς φάτο· τὸν δʼ ἀλεγεινὰ παραβλήδην ἐνένιπεν υἱὸς Λαέρταο πολύτροπα μήδεα νωμῶν· Αἶαν ἀμετροεπές, τί νύ μοι τόσα μὰψ ἀγορεύεις; 240οὐτιδανόν τέ μʼ ἔφησθα καὶ ἀργαλέον καὶ ἄναλκιν ἔμμεναι, ὃς σέο πολλὸν ὑπέρτερος εὔχομαι εἶναι μήδεσι καὶ μύθοισι, τά τʼ ἀνδράσι κάρτος ἀέξει· καὶ γάρ τʼ ἠλίβατον πέτρην ἄρρηκτον ἐοῦσαν μήτι ὑποτμήγουσιν ἐν οὔρεσι λατόμοι ἄνδρες 245ῥηιδίως, μήτι δὲ μέγαν βαρυηχέα πόντον ναῦται ὑπεκπερόωσιν, ὅτʼ ἄσπετα κυμαίνηται· τέχνῃσιν δʼ ἀγρόται κρατεροὺς δαμόωσι λέοντας πορδάλιάς τε σύας τε καὶ ἄλλων ἔθνεα θηρῶν· ταῦροι δʼ ὀβριμόθυμοι ὑπὸ ζεύγλαις δαμόωνται 250ἀνθρώπων ἰότητι· νόῳ δέ τε πάντα τελεῖται. αἰεὶ δʼ ἀφραδέος πέλει ἀνέρος ἀμφὶ πόνοισι πᾶσι καὶ ἐν βουλῇσιν ἀνὴρ πολύϊδρις ἀμείνων· τοὔνεκʼ ἐϋφρονέοντα θρασὺς πάϊς Οἰνείδαο λέξατό μʼ ἐκ πάντων ἐπιτάρροθον, ὄφρʼ ἀφίκωμαι 255ἐς φύλακας· μέγα δʼ ἔργον ὁμῶς ἐτελέσσαμεν ἄμφω· καὶ δʼ αὐτὸν Πηλῆος ἐϋσθενέος κλυτὸν υἷα ἤγαγον Ἀτρείδῃσιν ἐπίρροθον· ἢν δὲ καὶ ἄλλου ἥρωος χρειώ τις ἐν Ἀργείοισι πέληται, οὐδʼ ὅγε χερσὶ τεῇσιν ἐλεύσεται, οὐδὲ μὲν ἄλλων 260Ἀργείων βουλῇσιν, ἐγὼ δέ ἑ μοῦνος Ἀχαιῶν ἄξω μειλιχίοισι παραυδήσας ἐπέεσσι δῆριν ἐς αἰζηῶν· μέγα γὰρ κράτος ἀνδράσι μῦθος γίνετʼ ἐϋφροσύνῃ μεμελημένος· ἠνορέη δὲ ἄπρηκτος τελέθει μέγεθός τʼ εἰς οὐδὲν ἀέξει 265ἀνέρος, εἰ μή οἱ πινυτὴ ἐπὶ μῆτις ἕπηται. αὐτὰρ ἐμοὶ καὶ κάρτος ὁμῶς καὶ μῆτιν ὄπασσαν ἀθάνατοι· τεῦξαν δὲ μέγʼ Ἀργείοισιν ὄνειαρ. οὐδὲ μὲν ὡς σύ μʼ ἔφησθα πάρος φεύγοντα σάωσας δηίου ἐξ ἐνοπῆς· οὐ γὰρ φύγον, ἀλλʼ ἅμα πάντας 270Τρῶας ἐπεσσυμένους μένον ἔμπεδον· οἱ δʼ ἐπέχυντο ἀλκῇ μαιμώωντες· ἐγὼ δʼ ὑπὸ κάρτεϊ χειρῶν πολλῶν θυμὸν ἔλυσα· σὺ δʼ οὐκ ἄρʼ ἐτήτυμα βάζεις· οὐ γὰρ ἔμοιγʼ ἐπάμυνας ἀνὰ μόθον ἀλλὰ σοὶ αὐτῷ ἔστης ἦρα φέρων, μή τίς νύ σε δουρὶ δαμάσσῃ 275φεύγοντʼ ἐκ πολέμοιο. νέας δʼ ἐς μέσσον ἔρυσσα οὔτι περιτρομέων δηίων μένος, ἀλλʼ ἵνα μῆχος αἰὲν ἅμʼ Ἀτρείδῃσιν ὑπὲρ πολέμοιο φέρωμαι· καὶ σὺ μὲν ἔκτοσθε στήσας νέας· αὐτὰρ ἔγωγε αὐτὸν ἀεικίσσας πληγῇς ὑπὸ λευγαλέῃσιν 280ἐς Τρώων πτολίεθρον ἐσήλυθον, ὄφρα πύθωμαι, ὁππόσα μητιόωνται ὑπὲρ πολέμου ἀλεγεινοῦ. οὐδὲ μὲν Ἕκτορος ἔγχος ἐδείδιον, ἀλλὰ καὶ αὐτὸς ἐν πρώτοις ἀνόρουσα μαχέσσασθαι μενεαίνων κείνῳ, ὅτʼ ἠνορέῃ πίσυνος προκαλέσσατο πάντας. 