Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 7.292–430: Neoptolemus leaves Scyros

Lycomedes blesses his grandson and Deidameia is left alone in her grief, as a swallow over her empty nest. Neoptolemus strides to the ship, and the ship runs before a fair wind across the sea to the Trojan shore.

Lines 7.292–430 · 1242 words · click a number to copy its link
292ὣς φάτο· τῷ δʼ ἄγχιστα κίεν γεραρὸς Λυκομήδης, καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν· ὦ τέκος ὀβριμόθυμον ἑῷ πατρὶ κάρτος ἐοικώς, 295οἶδʼ ὅτι καρτερός ἐσσι καὶ ὄβριμος· ἀλλʼ ἄρα καὶ ὣς καὶ πόλεμον δείδοικα πικρὸν καὶ κῦμα θαλάσσης λευγαλέον· ναῦτοι γὰρ ἀεὶ σχεδόν εἰσιν ὀλέθρου. ἀλλὰ σὺ δείδιε, τέκνον, ἐπήν πλόον εἰσαφίκηαι ὕστερον ἢ Τροίηθεν ἤ ἄλλοθεν, οἷά τε πολλὰ πλαζόμεθʼ ἄνθρωποι ἐπʼ ἀπείριτα νῶτα θαλάσσης 300τῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι, ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος· 305δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν, ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι, ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα 310ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης. ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι. 315ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν. ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα εἴργει ἐφεζόμενος, ὁ δʼ ἐρυκανόωντα χαλινὸν δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος 320δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης, πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος· 325ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·

Then to his side old Lycomedes came,
And to his battle-eager grandson spake:
“O valiant-hearted son, so like thy sire,
I know thee strong and valorous; yet, O yet
For thee I fear the bitter war; I fear
The terrible sea-surge. Shipmen evermore
Hang on destruction’s brink. Beware, my child,
Perils of waters when thou sailest back
From Troy or other shores, such as beset
Full oftentimes the voyagers that ride
The long sea-ridges, when the sun hath left
The Archer-star, and meets the misty Goat,
When the wild blasts drive on the lowering storm,
Or when Orion to the darkling west
Slopes, into Ocean’s river sinking slow.
Beware the time of equal days and nights,
When blasts that o’er the sea’s abysses rush,
None knoweth whence in fury of battle clash.
Beware the Pleiads’ setting, when the sea
Maddens beneath their power nor these alone,
But other stars, terrors of hapless men,
As o’er the wide sea-gulf they set or rise.”

Then kissed he him, nor sought to stay the feet
Of him who panted for the clamour of war,
Who smiled for pleasure and for eagerness
To haste to the ship. Yet were his hurrying feet
Stayed by his mother’s pleading and her tears
Still in those halls awhile. As some swift horse
Is reined in by his rider, when he strains
Unto the race-course, and he neighs, and champs
The curbing bit, dashing his chest with foam,
And his feet eager for the course are still
Never, his restless hooves are clattering aye;
His mane is a stormy cloud, he tosses high
His head with snortings, and his lord is glad;
So reined his mother back the glorious son
Of battle-stay Achilles, so his feet
Were restless, so the mother’s loving pride
Joyed in her son, despite her heart-sick pain.

327ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί. ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός· 330οἵη δʼ ἀμφὶ μέλαθρα μέγʼ ἀσχαλόωσα χελιδὼν μύρεται αἰόλα τέκνα, τά που μάλα τετριγῶτα αἰνὸς ὄφις κατέδαψε καὶ ἤκαχε μητέρα κεδνήν, ἡ δʼ ὁτέ μέν χήρην περιπἐπταται ἀμφὶ καλιήν, ἄλλοτε δʼ εὐτύκτοισι περὶ προθύροισι ποτᾶται 335αἰνὰ κινυρομένη τεκέων ὕτερ· ὣς ἄρα κείνου μύρετο Δηιδάμεια, καὶ υἱέος ἄλλοτε μέν που εὐνὴν ἀμφιχυθεῖσα μέγʼ ἴαχεν, ἄλλοτε δʼ αὖτε κλαῖεν ἐπὶ φλιῇσι· φίλῳ δʼ ἐγκάτθετο κόλπῳ, εἴ τί οἱ ἐν μεγάροισι τετυγμένον ἦεν ἄθυρμα, 340ᾦ ἔπι τυτθὸς ἐὼν ἀταλὰς φρένας ἰαίνεσκεν·

