Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 7.169–291: Odysseus and Diomedes at Scyros

The ship comes to Scyros, where Odysseus and Diomedes find Achilles' son practising with spear and horses. Odysseus tells him of Achilles and the war, and the youth agrees to sail the next morning. Deidameia learns of the plan and clings to her son.

Lines 7.169–291 · 1111 words · click a number to copy its link
169τοὶ δʼ ἐς Σκῦρον ἵκοντο μελαίνῃ νηὶ θέοντες· 170εὗρον δʼ υἷʼ Ἀχιλῆος ἑοῦ προπάροιθε δόμοιο, ἄλλοτε μὲν βελέεσσι καὶ ἐγχείῃσιν ἱέντα, ἄλλοτε δʼ αὖθʼ ἵπποισι πονεύμενον ὠκυπόδεσσι· γήθησαν δʼ ἐσιδόντες ἀταρτηροῦ πολέμοιο ἔργα μετοιχόμενον, καίπερ μέγα τειρόμενον κῆρ 175ἀμφὶ πατρὸς κταμένοιο· τὸ γὰρ τὸ πάροιθε πέπυστο. αἶψα δέ κίον ἄντα τεθηπότες, οὕνεχʼ ὁρῶντο θαρσαλέῳ Ἀχιλῆι δέμας περικαλλὲς ὁμοῖον· τοὺς δʼ ἄρʼ ὑποφθάμενος τοῖον ποτὶ μῦθον ἔειπεν· ὦ ξεῖνοι, μέγα χαίρετʼ ἐμὸν ποτὶ δῶμα κιόντες· 180εἴπατε δʼ ὁππόθεν ἐστὲ καὶ οἵτινες, ἠδʼ ὅ τι χρειὼ ἤλθετʼ ἔχοντες ἐμεῖο διʼ οἴδματος ἀτρυγέτοιο.

Meanwhile the black ship on to Scyros ran;
And those twain found before his palace-gate
Achilles’ son, now hurling dart and lance,
Now in his chariot driving fleetfoot steeds.
Glad were they to behold him practising
The deeds of war, albeit his heart was sad
For his slain sire, of whom had tidings come
Ere this. With reverent eyes of awe they went
To meet him, for that goodly form and face
Seemed even as very Achilles unto them.
But he, or ever they had spoken, cried:
“All hail, ye strangers, unto this mine home
Say whence ye are, and who, and what the need
That hither brings you over barren seas.”

182ὣς ἔφατʼ εἰρόμενος· ὁ δʼ ἀμείβετο δῖος Ὀδυσσεύς· ἡμεῖς τοι φίλοι εἰμὲν ἐϋπτολέμου Ἀχιλῆος, τῷ νύ σέ φασι τεκέσθαι εΰφρονα Δηιδάμειαν· 185καὶ δʼ αὐτοὶ τεὸν εἶδος ἐΐσκομεν ἀνέρι κείνῳ πάμπαν· ὁ δ ἀθανάτοισι πολυσθενέεσσιν ἐῴκει. εἰμὶ δʼ ἐγὼν Ἰθάκηθεν, ὁ δʼ Ἄργεος ἱπποβότοιο, εἴ ποτε Τυδείδαο δαΐφρονος οὔνομʼ ἄκουσας, ἢ καὶ Ὀδυσσῆος πυκιμήδεος, ὅς νύ τοι ἄγχι 190αὐτὸς ἐγὼν ἕστηκα θεοπροπίης ἕνεκʼ ἐλθών· ἀλλʼ ἐλέαιρε τάχιστα καὶ Ἀργείοις ἐπάμυνον ἐλθὼν ἐς Τροίην· ὣς γὰρ τέλος ἔσσετʼ Ἄρηι. καί τοι δῶρʼ ὀπάσουσιν ἀάσπετα δῖοι Ἀχαιοί· τεύχεα δʼ αὐτὸς ἔγωγε τεοῦ πατρὸς ἀντιθέοιο 195δώσω, ἅπερ φορέων μέγα τέρψεαι· οὐ γὰρ ἔοικε θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη 200τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ κύκλῳ ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι, θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα 205οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν, εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον· καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας· 210τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι. καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν, 215αὐτίκα γαμβρὸν ἑὸν ποιήσεται, ἢν ἐθέλῃσθα, ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός, ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.

