Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 9.75–209: The battle before the walls

The Trojans see the Argive host and are afraid, but arm and go out against the chariots. Deiphobus kills Nestor's charioteer. Neoptolemus cuts down the Trojans like a woodman felling trees, while elsewhere Agamemnon and Diomedes fight on.

Lines 9.75–209 · 1217 words · click a number to copy its link
75Τρῶες δʼ εὖτʼ ἐπύθοντο βοὴν καὶ λαὸν ἴδοντο, θάμβησαν· πᾶσιν δὲ κατεκλάσθη κέαρ ἔνδον πότμον ὀϊομένων· περὶ γὰρ νέφος ὣς ἐφαάνθη λαὸς δυσμενέων· κανάχιζε δὲ τεύχεα φωτῶν κινυμένων· ἄμοτον δὲ κονίσαλος ὦρτο ποδοῖιν. 80καὶ τότʼ ἄρʼ ἠὲ θεῶν τις ὑπὸ φρένας ἔμβαλε θάρσος Δηιφόβῳ καὶ θῆκε μάλʼ ἄτρομον, ἠὲ καὶ αὐτοῦ θυμὸς ἐποτρύνεσκε ποτὶ κλόνον, ὄφρʼ ἀπὸ πάτρης δυσμενέων ἀλεγεινὸν ὑπʼ ἔγχεϊ λαὸν ἐλάσσῃ· θαρσαλέον δʼ ἄρα μῦθον ἐνὶ Τρώεσσιν ἔειπεν· 85ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἀρήιον ἐν φρεσὶ θέσθε μνησάμενοι, στονόεντος ὅσα πτολέμοιο τελευτὴ ἄλγἐ ἐπʼ ἀνθρώποισι δορυκτήτοισι τίθησιν· οὐ γὰρ Ἀλεξάνδροιο πέλει πέρι μοῦνον ἄεθλος οὐδʼ Ἑλένης, ἀλλʼ ἔστι περὶ πτόλιός τε καὶ αὐτῶν 90ἠδʼ ἀλόχων τεκέων τε φίλων γεραρῶν τε τοκήων πάσης τʼ ἀγλαΐης καὶ κτήσιος ἠδʼ ἐρατεινῆς γαίης, ἥ με δαμέντα κατὰ κλόνον ἀμφικαλύψοι μᾶλλον, ἢ ἀθρήσαιμι φίλην ὑπὸ δούρασι πάτρην δυσμενέων· οὐ γάρ τι κακώτερον ἔλπομαι ἄλλο 95πῆμα μετʼ ἀνθρώποισιν ὀϊζυροῖσι τετύχθαι. τοὔνεκʼ ἀπωσάμενοι στυγερὸν δέος ἀμφʼ ἐμὲ πάντες καρτύνασθʼ ἐπὶ δῆριν ἀμείλιχον· οὐ γὰρ Ἀχιλλεὺς ζωὸς ἔθʼ ἡμῖν ἄντα μαχήσεται, οὕνεκʼ ἄρʼ αὐτὸν πῦρ ὀλοὸν κατέδαψε· πέλει δέ τις ἄλλος Ἀχαιῶν, 100ὃς νῦν λαὸν ἔγειρεν, ἔοικε δὲ μῆτʼ Ἀχιλῆα μήτε τινʼ ἄλλον Ἀχαιὸν ὑποτρομέειν περὶ πάτρης μαρναμένους· τῷ μή τι φεβώμεθα μῶλον Ἄρηος, εἰ καὶ πολλὰ πάροιθεν ἀνέτλημεν μογέοντες· ἢ οὔπω τόδε οἴδατʼ ἀνὰ φρένας, ὡς ἀλεγεινοῖς 105ἀνδράσιν ἐκ καμάτοιο πέλει θαλίη τε καὶ ὄλβος, ἐκ δʼ ἄρα λευγαλέων ἀνέμων καὶ χείματος αἰνοῦ Ζεὺς ἐπάγει μερόπεσσι διʼ ἠέρος εὔδιον ἦμαρ, ἔκ τʼ ὀλοῆς νούσοιο πέλει σθένος, ἔκ τε μόθοιο εἰρήνη; τὰ δὲ πάντα χρόνῳ μεταμείβεται ἔργα.

