Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 6.1–115: Calchas sends for Neoptolemus

At an assembly Menelaus laments the slain and proposes that the Argives sail home. Calchas answers that victory is at hand and that Tydeus' son and Odysseus must fetch Achilles' son from Scyros. Menelaus asks Odysseus to go, and the assembly breaks up for its meal.

Lines 6.1–115 · 1010 words · click a number to copy its link
1Ἠὼς δʼ Ὠκεανοῖο ῥόον καὶ λέκτρα λιποῦσα Τιθωνοῦ προσέβη μέγαν οὐρανόν, ἀμφὶ δὲ πάντη κίδνατο παμφανόωσα· γέλασσε δὲ γαῖα καὶ αἰθήρ· τοὶ δʼ εἰς ἔργα τράποντο βροτοὶ ῥεῖα φθινύθοντες· 5ἄλλος δʼ ἀλλοίοισιν ἐπῴχετο· αὐτὰρ Ἀχαιοὶ εἰς ἀγορὴν ἐχέοντο καλεσσαμένου Μενελάου· καί ῥʼ ὅτε δὴ μάλα πάντες ἀνὰ στρατὸν ἠγερέθοντο, δὴ τότʼ ἐνὶ μέσσοισιν ἀγειρομένοισι μετηύδα· κέκλυτε μῦθον ἐμεῖο, θεηγενέες βασιλῆες, 10ὡς ἐρέω· μέγα γάρ μοι ἐνὶ φρεσὶ τείρεται ἦτορ λαῶν ὀλλυμένων, οἵ ῥʼ ἤλυθον εἵνεκʼ ἐμεῖο δῆριν ἐς ἀργαλέην, τοὺς οὐχ ὑποδέξεται οἶκος, οὐ τοκέες· πολέας γὰρ ὑπέκλασε δαίμονος Αἶσα. ὡς ὄφελον Θανάτοιο βαρὺ σθένος ἀτλήτοιο 15αὐτῷ ἐμοὶ ἐπόρουσε πρὶν ἐνθάδε λαὸν ἀγεῖραι· νῦν δέ μοι ἀλλήκτους ὀδύνας ἐνεθήκατο δαίμων, ὄφρʼ ὁρόω κακὰ πολλά· τίς ἂν φρεσὶ γηθήσειεν εἰσορόων ἐπὶ δηρὸν ἀμήχανα ἔργα μόθοιο; ἀλλʼ ἄγεθʼ ὅσσοι ἔτʼ εἰμὲν ἐπʼ ὠκυπόροισι νέεσσι 20καρπαλίμως φεύγωμεν ἑὴν ἐπὶ γαῖαν ἕκαστος, Αἴαντος φθιμένοιο πολυσθενέος τʼ Ἀχιλῆος, τῶν ἐγὼ οὐκ ὀΐω κταμένων ὑπαλύξαι ὄλεθρον ἡμέας, ἀλλʼ ὑπὸ Τρωσὶ δαμήμεναι ἀργαλέοισιν εἵνεκʼ ἐμεῦ Ἑλένης τε κυνώπιδος, ἧς νύ μοι οὔτι 25μέμβλεται ὡς ὑμέων, ὁπότε κταμένους ἐσίδωμαι ἐν πολέμῳ· κείνη δʼ ἀλαπαδνοτάτῳ σὺν ἀκοίτῃ ἐρρέτω· ἐκ γάρ οἱ πινυτὰς φρένας εἵλετο δαίμων ἐκ κραδίης, ὅτʼ ἐμεῖο λίπεν δόμον ἠδὲ καὶ εὐνήν. ἀλλὰ τὰ μὲν κείνης Πριάμῳ καὶ Τρωσὶ μελήσει· 30ἡμεῖς δʼ αἶψα νεώμεθʼ, ἐπεὶ πολὺ λώιόν ἐστιν ἐκφυγέειν πολέμοιο δυσηχέος ἢ ἀπολέσθαι.

Rose Dawn from Ocean and Tithonus’ bed,
And climbed the steeps of heaven, scattering round
Flushed flakes of splendour; laughed all earth and air.
Then turned unto their labours, each to each,
Mortals, frail creatures daily dying. Then
Streamed to a folkmote all the Achaean men
At Menelaus’ summons. When the host
Were gathered all, then in their midst he spake:
“Hearken my words, ye god-descended kings:
Mine heart within my breast is burdened sore
For men which perish, men that for my sake
Came to the bitter war, whose home-return
Parents and home shall welcome nevermore;
For Fate hath cut off thousands in their prime.
Oh that the heavy hand of death had fallen
On me, ere hitherward I gathered these!
But now hath God laid on me cureless pain
In seeing all these ills. Who could rejoice
Beholding strivings, struggles of despair?
Come, let us, which be yet alive, in haste
Flee in the ships, each to his several land,
Since Aias and Achilles both are dead.
I look not, now they are slain, that we the rest
Shall ‘scape destruction; nay, but we shall fall
Before yon terrible Trojans for my sake
And shameless Helen’s! Think not that I care
For her: for you I care, when I behold
Good men in battle slain. Away with her—
Her and her paltry paramour! The Gods
Stole all discretion out of her false heart
When she forsook mine home and marriage-bed.
Let Priam and the Trojans cherish her!
But let us straight return: ‘twere better far
To flee from dolorous war than perish all.”