A thousand times he kissed her, then at last
Left her alone with her own grief and moan
There in her father’s halls. As o’er her nest
A swallow in her anguish cries aloud
For her lost nestlings which, mid piteous shrieks,
A fearful serpent hath devoured, and wrung
The loving mother’s heart; and now above
That empty cradle spreads her wings, and now
Flies round its porchway fashioned cunningly
Lamenting piteously her little ones:
So for her child Deidameia mourned.
Now on her son’s bed did she cast herself,
Crying aloud, against his door-post now
She leaned, and wept: now laid she in her lap
Those childhood’s toys yet treasured in her bower,
Wherein his babe-heart joyed long years agone.
She saw a dart there left behind of him,
And kissed it o’er and o’er yea, whatso else
Her weeping eyes beheld that was her son’s.

341ἀμφὶ δέ οἱ καὶ ἄκοντα λελειμμένον εἴ που ἴδοιτο, ταρφέα μιν φιλέεσκε, καὶ εἴ τί περ ἄλλο γοῶσα ἔδρακε παιδὸς ἑοῖο δαΐφρονος. οὐδʼ ὅ γε μητρὸς ἄσπετʼ ὀδυρομένης ἔτʼ ἐπέκλυεν, ἀλλʼ ἀπάτερθε 345βαῖνε θοὴν ἐπὶ νῆα· φέρον δέ μιν ὠκέα γυῖα ἀστέρι παμφανόωντι πανείκελον. ἀμφὶ δʼ ἄρʼ αὐτῷ ἕσπετʼ ὁμῶς Ὀδυσῆι δαΐφρονι Τυδέος υἱός, ἄλλοι τʼ εἴκοσι φῶτες ἀρηράμενοι φρεσὶ θυμόν, τοὺς ἔχε κεδνοτάτους ἐν δώμασι Δηιδάμεια, 350καί σφας ἐῷ πόρε παιδὶ θοοὺς ἔμεναι θεράποντας. οἱ τότʼ Ἀχιλλέος υἷα θρασὺν περιποιπνύεσκον ἐσσύμενον ποτὶ νῆα διʼ ἄστεος· ὅς δʼ ἐνὶ μέσσοις ἤιε καγχαλόων· κεχάροντο δὲ Νηρηῖναι ἀμφὶ Θέτιν· καὶ δʼ αὐτὸς ἐγήθεε Κυανοχαίτης 355εἰσορόων Ἀχιλῆος ἀμύμονος ὄβριμον υἷα, ὡς ἤδη πολέμοιο λιλαίετο δακρυόεντος καίπερ ἐὼν ἔτι παιδνός, ἔτʼ ἄχνοος· ἀλλά μιν ἀλκὴ καὶ μένος ὀτρύνεσκεν· ἑῆς δʼ ἐξέσσυτο πάτρης, οἶος Ἄρης, ὅτε μῶλον ἐπέρχεται αἱματόεντα 360χωόμενος δηίοισι, μέμηνε δέ οἱ μέγα θυμός, καί οἱ ἐπισκύνιον βλοσυρὸν πέλει, ἀμφὶ δʼ ἄρʼ αὐτῷ ὄμματα μαρμαίρουσιν ἴσον πυρί, ταὶ δέ παρειαὶ κάλλος ὁμοῦ κρυόεντι φόβῳ καταειμέναι αἰεὶ φαίνοντʼ ἐσσυμένου, τρομέουσι δὲ καὶ θεοὶ αὐτοί· 365τοῖος ἔην Ἀχιλῆος ἐῢς πάίς· οἱ δʼ ἀνὰ ἄστυ εὔχοντʼ ἀθανάτοισι σαωσέμεν ἐσθλὸν ἄνακτα ἀργαλέου παλίνορσον ἀπʼ Ἄρεος· οἱ δʼ ἐσάκουσαν εὐχομένων· ὁ δὲ πάντας ὑπείρεχεν, οἵ οἱ ἕποντο.