The Trojans heard that shout, and saw that host,
And marvelled. Crushed with fear were all their hearts
Foreboding doom; for like a huge cloud seemed
That throng of foes: with clashing arms they came:
Volumed and vast the dust rose ‘neath their feet.
Then either did some God with hardihood thrill
Deiphobus’ heart, and made it void of fear,
Or his own spirit spurred him on to fight,
To drive by thrust of spear that terrible host
Of foemen from the city of his birth.
So there in Troy he cried with heartening speech:
“O friends, be stout of heart to play the men!
Remember all the agonies that war
Brings in the end to them that yield to foes.
Ye wrestle not for Alexander alone,
Nor Helen, but for home, for your own lives,
For wives, for little ones, for parents grey,
For all the grace of life, for all ye have,
For this dear land—oh may she shroud me o’er
Slain in the battle, ere I see her lie
‘Neath foemen’s spears—my country! I know not
A bitterer pang than this for hapless men!
O be ye strong for battle! Forth to the fight
With me, and thrust this horror far away!
Think not Achilles liveth still to war
Against us: him the ravening fire consumed.
Some other Achaean was it who so late
Enkindled them to war. Oh, shame it were
If men who fight for fatherland should fear
Achilles’ self, or any Greek beside!
Let us not flinch from war-toil! have we not
Endured much battle-travail heretofore?
What, know ye not that to men sorely tried
Prosperity and joyance follow toil?
So after scourging winds and ruining storms
Zeus brings to men a morn of balmy air;
After disease new strength comes, after war
Peace: all things know Time’s changeless law of change.”

110ὣς φάτο· τοὶ δʼ ἐς Ἄρηα μεμαότες ἐντύναντο ἐσσυμένως· καναχὴ δὲ κατὰ πτόλιν ἔπλετο πάντῃ μῶλον ἐς ἀλγινόεντα κορυσσομένων αἰζηῶν. ἔνθʼ ἄρα τῷ μὲν ἄκοιτις ὑποτρομέουσα κυδοιμὸν ἔντἐ ἀποιχομένῳ παρενήνεε δακρυχεούσα· 115τῷ δʼ ἄρα νήπιοι υἷες ἐπειγόμενοι περὶ πατρὶ τεύχεα πάντα φέρεσκον· ὁ δέ σφισιν ἄλλοτε μέν που ἄχνυτʼ ὀδυρομένοις, ὁτὲ δʼ ἔμπαλι μειδιάασκε παισὶν ἀγαλλόμενος· κραδίη δέ οἱ ἐν δαῒ μᾶλλον ὥρμαινεν πονέεσθαι ὑπὲρ τεκέων τε καὶ αὐτοῦ· 120ἄλλῷ δʼ αὖτε γεραιὸς ἐπισταμένῃς παλάμῃσιν ἀμφετίθει μελέεσσι κακῆς ἀλκτήρια χάρμης πολλὰ παρηγορέων φίλον υἱέα, μηδενὶ εἴκειν ἐν πολέμῳ, καὶ στέρνα τετυμμένα δείκνυε παιδὶ ταρφέα σήματʼ ἔχοντα παλαιῆς δηιοτῆτος. 125ἀλλʼ ὅτε δὴ μάλα πάντες ἐν ἔντεσι θωρήχθησαν, ἄστεος ἐξεχέοντο μέγʼ ἱέμενοι πολέμοιο λευγαλέου· ταχέεσσι δʼ ἐφʼ ἱππήεσσιν ὄρουσαν ἱππῆες· πεζοῖσι δʼ ἐπέχραον ἔθνεα πεζῶν· ἅρμασι δʼ ἅρμαθʼ ἵκοντο καταντίον· ἔβραχε δὲ χθὼν 130ἐς μόθον ἐσσυμένων· ἐπαΰτεε δʼ οἷσιν ἕκαστος κεκλόμενος· τοὶ δʼ αἶψα συνήιον· ἀμφὶ δʼ ἄρα σφι τεύχἐ ἐπεσμαράγησε· μίγη δʼ ἑκάτερθεν ἀϋτὴ λευγαλέη· τὰ δὲ πολλὰ θοῶς ποτέοντο βέλεμνα βαλλόμενʼ ἀμφοτέρωθεν· ὑπʼ ἔγχεσι δʼ ἀσπίδες ἀνδρῶν 135θεινόμεναι κτυπέεσκον ἀάσχετον αἱ δʼ ὑπʼ ἀκόντων καὶ ξιφέων· πολέες δὲ καὶ ἀξίνῃσι θοῇσιν ἀνέρες οὐτάζοντο· φορύνετο δʼ ἔντεα φωτῶν αἵματι. Τρωιάδες δʼ ἀπὸ τείχεος ἐσκοπίαζον αἰζηῶν στονόεντα μόθον· πάσῃσι δὲ γυῖα 140ἔτρεμεν εὐχομένῃσιν ὑπὲρ τεκέων τε καὶ ἀνδρῶν ἠδὲ κασιγνήτων· πολιοὶ δʼ ἅμα τῇσι γέροντες ἕζοντʼ εἰσορόωντες· ἔδον δʼ ὑπὸ κήδεσι θυμὸν παίδων ἀμφὶ φίλων· Ἑλένη δʼ ἐν δώμασι μίμνεν οἴη ἅμʼ ἀμφιπόλοισιν· ἔρυκε γὰρ ἄσπετος αἰδώς. 145οἱ δʼ ἄμοτονπονέοντο πρὸ τείχεος· ἀμφὶ δὲ Κῆρες γήθεον· οὐλομένη δʼ ἐπαΰτεεν ἀμφοτέροισι μακρὸν Ἔρις βοόωσα· κόνις δʼ ἐρυθαίνετο λύθρῳ κτεινομένων· ὀλέκοντο δʼ ἀνὰ κλόνον ἄλλοθεν ἄλλος.