So spake he, and Odysseus answered him:
“Friends are we of Achilles lord of war,
To whom of Deidameia thou wast born—
Yea, when we look on thee we seem to see
That Hero’s self; and like the Immortal Ones
Was he. Of Ithaca am I: this man
Of Argos, nurse of horses—if perchance
Thou hast heard the name of Tydeus’ warrior son
Or of the wise Odysseus. Lo, I stand
Before thee, sent by voice of prophecy.
I pray thee, pity us: come thou to Troy
And help us. Only so unto the war
An end shall be. Gifts beyond words to thee
The Achaean kings shall give: yea, I myself
Will give to thee thy godlike father’s arms,
And great shall be thy joy in bearing them;
For these be like no mortal’s battle-gear,
But splendid as the very War-god’s arms.
Over their marvellous blazonry hath gold
Been lavished; yea, in heaven Hephaestus’ self
Rejoiced in fashioning that work divine,
The which thine eyes shall marvel to behold;
For earth and heaven and sea upon the shield
Are wrought, and in its wondrous compass are
Creatures that seem to live and move—a wonder
Even to the Immortals. Never man
Hath seen their like, nor any man hath worn,
Save thy sire only, whom the Achaeans all
Honoured as Zeus himself. I chiefliest
From mine heart loved him, and when he was slain,
To many a foe I dealt a ruthless doom,
And through them all bare back to the ships his corse.
Therefore his glorious arms did Thetis give
To me. These, though I prize them well, to thee
Will I give gladly when thou com’st to Troy.
Yea also, when we have smitten Priam’s towns
And unto Hellas in our ships return,
Shall Menelaus give thee, an thou wilt,
His princess-child to wife, of love for thee,
And with his bright-haired daughter shall bestow
Rich dower of gold and treasure, even all
That meet is to attend a wealthy king.”

219ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός· 220εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί, αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου, ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι· νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν, οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι· 225ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει. ὣς εἰπὼν ἡγεῖθ· οἱ δʼ ἑσπόμενοι μέγα χαῖρον· καί ῥʼ ὅτε δὴ μέγα δῶμα κίον καὶ κάλλιμον αὐλήν, εὗρον Δηιδάμειαν ἀκηχεμένην ἐνὶ θυμῷ τηκομένην δʼ , ὡσεί τε χιὼν κατατήκετʼ ὄρεσσιν 230Εὔρου ὑπὸ λιγέος καὶ ἀτειρέος ἠελίοιο· ὣς ἥ γε φθινύθεσκε δεδουπότος ἀνδρὸς ἀγαυοῦ· καί μιν ἔτʼ ἀχνυμένην περ ἀγακλειτοὶ βασιλῆες ἠσπάζοντʼ ἐπέεσσι· πάϊς δέ οἱ ἐγγύθεν ἐλθὼν μυθεῖτʼ ἀτρεκέως γενεὴν καὶ οὔνομʼ ἑκάστου· 235χρειὼ δʼ, ἥντινʼ ἵκανον, ἐπέκρυφε μέχρις ἐς ἠῶ, ὄφρα μὴ ἀχνυμένην μιν ἕλῃ πολύδακρυς ἀνίη, καί μιν ἀπεσσύμενον μάλα λισσομένη κατερύκῃ. αἶψα δὲ δαῖτʼ ἐπάσαντο καὶ ὕπνῳ θυμὸν ἴηναν πάντες, ὅσοι Σκύροιο πέδον περιναιετάασκον 240εἰναλίης, τὴν μακρὰ περιβρομέουσι θαλάσσης κύματα ῥηγνυμένοιο πρὸς ᾐόνας Αἰγαίοιο· ἀλλʼ οὐ Δηιδάμειαν ἐπήρατος ὕπνος ἔμαρπτεν οὔνομα κερδαλέου μιμνησκομένην Ὀδυσῆος ἠδὲ καὶ ἀντιθέου Διομήδεος, οἵ ῥά μιν ἄμφω 245εὖνιν ποιήσαντο φιλοπτολέμου Ἀχιλῆος παρφάμενοι κείνοιο θρασὺν νόον, ὄφρʼ ἀφίκηται δήϊον εἰς ἐνοπήν· τῷ δʼ ἄτροπος ἤντετο Μοῖρα, ἥ οἱ ὑπέκλασε νόστον, ἀπειρέσιον δʼ ἄρα πένθος πατρὶ πόρεν Πηλῆι καὶ αὐτῇ Δηιδαμείῃ. 250τοὔνεκά μιν κατὰ θυμὸν ἀάσπετον ἄμφεχε δεῖμα παιδὸς ἐπεσσυμένοιο ποτὶ πτολέμοιο κυδοιμόν, μή οἱ λευγαλέῳ ἐπὶ πένθεϊ πένθος ἵκηται.