32ὣς ἔφατʼ Ἀργείων πειρώμενος· ἄλλα δέ οἱ κῆρ ἐν κραδίῃ πόρφυρε περὶ ζηλήμονι θυμῷ, Τρῶας ὅπως ὀλέσῃ καὶ τείχεα μακρὰ πόληος 35ῥήξῃ ἐκ θεμέθλων, μάλα δʼ αἵματος ἄσῃ Ἄρηα δίου Ἀλεξάνδροιο μετὰ φθιμένοισι πεσόντος· οὐ γάρ τι ζήλοιο πέλει στυγερώτερον ἄλλο. καὶ τὰ μὲν ὣς ὥρμαινεν, ἑῇ δʼ ἐπιίζανεν ἕδρῃ. καὶ τότε Τυδείδης ἐγχέσπαλος ὦρτʼ ἐνὶ μέσσοις, 40καί ῥα θοῶς νείκεσσεν ἀρηίφιλον Μενέλαον· ἆ δείλʼ Ἀτρέος υἱέ, τί ἤ νύ σε δεῖμα κιχάνει ἀργαλέον, καὶ τοῖα μετʼ Ἀργείοις ἀγορεύεις, ὡς πάϊς ἠὲ γυνή, τῶνπερ σθένος ἔστʼ ἀλαπαδνόν; ἀλλὰ σοὶ οὐ πείσονται Ἀχαιῶν φέρτατοι υἷες 45πρὶν Τροίης κρήδεμνα ποτὶ χθόνα πάντα βαλέσθαι· θάρσος γὰρ μερόπεσσι κλέος μέγα, φύζα δʼ ὄνειδος. εἰ δʼ ἄρα τις καὶ τῶνδʼ ἐπιπείσεται, ὡς ἐπιτέλλεις, αὐτίκα οἱ κεφαλὴν τεμέω ἰόεντι σιδήρῳ, ῥίψω δʼ οἰωνοῖσιν ἀερσιπέτῃσιν ἐδωδήν. 50ἀλλʼ ἄγεθʼ, οἷσι μέμηλεν ὀρινέμεναι μένἐ ἀνδρῶν, λαοὺς αὐτίκα πάντας ὀτρυνάντων κατὰ νῆας δούρατα θηγέμεναι, παρά τʼ ἀσπίδας ἄλλα τε πάντα εὖ θέσθαι, καὶ δεῖπνον ἄφαρ πάσσασθαι ἅπαντας ἀνέρας ἠδʼ ἵππους, οἵ τʼ ἐς πόλεμον μεμάασιν· 55ἐν πεδίῳ δʼ ὤκιστα διακρινέει μένος Ἄρης. ὣς φάτο Τυδείδης· κατὰ δʼ ἕζετο, ᾗχι πάρος περ· τοῖσι δὲ Θέστορος υἱὸς ἔπος ποτὶ τοῖον ἔειπεν ἀνστὰς ἐν μέσσοισιν, ὅπῃ θέμις ἔστʼ ἀγορεύειν· κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων· 60ἴστε γάρ, ὡς σάφα οἶδα θεοπροπίας ἀγορεύειν. ἤδη μὲν καὶ πρόσθʼ ἐφάμην δεκάτῳ λυκάβαντι πέρσειν Ἴλιον αἰπύ· τὸ δὴ νῦν ἐκτελέουσιν ἀθάνατοι· νίκη δὲ πέλει παρὰ ποσσὶν Ἀχαιῶν. ἀλλʼ ἄγε, Τυδέος υἷα μενεπτόλεμόν τʼ Ὀδυσῆα 65πέμψωμεν Σκῦρον δὲ θοῶς ἐν νηὶ μελαίνῃ, οἵ ῥα παραιπεπίθοντες Ἀχιλλέος ὄβριμον υἷα ἄξουσιν· μέγα δʼ ἄμμι φάος πάντεσσι πελάσσει.