Then eager all for war they armed themselves
In haste. All through the town rang clangour of arms
As for grim fight strong men arrayed their limbs.
Here stood a wife, shuddering with dread of war,
Yet piling, as she wept, her husband’s arms
Before his feet. There little children brought
To a father his war-gear with eager haste;
And now his heart was wrung to hear their sobs,
And now he smiled on those small ministers,
And stronger waxed his heart’s resolve to fight
To the last gasp for these, the near and dear.
Yonder again, with hands that had not lost
Old cunning, a grey father for the fray
Girded a son, and murmured once and again:
“Dear boy, yield thou to no man in the war!”
And showed his son the old scars on his breast,
Proud memories of fights fought long ago.

So when they all stood mailed in battle-gear,
Forth of the gates they poured all eager-souled
For war. Against the chariots of the Greeks
Their chariots charged; their ranks of footmen pressed
To meet the footmen of the foe. The earth
Rang to the tramp of onset; pealed the cheer
From man to man; swift closed the fronts of war.
Loud clashed their arms all round; from either side
War-cries were mingled in one awful roar
Swift-winged full many a dart and arrow flew
From host to host; loud clanged the smitten shields
‘Neath thrusting spears, ‘neath javelin-point and sword:
Men hewed with battle-axes lightening down;
Crimson the armour ran with blood of men.
And all this while Troy’s wives and daughters watched
From high walls that grim battle of the strong.
All trembled as they prayed for husbands, sons,
And brothers: white-haired sires amidst them sat,
And gazed, while anguished fear for sons devoured
Their hearts. But Helen in her bower abode
Amidst her maids, there held by utter shame.

So without pause before the wall they fought,
While Death exulted o’er them; deadly Strife
Shrieked out a long wild cry from host to host.
With blood of slain men dust became red mire:
Here, there, fast fell the warriors mid the fray.