285νῦν δέ σευ ἀμφʼ Ἀχιλῆι πολὺ πλέονας κτάνον ἄνδρας δυσμενέων, ἐσάωσα δʼ ὁμῶς τεύχεσσι θανόντα. οὐδέ μὲν ἐγχείην τρομέω σέθεν, ἀλλά με λυγρὸν ἕλκος ἔτʼ ἀμφʼ ὀδύνῃς περινίσσεται εἵνεκα τευχέων τῶνδʼ ὑπερουτηθέντα δαϊκταμένου τʼ Ἀχιλῆος· 290καὶ δʼ ἐμοὶ ὡς Ἀχιλῆι πέλει Διὸς ἔξοχον αἷμα.

He spake: with scornful glance and bitter speech
Odysseus the resourceful chode with him:
“Aias, unbridled tongue, why these vain words
To me? Thou hast called me pestilent, niddering,
And weakling: yet I boast me better far
Than thou in wit and speech, which things increase
The strength of men. Lo, how the craggy rock,
Adamantine though it seem, the hewers of stone
Amid the hills by wisdom undermine
Full lightly, and by wisdom shipmen cross
The thunderous-plunging sea, when mountain-high
It surgeth, and by craft do hunters quell
Strong lions, panthers, boars, yea, all the brood
Of wild things. Furious-hearted bulls are tamed
To bear the yoke-bands by device of men.
Yea, all things are by wit accomplished. Still
It is the man who knoweth that excels
The witless man alike in toils and counsels.
For my keen wit did Oeneus’ valiant son
Choose me of all men with him to draw nigh
To Hector’s watchmen: yea, and mighty deeds
We twain accomplished. I it was who brought
To Atreus’ sons Peleides far-renowned,
Their battle-helper. Whensoe’er the host
Needeth some other champion, not for the sake
Of thine hands will he come, nor by the rede
Of other Argives: of Achaeans I
Alone will draw him with soft suasive words
To where strong men are warring. Mighty power
The tongue hath over men, when courtesy
Inspires it. Valour is a deedless thing;
And bulk and big assemblage of a man
Cometh to naught, by wisdom unattended.
But unto me the Immortals gave both strength
And wisdom, and unto the Argive host
Made me a blessing. Nor, as thou hast said,
Hast thou in time past saved me when in flight
From foes. I never fled, but steadfastly
Withstood the charge of all the Trojan host.