So spake he but to try the Argive men.
Far other thoughts than these made his heart burn
With passionate desire to slay his foes,
To break the long walls of their city down
From their foundations, and to glut with blood
Ares, when Paris mid the slain should fall.
Fiercer is naught than passionate desire!
Thus as he pondered, sitting in his place,
Uprose Tydeides, shaker of the shield,
And chode in fiery speech with Menelaus:
“O coward Atreus’ son, what craven fear
Hath gripped thee, that thou speakest so to us
As might a weakling child or woman speak?
Not unto thee Achaea’s noblest sons
Will hearken, ere Troy’s coronal of towers
Be wholly dashed to the dust: for unto men
Valour is high renown, and flight is shame!
If any man shall hearken to the words
Of this thy counsel, I will smite from him
His head with sharp blue steel, and hurl it down
For soaring kites to feast on. Up! all ye
Who care to enkindle men to battle: rouse
Our warriors all throughout the fleet to whet
The spear, to burnish corslet, helm and shield;
And cause both man and horse, all which be keen
In fight, to break their fast. Then in yon plain
Who is the stronger Ares shall decide.”

So speaking, in his place he sat him down;
Then rose up Thestor’s son, and in the midst,
Where meet it is to speak, stood forth and cried:
“Hear me, ye sons of battle-biding Greeks:
Ye know I have the spirit of prophecy.
Erewhile I said that ye in the tenth year
Should lay waste towered Ilium: this the Gods
Are even now fulfilling; victory lies
At the Argives’ very feet. Come, let us send
Tydeides and Odysseus battle-staunch
With speed to Scyros overseas, by prayers
Hither to bring Achilles’ hero son:
A light of victory shall he be to us.”

68ὣς φάτο Θέστορος υἱὸς ἐΰφρονος· ἀμφὶ δὲ λαοὶ γηθόσυνοι κελάδησαν, ἐπεί σφισιν ἦτορ ἐώλπει 70Κάλχαντος φάτιν ἔμμενʼ ἐτήτυμον, ὡς ἀγόρευε· καὶ τότε Λαέρταο πάϊς μετέειπεν Ἀχαιοῖς· ὦ φίλοι, οὐκέτʼ ἔοικε μεθʼ ὑμῖν πόλλʼ ἀγορεύειν σήμερον· ἐν γὰρ δὴ κάματος πέλει ἀχνυμένοισιν· οἶδα γὰρ ὡς λαοῖσι κεκμηκόσιν οὔτʼ ἀγορητὴς 75ἁνδάνει οὔτʼ ἄρʼ ἀοιδός, ὃν ἀθάνατοι φιλέουσι Πιερίδες· παύρων δʼ ἐπέων ἔρος ἔνθʼ ἀνθρώποις. νῦν δʼ, ὅπερ εὔαδε πᾶσι κατὰ στρατὸν Ἀργείοισι, Τυδείδαο μάλιστα συνεσπομένου τελέσαιμι· ἄμφω γάρ κεν ἰόντε φιλοπτολέμου Ἀχιλῆος 80ἄξομεν ὄβριμον υἷα παρακλίναντʼ ἐπεεσσιν, εἰ καί μιν μάλα πολλὰ κινυρομένη κατερύκει μήτηρ ἐν μεγάροισιν, ἐπεὶ κρατεροῖο τοκῆος ἔλπομʼ ἐμὸν κατὰ θυμὸν ἀρήιον ἔμμεναι υἷα. ὣς φάμενον προσέειπε πύκα φρονέων Μενέλαος· 85ὦ Ὀδυσεῦ, μέγʼ ὄνειαρ ἐϋσθενέων Ἀργείων, ἤνπερ Ἀχιλλῆος μεγαλόφρονος ὄβριμος υἱὸς σῇσι παραιφασίῃσι λιλαιομένοισιν ἀρωγὸς ἔλθοι ἀπὸ Σκύροιο πόροι δέ τις οὐρανιώνων νίκην εὐχομένοισι καὶ Ἑλλάδα γαῖαν ἱκῶμαι, δώσω οἱ παράκοιτιν ἐμὴν ἐρικυδέα κούρην 90Ἑρμιόνην, καὶ πολλὰ καὶ ὄλβια δῶρα σὺν αὐτῇ προφρονέως· οὐ γάρ μιν ὀΐομαι οὔτε γυναῖκα οὔτʼ ἄρα πενθερὸν ἐσθλὸν ὑπερφιάλως ὀνόσασθαι.