149Ἔνθʼ ἄρα Δηίφοβος κρατερὸν κτάνεν ἡνιοχῆα 150[Νέστορος,] Ἱππασίδην, ὁ δʼ ἀφʼ ἅρματος αἰψηροῖο ἤριπεν ἀμφὶ νέκυσσιν· ἄχος δέ οἱ ἔσχεν ἄνακτα· δείδιε γάρ, μὴ δή μιν ἐφʼ ἡνία χεῖρας ἔχοντα υἱὸς ἐῢς Πριάμοιο κατακτείνῃσι καὶ αὐτόν· ἀλλά οἱ οὐκ ἀμέλησε Μελάνθιος· ἀλλʼ ἐπὶ δίφρον 155ἆλτο θοῶς, ἵπποισι δʼ ἐκέκλετο μακρὰ τινάσσων εὔληρʼ, οὐδʼ ἔχε μάστιν, ἔλαυνε δὲ δούρατι θείνων. καὶ τοὺς μὲν Πριάμοιο πάϊς λίπεν, ἵκετο δʼ ἄλλων ἐς πληθύν· πολέεσσι δʼ ὀλέθριον ὤπασεν ἦμαρ ἐσσυμένως· ὀλοῇ γὰρ ἀλίγκιος αἰὲν ἀέλλῃ 160θαρσαλέως δηίοισιν ἐπῴχετο· τοῦ δʼ ὑπὸ χερσὶ μυρίοι ἐκτείνοντο· πέδον δʼ ἐστείνετο νεκρῶν. ὡς δʼ ὅτʼ ἀνʼ οὔρεα μακρὰ θορὼν εἰς ἄγκεα βήσσης δρυτόμος ἐγκονέων νεοθηλέα δάμναται ὕλην, ἄνθρακας ὄφρα κάμῃσι κατακρύψας ὑπὸ γαῖαν 165σὺν πυρὶ δούρατα πολλά· τὰ δʼ ἄλλοθεν ἄλλα πεσόντα πρῶνας ὕπερθε κάλυψαν, ἀνὴρ δʼ ἐπιτέρπεται ἔργῳ· ὣς ἄρα Δηιφόβοιο θοῇς ὑπὸ χερσὶν Ἀχαιοὶ ἰλαδὸν ὀλλύμενοι περικάππεσον ἀλλήλοισι. καί ῥʼ ὀι μὲν Τρώεσσιν ὁμίλεον, οἱ δʼ ἐφέβοντο 170εὐρὺν ἐπὶ Ξάνθοιο ῥόον· τοὺς δʼ ὕδατος εἴσω Δηίφοβος συνέλασσε καὶ οὐκ ἀπέληγε φόνοιο· ὡς δʼ ὁπότʼ ἰχθυόεντος ἐπʼ ᾐόσιν Ἑλλησπόντου δίκτυον ἐξερύωσι πολύκμητοι ἁλιῆες κολπωθὲν ποτὶ γαῖαν, ἔσω δʼ ἁλὸς εἰσέτʼ ἐόντος 175ἐνθόρῃ αἰζηὸς γναμπτὸν δόρυ χερσὶ μεμαρπὼς αἰνὸν ἐπὶ ξιφίῃσι φέρειν φόνον, ἄλλοθε δʼ ἄλλον δάμναται, ὅν κε κίχῃσι, φόνῳ δʼ ἐρυθαίνεται ὕδωρ· ὣς τοῦ ὑπαὶ παλάμῃσι περὶ Ξάνθοιο ῥέεθρα αἵματι φοινίχθησαν, ἐνεστείνοντο δὲ νεκροί. 180οὐδὲ μὲν οὐδʼ ἄρα Τρῶες ἀναιμωτὶ πονέοντο, ἀλλά σφεας ἐδάϊζεν Ἀχιλλέος ὄβριμος υἱὸς ἀμφʼ ἄλλῃσι φάλαγξι· Θέτις δέ που εἰσορόωσα τέρπετʼ ἐφʼ υἱωνῷ, ὅσον ἄχνυτο Πηλείωνι·

Then slew Deiphobus the charioteer
Of Nestor, Hippasus’ son: from that high car
Down fell he ‘midst the dead; fear seized his lord
Lest, while his hands were cumbered with the reins,
He too by Priam’s strong son might be slain.
Melanthius marked his plight: swiftly he sprang
Upon the car; he urged the horses on,
Shaking the reins, goading them with his spear,
Seeing the scourge was lost. But Priam’s son
Left these, and plunged amid a throng of foes.
There upon many he brought the day of doom;
For like a ruining tempest on he stormed
Through reeling ranks. His mighty hand struck down
Foes numberless: the plain was heaped with dead.

As when a woodman on the long-ridged hills
Plunges amid the forest-depths, and hews
With might and main, and fells sap-laden trees
To make him store of charcoal from the heaps
Of billets overturfed and set afire:
The trunks on all sides fallen strew the slopes,
While o’er his work the man exulteth; so
Before Deiphobus’ swift death-dealing hands
In heaps the Achaeans each on other fell.
The charging lines of Troy swept over some;
Some fled to Xanthus’ stream: Deiphobus chased
Into the flood yet more, and slew and slew.
As when on fish-abounding Hellespont’s strand
The fishermen hard-straining drag a net
Forth of the depths to land; but, while it trails
Yet through the sea, one leaps amid the waves
Grasping in hand a sinuous-headed spear
To deal the sword-fish death, and here and there,
Fast as he meets them, slays them, and with blood
The waves are reddened; so were Xanthus’ streams
Impurpled by his hands, and choked with dead.