Furious the enemy came on like a flood
But I by might of hands cut short the thread
Of many lives. Herein thou sayest not true
Me in the fray thou didst not shield nor save,
But for thine own life roughtest, lest a spear
Should pierce thy back if thou shouldst turn to flee
From war. My ships? I drew them up mid-line,
Not dreading the battle-fury of any foe,
But to bring healing unto Atreus’ sons
Of war’s calamities: and thou didst set
Far from their help thy ships. Nay more, I seamed
With cruel stripes my body, and entered so
The Trojans’ burg, that I might learn of them
All their devisings for this troublous war.
Nor ever I dreaded Hector’s spear; myself
Rose mid the foremost, eager for the fight,
When, prowess-confident, he defied us all.
Yea, in the fight around Achilles, I
Slew foes far more than thou; ‘twas I who saved
The dead king with this armour. Not a whit
I dread thy spear now, but my grievous hurt
With pain still vexeth me, the wound I gat
In fighting for these arms and their slain lord.
In me as in Achilles is Zeus’ blood.”

291ὣς ἄρʼ ἔφη· τὸν δʼ αὖθις ἀμείβετο καρτερὸς Αἴας· ὦ Ὀδυσεῦ δολομῆτα καὶ ἀργαλεώτατε πάντων, οὔ νύ σʼ ἐκεῖσʼ ἐνόησα πονεύμενον, οὐδέ τις ἄλλος Ἀργείων, ὅτε Τρῶες Ἀχιλλέα δῃωθέντα 295ἑλκέμεναι μενέαινον· ἐγὼ δ ὑπὸ δουρὶ καὶ ἀλκῇ τῶν μὲν γούνατʼ ἔλυσα κατὰ μόθον, οὓς δʼ ἐφόβησα αἰὲν ἐπεσσύμενος· τοὶ δʼ ἀργαλέως φοβέοντο χήνεσιν ἢ γεράνοισιν ἐοικότες, οἷς ἐπορούσῃ αἰετὸς ἠιόεν πεδίον κάτα βοσκομένοισιν· 300ὣς Τρῶες πτώσσοντες ἐμὸν δόρυ καὶ θοὸν ἆορ Ἴλιον ἐς κατέδυσαν ἀλευάμενοι μέγα πῆμα. σοὶ δὲ καὶ εἰ τότε κάρτος ἐπήλυθεν, οὔτι μευ ἄγχι μάρναο δυσμενέεσσιν, ἑκὰς δέ που ἦσθα καὶ αὐτὸς ἀμφʼ ἄλλῃσι φάλαγξι πονεύμενος, οὐ περὶ νεκρῷ 305ἀντιθέου Ἀχιλῆος, ὅπου μάλα δῆρις ὀρώρει. ὣς φάτο· τὸν δʼ Ὀδυσῆος ἀμείβετο κερδαλέον κῆρ· Αἶαν, ἐγὼν οὐ σεῖο κακώτερος ἔλπομαι εἶναι οὐ νόον οὐδὲ βίην, εἰ καὶ μάλα φαίδιμος ἐσσί· ἀλλὰ νόῳ μὲν ἔγωγε πολὺ προφερέστερός εἰμι 310σεῖο μετʼ Ἀργείοισι, βίῃ δέ τοι ἀμφήριστος ἢ καὶ ἀγαυότερος· τὸ δέ που καὶ Τρῶες ἴσασιν, οἵ με μέγα τρομέουσι καὶ ἢν ἀπάτερθεν ἴδωνται. καὶ δʼ αὐτὸς σάφα οἶδας ἐμὸν μένος ἠδὲ καὶ ἄλλοι ἀμφὶ παλαισμοσύνῃ πολυτειρέϊ πολλὰ μογήσας, 315ὁππότε δὴ περὶ σῆμα δαϊκταμένου Πατρόκλοιο Πηλείδης ἐρίθυμος ἀγακλυτὰ θῆκεν ἄεθλα.

He spake; strong Aias answered him again.