So spake wise Thestius’ son, and all the folk
Shouted for joy; for all their hearts and hopes
Yearned to see Calchas’ prophecy fulfilled.
Then to the Argives spake Laertes’ son:
“Friends, it befits not to say many words
This day to you, in sorrow’s weariness.
I know that wearied men can find no joy
In speech or song, though the Pierides,
The immortal Muses, love it. At such time
Few words do men desire. But now, this thing
That pleaseth all the Achaean host, will I
Accomplish, so Tydeides fare with me;
For, if we twain go, we shall surely bring,
Won by our words, war-fain Achilles’ son,
Yea, though his mother, weeping sore, should strive
Within her halls to keep him; for mine heart
Trusts that he is a hero’s valorous son.”

Then out spake Menelaus earnestly:
“Odysseus, the strong Argives’ help at need,
If mighty-souled Achilles’ valiant son
From Scyros by thy suasion come to aid
Us who yearn for him, and some Heavenly One
Grant victory to our prayers, and I win home
To Hellas, I will give to him to wife
My noble child Hermione, with gifts
Many and goodly for her marriage-dower
With a glad heart. I trow he shall not scorn
Either his bride or high-born sire-in-law.”

93ὣς ἄρʼ ἔφη· Δαναοὶ δὲ συνευφήμησαν ἔπεσσι. καὶ τότε λῦτʼ ἀγορή· τοὶ δʼ ἐσκίδναντʼ ἐπὶ νῆας 95ἱέμενοι δείπνοιο, τὸ δὴ πέλει ἀνδράσιν ἀλκή· καί ῥʼ ὅτε δὴ παύσαντο κορεσσάμενοι μέγʼ ἐδωδῆς, δὴ τόθʼ ὁμῶς Ὀδυσῆι περίφρονι Τυδέος υἱὸς νῆα θοὴν εἴρυσσεν ἀπειρεσίης ἁλὸς εἴσω· καρπαλίμως δʼ ἤια καὶ ἄρμενα πάντα βάλοντο· 100ἐν δὲ καὶ αὐτοὶ ἔβαν· μετὰ δέ σφισιν εἴκοσι φῶτες ἴδμονες εἰρεσίης, ὁπότʼ ἀντίαι ὦσιν ἄελλαι, ἠδʼ ὁπότʼ εὐρέα πόντον ὑποστορέῃσι γαλήνη. καί ῥʼ ὅτε δὴ κληῖσιν ἐπʼ εὐτύκτοισι κάθισσαν, τύπτον ἁλὸς μέγα κῦμα· πολὺς δʼ ἀμφέζεεν ἀφρός· 105ὑγραὶ δʼ ἀμφʼ ἐλάτῃσι διεπρήσσοντο κέλευθοι νηὸς ἐπεσσυμένης· τοὶ δʼ ἱδρώοντες ἔρεσσον· ὡς δʼ ὅθʼ ὑπὸ ζεύγλῃσι βόες μέγα κεκμηῶτες δουρατέην ἐρύσωσι πρόσω μεμαῶτες ἀπήνην ἄχθεϊ τετριγυῖαν ὑπʼ ἄξονι δινήεντι 110τειρόμενοι, πουλὺς δὲ κατʼ αὐχένος ἠδὲ καὶ ὤμων ἱδρὼς ἀμφοτέροισι κατέσσυται ἄχρις ἐπʼ οὖδας· ὣς τῆμος μογέεσκον ὑπὸ στιβαρῇς ἐλάτῃσιν αἰζηοί· μάλα δʼ ὦκα διήνυον εὐρέα πόντον. τοὺς δʼ ἄλλοι μὲν Ἀχαιοὶ ἀποσκοπίαζον ἰόντας· 115θῆγον δʼ αἰνὰ βέλεμνα καὶ ἔγχεα, τοῖσι μάχοντο.

With a great shout the Danaans hailed his words.
Then was the throng dispersed, and to the ships
They scattered hungering for the morning meat
Which strengtheneth man’s heart. So when they ceased
From eating, and desire was satisfied,
Then with the wise Odysseus Tydeus’ son
Drew down a swift ship to the boundless sea,
And victual and all tackling cast therein.
Then stepped they aboard, and with them twenty men,
Men skilled to row when winds were contrary,
Or when the unrippled sea slept ‘neath a calm.
They smote the brine, and flashed the boiling foam:
On leapt the ship; a watery way was cleft
About the oars that sweating rowers tugged.
As when hard-toiling oxen, ‘neath the yoke
Straining, drag on a massy-timbered wain,
While creaks the circling axle ‘neath its load,
And from their weary necks and shoulders streams
Down to the ground the sweat abundantly;
So at the stiff oars toiled those stalwart men,
And fast they laid behind them leagues of sea.
Gazed after them the Achaeans as they went,
Then turned to whet their deadly darts and spears,
The weapons of their warfare. In their town
The aweless Trojans armed themselves the while
War-eager, praying to the Gods to grant
Respite from slaughter, breathing-space from toil.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 6.1–115: Calchas sends for Neoptolemus