So spake he, and replied Achilles’ son:
“If bidden of oracles the Achaean men
Summon me, let us with to-morrow’s dawn
Fare forth upon the broad depths of the sea,
If so to longing Danaans I may prove
A light of help. Now pass we to mine halls,
And to such guest-fare as befits to set
Before the stranger. For my marriage-day—
To this the Gods in time to come shall see.”

Then hall-ward led he them, and with glad hearts
They followed. To the forecourt when they came
Of that great mansion, found they there the Queen
Deidameia in her sorrow of soul
Grief-wasted, as when snow from mountain-sides
Before the sun and east-wind wastes away;
So pined she for that princely hero slain.
Then came to her amidst her grief the kings,
And greeted her in courteous wise. Her son
Drew near and told their lineage and their names;
But that for which they came he left untold
Until the morrow, lest unto her woe
There should be added grief and floods of tears,
And lest her prayers should hold him from the path
Whereon his heart was set. Straight feasted these,
And comforted their hearts with sleep, even all
Which dwelt in sea-ringed Scyros, nightlong lulled
By long low thunder of the girdling deep,
Of waves Aegean breaking on her shores.
But not on Deidameia fell the hands
Of kindly sleep. She bore in mind the names
Of crafty Odysseus and of Diomede
The godlike, how these twain had widowed her
Of battle-fain Achilles, how their words
Had won his aweless heart to fare with them
To meet the war-cry where stern Fate met him,
Shattered his hope of home-return, and laid
Measureless grief on Peleus and on her.
Therefore an awful dread oppressed her soul
Lest her son too to tumult of the war
Should speed, and grief be added to her grief.