“Most cunning and most pestilent of men,
Nor I, nor any other Argive, saw
Thee toiling in that fray, when Trojans strove
Fiercely to hale away Achilles slain.
My might it was that with the spear unstrung
The knees of some in fight, and others thrilled
With panic as they pressed on ceaselessly.
Then fled they in dire straits, as geese or cranes
Flee from an eagle swooping as they feed
Along a grassy meadow; so, in dread
The Trojans shrinking backward from my spear
And lightening sword, fled into Ilium
To ‘scape destruction. If thy might came there
Ever at all, not anywhere nigh me
With foes thou foughtest: somewhere far aloot
Mid other ranks thou toiledst, nowhere nigh
Achilles, where the one great battle raged.”

He spake; replied Odysseus the shrewd heart:
“Aias, I hold myself no worse than thou
In wit or might, how goodly in outward show
Thou be soever. Nay, I am keener far
Of wit than thou in all the Argives’ eyes.
In battle-prowess do I equal thee
Haply surpass; and this the Trojans know,
Who tremble when they see me from afar.
Aye, thou too know’st, and others know my strength
By that hard struggle in the wrestling-match,
When Peleus’ son set glorious prizes forth
Beside the barrow of Patroclus slain.”

317ὣς φάτο Λαέρταο κλυτὸς πάϊς ἀντιθέοιο. καὶ τότε Τρώιοι υἷες ἔριν δικάσαντʼ ἀλεγεινὴν αἰζηῶν· νίκην δὲ καὶ ἄμβροτα τεύχεα δῶκαν 320πάντες ὁμοφρονέοντες ἐϋπτολέμῳ Ὀδυσῆι· τοῦ δʼ ἄμοτον γήθησε νόος· στονάχησε δὲ λαός. παχνώθη δʼ Αἴαντος ἐῢ σθένος· αἶψα δʼ ἄρʼ αὐτῷ ἄτη ἀνιηρὴ περικάππεσε· πὰν δέ οἱ εἴσω ἔζεσε φοίνιον αἷμα· χολὴ δʼ ὑπερέβλυσεν αἰνή· 325ἥπατι δʼ ἔγκατʼ ἔμικτο· περὶ κραδίην δʼ ἀλεγεινὸν ἷξεν ἄχος, καὶ δριμὺ διʼ ἐγκεφάλοιο θεμέθλων ἐσσύμενον μήνιγγας ἄδην ἀμφήλυθεν ἄλγος, σὺν δʼ ἔχεεν νόον ἀνδρός· ἐπὶ χθονὶ δʼ ὄμματα πήξας ἔστη ἀκινήτῳ ἐναλίγκιος· ἀμφὶ δʼ ἑταῖροι 330ἀχνύμενοί μιν ἄγεσκον ἐϋπρώρους ἐπὶ νῆας πολλὰ παρηγορέοντες· ὁ δʼ ὑστατίην ποσὶν οἶμον ἤιεν οὐκ ἐθέλων· σχεδόθεν δέ οἱ ἕσπετο Μοῖρα.

So spake Laertes’ son the world-renowned.
Then on that strife disastrous of the strong
The sons of Troy gave judgment. Victory
And those immortal arms awarded they
With one consent to Odysseus mighty in war.
Greatly his soul rejoiced; but one deep groan
Brake from the Greeks. Then Aias’ noble might
Stood frozen stiff; and suddenly fell on him
Dark wilderment; all blood within his frame
Boiled, and his gall swelled, bursting forth in flood.
Against his liver heaved his bowels; his heart
With anguished pangs was thrilled; fierce stabbing throes
Shot through the filmy veil ‘twixt bone and brain;
And darkness and confusion wrapped his mind.
With fixed eyes staring on the ground he stood
Still as a statue. Then his sorrowing friends
Closed round him, led him to the shapely ships,
Aye murmuring consolations. But his feet
Trod for the last time, with reluctant steps,
That path; and hard behind him followed Doom.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.