184τοῦ γὰρ ὑπὸ μελίῃ πουλὺς στρατὸς ἐν κονίῃσι 185πίπτεν ὁμῶς ἵπποισιν· ὁ δʼ ἑσπόμενος κεράϊζεν. ἔνθʼ Ἀμίδην ἐδάϊξε περικλυτόν, ὅς ῥά οἱ ἵππῳ ἑζόμενος συνέκυρσε καὶ οὐκ ἀπόνητʼ ἐρατεινῆς ἱππασίης· δὴ γάρ μιν ὑπʼ ἔγχεϊ τύψε φαεινῷ ἐς νηδύν· αἰχμὴ δὲ ποτὶ ῥάχιν ἐξεπέρησεν. 190ἔγκατα δʼ ἐξεχύθησαν· ἕλεν δέ μιν οὐλομένη Κὴρ ἐσσυμένως ἵπποιο θοοῦ παρὰ ποσσὶ πεσόντα. εἶλε δʼ ἄρʼ Ἀσκάνιόν τε καὶ Οἴνοπα, τὸν μὲν ἐλάσσας δουρὶ μέγα στομάχοιο ποτὶ στόμα, τὰν δʼ ὑπὸ λαιμόν, καίριος ἔνθα μάλιστα πέλει μόρος ἀνθρώποισιν. 195ἄλλους δʼ ἔκτανεν αἰέν, ὅσους κίχε· τίς κεν ἐκείνους ἀνδρῶν μυθήσαιτο, κατὰ κλόνον ὅσσοι ὄλοντο χερσὶ Νεοπτολέμοιο; κάμεν δέ οἱ οὔποτε μυῖα· ὡς δʼ ὁπότʼ αἰζηῶν τις ἀγρῷ ἐνὶ τηλεθάοντι πᾶν ἦμαρ κρατερῇσι πονησάμενος παλάμῃσιν 200ἐς γαῖαν κατέχευεν ἀπείρονα καρπὸν ἐλαίης ῥάβδῳ ἐπισπέρχων, ἐκάλυψε δὲ χῶρον ὕπερθεν· ὣς τοῦ ὑπαὶ παλάμῃσι κατήριπε πουλὺς ὅμιλος, Τυδείδης δʼ ἑτέρωθεν ἐϋμμελίης τʼ Ἀγαμέμνων ἄλλοι τʼ ἐν Δαναοῖσιν ἀριστῆες πονέοντο 205προφρονέως ἀνὰ δῆριν ἀμείλιχον· οὐδὲ μὲν ἐσθλοῖς Τρώων ἡγεμόνεσσι δέος πέλεν, ἀλλὰ καὶ αὐτοὶ ἐκ θυμοῖο μάχοντο καὶ ἀνέρας αἰὲν ἔρυκον χαζομένους· πολέες γε μὲν οὐκ ἀλέγοντες ἄνακτων ἐκ πολέμοιο φέβοντο μένος τρομέοντες Ἀχαιῶν.

Yet not without sore loss the Trojans fought;
For all this while Peleides’ fierce-heart son
Of other ranks made havoc. Thetis gazed
Rejoicing in her son’s son, with a joy
As great as was her grief for Achilles slain.
For a great host beneath his spear were hurled
Down to the dust, steeds, warriors slaughter-blent.
And still he chased, and still he slew: he smote
Amides war-renowned, who on his steed
Bore down on him, but of his horsemanship
Small profit won. The bright spear pierced him through
From navel unto spine, and all his bowels
Gushed out, and deadly Doom laid hold on him
Even as he fell beside his horse’s feet.
Ascanius and Oenops next he slew;
Under the fifth rib of the one he drave
His spear, the other stabbed he ‘neath the throat
Where a wound bringeth surest doom to man.
Whomso he met besides he slew—the names
What man could tell of all that by the hands
Of Neoptolemus died? Never his limbs
Waxed weary. As some brawny labourer,
With strong hands toiling in a fruitful field
The livelong day, rains down to earth the fruit
Of olives, swiftly beating with his pole,
And with the downfall covers all the ground,
So fast fell ‘neath his hands the thronging foe.

Elsewhere did Agamemnon, Tydeus’ son,
And other chieftains of the Danaans toil
With fury in the fight. Yet never quailed
The mighty men of Troy: with heart and soul
They also fought, and ever stayed from flight
Such as gave back. Yet many heeded not
Their chiefs, but fled, cowed by the Achaeans’ might.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.