253Ἠὼς δʼ εἰσανέβη μέγαν οὐρανόν· οἱ δʼ ἀπὸ λέκτρων καρπαλίμως ὤρνυντο· νόησε δὲ Δηιδάμεια· 255αἶψα δέ οἱ στέρνοισι περὶ πλατέεσσι χυθεῖσα ἀργαλέως γοάασκεν ἐς αἰθέρα μακρὰ βοῶσα· ἠΰτε βοῦς ἐν ὄρεσσιν ἀπειρέσιον μεμακυῖα πόρτιν ἑὴν δίζηται ἐν ἄγκεσιν, ἀμφὶ δὲ μακραὶ οὔρεος αἰπεινοῖο περιβρομέουσι κολῶναι· 260ὣς ἄρα μυρομένης ἀμφίαχεν αἰπὺ μέλαθρον πάντοθεν ἐκ μυχάτων, μέγα δʼ ἀσχαλόωσʼ ἀγόρευε· τέκνον, ποῖ δὴ νῦν σοὶ ἐῢς νόος ἐκπεπότηται Ἴλιον ἐς πολύδακρυ μετὰ ξείνοισιν ἕπεσθαι, ᾗχι πολεῖς ὀλέκονται ὑπʼ ἀργαλέης ὑσμίνης, 265καίπερ ἐπιστάμενοι πόλεμον καὶ ἀεικέα χάρμην; νῦν δὲ σὺ μὲν νέος ἐσσὶ καὶ οὔπω δήϊα ἔργα οἶδας, ἅ τʼ ἀνθρώποισιν ἀλάλκουσιν κακὸν ἦμαρ· ἀλλὰ σὺ μέν μευ ἄκουσον, ἑοῖς δʼ ἐνὶ μίμνε δόμοισι, μὴ δή μοι Τροίηθε κακὴ φάτις οὔαθʼ ἵκηται 270σεῖο καταφθιμένοιο κατὰ μόθον· οὐ γὰρ ὀΐω ἐλθέμεναί σʼ ἔτι δεῦρο μετάτροπον ἐξ ὁμάδοιο· οὐδὲ γὰρ οὐδὲ πατὴρ τεὸς ἔκφυγε κῆρʼ ἀΐδηλον, ἀλλʼ ἐδάμη κατὰ δῆριν, ὅ περ καὶ σεῖο καὶ ἄλλων ἡρώων προφέρεσκε, θεὰ δέ οἱ ἔπλετο μήτηρ, 275τῶνδε δολοφροσύνῃ καὶ μήδεσιν, οἵ σε καὶ αὐτὸν δῆριν ἐπὶ στονόεσσαν ἐποτρύνουσι νέεσθαι· τοὔνεκʼ ἐγὼ δείδοικα περὶ κραδίῃ τρομέουσα, μή μοι καὶ σέο, τέκνον, ἀποφθιμένοιο πέληται εὖνιν καλλειφθεῖσαν ἀεικέα πήματα πάσχειν· 280οὐ γάρ πώ τι γυναικὶ κακώτερον ἄλγος ἔπεισιν, ἢ ὅτε παῖδες ὄλωνται ἀποφθιμένοιο καὶ ἀνδρός, χηρωθῇ δὲ μέλαθρον ὑπʼ ἀργαλέου θανάτοιο· αὐτίκα γὰρ περὶ φῶτες ἀποτμήγουσιν ἀρούρας, κείρουσιν δέ τε πάντα καὶ οὐκ ἀλέγουσι θέμιστας· 285τοὔνεκʼ ἄρʼ οὔ τι τέτυκται ὀϊζυρώτερον ἄλλο χήρης ἐν μεγάροισιν ἀκιδνότερόν τε γυναικός. ἦ μέγα κωκύουσα· πάϊς δέ μιν ἀντίον ηὔδα· θάρσει, μῆτερ ἐμεῖο, κακὴν δʼ ἀποπέμπεο φήμην· οὐ γὰρ ὑπὲρ κῆράς τις ὑπʼ ἄρεϊ δάμναται ἀνήρ· 290εἰ δέ μοι αἴσιμόν ἐστι δαμήμεναι εἵνεκʼ Ἀχαιῶν, τεθναίην ῥέξας τι καὶ ἄξιον Αἰακίδῃσιν.

Dawn climbed the wide-arched heaven, straightway they
Rose from their beds. Then Deidameia knew;
And on her son’s broad breast she cast herself,
And bitterly wailed: her cry thrilled through the air,
As when a cow loud-lowing mid the hills
Seeks through the glens her calf, and all around
Echo long ridges of the mountain-steep;
So on all sides from dim recesses rang
The hall; and in her misery she cried:
“Child, wherefore is thy soul now on the wing
To follow strangers unto Ilium
The fount of tears, where perish many in fight,
Yea, cunning men in war and battle grim?
And thou art but a youth, and hast not learnt
The ways of war, which save men in the day
Of peril. Hearken thou to me, abide
Here in thine home, lest evil tidings come
From Troy unto my ears, that thou in fight
Hast perished; for mine heart saith, never thou
Hitherward shalt from battle-toil return.
Not even thy sire escaped the doom of death—
He, mightier than thou, mightier than all
Heroes on earth, yea, and a Goddess’ son—
But was in battle slain, all through the wiles
And crafty counsels of these very men
Who now to woeful war be kindling thee.
Therefore mine heart is full of shuddering fear
Lest, son, my lot should be to live bereaved
Of thee, and to endure dishonour and pain,
For never heavier blow on woman falls
Than when her lord hath perished, and her sons
Die also, and her house is left to her
Desolate. Straightway evil men remove
Her landmarks, yea, and rob her of her all,
Setting the right at naught. There is no lot
More woeful and more helpless than is hers
Who is left a widow in a desolate home.”

Loud-wailing spake she; but her son replied:
“Be of good cheer, my mother; put from thee
Evil foreboding. No man is in war
Beyond his destiny slain. If my weird be
To die in my country’s cause, then let me die
When I have done deeds worthy of my sire.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 7.169–291: Odysseus and Diomedes at Scyros