Naught heard he of her moans unutterable,
But was afar, fast striding to the ship.
He seemed, as his feet swiftly bare him on,
Like some all-radiant star; and at his side
With Tydeus’ son war-wise Odysseus went,
And with them twenty gallant-hearted men,
Whom Deidameia chose as trustiest
Of all her household, and unto her son
Gave them for henchmen swift to do his will.
And these attended Achilles’ valiant son,
As through the city to the ship he sped.
On, with glad laughter, in their midst he strode;
And Thetis and the Nereids joyed thereat.
Yea, glad was even the Raven-haired, the Lord
Of all the sea, beholding that brave son
Of princely Achilles, marking how he longed
For battle. Beardless boy albeit he was,
His prowess and his might were inward spurs
To him. He hasted forth his fatherland
Like to the War-god, when to gory strife
He speedeth, wroth with foes, when maddeneth
His heart, and grim his frown is, and his eyes
Flash levin-flame around him, and his face
Is clothed with glory of beauty terror-blent,
As on he rusheth: quail the very Gods.
So seemed Achilles’ goodly son; and prayers
Went up through all the city unto Heaven
To bring their noble prince safe back from war;
And the Gods hearkened to them. High he towered
Above all stateliest men which followed him.

369ἐλθόντες δʼ ἐπὶ θῖνα βαρυγδούποιο θαλάσσης 370εὗρον ἔπειτʼ ἐλατῆρας ἐϋξόου ἔνδοθι νηὸς ἱστία τʼ ἐντύνοντας ἐπειγομένους τʼ ἀνὰ νῆα· αἶψα δʼ ἐν αὐτοὶ ἔβαν· τοὶ δʼ ἔκτοθι πείσματʼ ἔλυσαν εὐνάς θʼ, αἳ νήεσσι μέγα σθένος αἰὲν ἕπονται. τοῖσι δʼ ἄρʼ εὐπλοΐην πόσις ὤπασεν Ἀμφιτρίτης 375προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν ]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ. οἱ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες, ὅσσα τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ 380Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι· τοῦ δʼ ἄρʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι. ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ 385ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε, καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς τήκεθʼ ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακίῃσι μόλιβδος ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτʼ ἔλειπε δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ 390ἄχνυθʼ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἄφίκηται τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ. καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα· ἀλλʼ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.

So came they to the heavy-plunging sea,
And found the rowers in the smooth-wrought ship
Handling the tackle, fixing mast and sail.
Straightway they went aboard: the shipmen cast
The hawsers loose, and heaved the anchor-stones,
The strength and stay of ships in time of need.
Then did the Sea-queen’s lord grant voyage fair
To these with gracious mind; for his heart yearned
O’er the Achaeans, by the Trojan men
And mighty-souled Eurypylus hard-bestead.
On either side of Neoptolemus sat
Those heroes, gladdening his soul with tales
Of his sire’s mighty deeds—of all he wrought
In sea-raids, and in valiant Telephus’ land,
And how he smote round Priam’s burg the men
Of Troy, for glory unto Atreus’ sons.
His heart glowed, fain to grasp his heritage,
His aweless father’s honour and renown.

In her bower, sorrowing for her son the while,
Deidameia poured forth sighs and tears.
With agony of soul her very heart
Melted in her, as over coals doth lead
Or wax, and never did her moaning cease,
As o’er the wide sea her gaze followed him.
Ay, for her son a mother fretteth still,
Though it be to a feast that he hath gone,
By a friend bidden forth. But soon the sail
Of that good ship far-fleeting o’er the blue
Grew faint and fainter—melted in sea-haze.
But still she sighed, still daylong made her moan.

394νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο 395τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης· πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα· αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα. ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δʼ ὑπʼ ἀήτῃ πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης 400βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς. τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι υἱὸς Λαέρταο πύκα φρονέων ἐνὶ θυμῷ 405δεῖξε Νεοπτολέμῳ, ἵνα οἱ μὴ πένθος ἀέξῃ θυμὸς ἐνὶ στήθεσσι. παρημείβοντο δὲ νήσους αἶψα Καλυδναίας· Τένεδος δʼ ἀπελείπετʼ ὀπίσσω· φαίνετο δʼ αὖτʼ Ἐλεοῦντος ἕδος, τόθι Πρωτεσιλάου σῆμα πέλει πτελέῃσι κατάσκιον αἰπεινῇσιν, 410αἵ ῥʼ ὁπότʼ ἀθρήσωσιν ἀνερχόμεναι δαπέδοιο Ἴλιον, αὐτίκα τῇσι θοῶς αὐαίνεται ἄκρα. νῆα δʼ ἐρεσσομένην ἄνεμος φέρεν ἀγχόθι Τροίης· ἵκετο δʼ ᾗχι καὶ ἄλλαι ἔσαν παρὰ θίνεσι νῆες Ἀργείων, οἵ τῆμος ὀϊζυρῶς πονέοντο 415μαρνάμενοι περὶ τεῖχος, ὅπερ πάρος αὐτοὶ ἔδειμαν νηῶν ἔμμεναι ἕρκος ἐϋσθενέων θʼ ἅμα λαῶν ἐν πολέμῳ· τὸ δʼ ἄρʼ ἤδη ὑπʼ Εὐρυπύλοιο χέρεσσι μέλλεν ἀμαλδύνεσθαι ἐρειπόμενον ποτὶ γαίῃ, εἰ μὴ ἄρʼ αἶψʼ ἐνόησε κραταιοῦ Τυδέος υἱὸς 420βαλλόμενʼ ἕρκεα μακρά· θοῆς δʼ ἄφαρ ἔκθορε νηός, θαρσαλέως δʼ ἐβόησεν, ὅσον χάδε οἱ κέαρ ἔνδον· ὦ φίλοι, ἦ μέγα πῆμα κυλίνδεται Ἀργείοισι σήμερον· ἀλλʼ ἄγε θάσσον ἐς αἰόλα τεύχεα δύντες ἴομεν ἐς πολέμοιο πολυκμήτοιο κυδοιμόν· 425ἤδη γὰρ πύργοισιν ἐφʼ ἡμετέροισι μάχονται Τρῶες ἐϋπτόλεμοι, τοὶ δὴ τάχα τείχεα μακρὰ ῥηξάμενοι πυρὶ νῆας ἐνιπρήσουσι μάλʼ αἰνῶς· νῶϊν δʼ οὐκέτι νόστος ἐελδομένοις ἀνὰ θυμὸν ἔσσεται· ἀλλὰ καὶ αὐτοὶ ὑπέρ μόρον αἶψα δαμέντες 430κεισόμεθʼ ἐν Τροίῃ, τεκέων ἑκὰς ἠδὲ γυναικῶν.

On ran the ship before a following wind,
Seeming to skim the myriad-surging sea,
And crashed the dark wave either side the prow:
Swiftly across the abyss unplumbed she sped.
Night’s darkness fell about her, but the breeze
Held, and the steersman’s hand was sure. O’er gulfs
Of brine she flew, till Dawn divine rose up
To climb the sky. Then sighted they the peaks
Of Ida, Chrysa next, and Smintheus’ fane,
Then the Sigean strand, and then the tomb
Of Aeacus’ son. Yet would Laertes’ seed,
The man discreet of soul, not point it out
To Neoptolemus, lest the tide of grief
Too high should swell within his breast. They passed
Calydnae’s isles, left Tenedos behind;
And now was seen the fane of Eleus,
Where stands Protesilaus’ tomb, beneath
The shade of towery elms; when, soaring high
Above the plain, their topmost boughs discern
Troy, straightway wither all their highest sprays.
Nigh Ilium now the ship by wind and oar
Was brought: they saw the long strand fringed with keels
Of Argives, who endured sore travail of war
Even then about the wall, the which themselves
Had reared to screen the ships and men in stress
Of battle. Even now Eurypylus’ hands
To earth were like to dash it and destroy;
But the quick eyes of Tydeus’ strong son marked
How rained the darts and stones on that long wall.
Forth of the ship he sprang, and shouted loud
With all the strength of his undaunted breast:
“Friends, on the Argive men is heaped this day
Sore travail! Let us don our flashing arms
With speed, and to yon battle-turmoil haste.
For now upon our towers the warrior sons
Of Troy press hard—yea, haply will they tear
The long walls down, and burn the ships with fire,
And so the souls that long for home-return
Shall win it never; nay, ourselves shall fall
Before our due time, and shall lie in graves
In Troyland, far from children and from wives.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.