Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 11.358–501: The assault on the wall

Odysseus' men lock their shields over their heads like a roof and press up to the wall under a hail of stones. Alcimedon, a Locrian, climbs a ladder and is struck down by Aeneas' stone. Philoctetes shoots at Aeneas and kills Medon, and Aeneas kills Toxaechmes.

Lines 11.358–501 · 1179 words · click a number to copy its link
358καὶ τότʼ ἄρʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα κύδιμοι ἄνδρες κείνου τεχνήεντι νόῳ ποτὶ μῶλον Ἄρηος 360ἀσπίδας ἐντύναντο, βάλον δʼ ἐφύπερθε καρήνων θέντες ἐπʼ ἀλλήλῃσι· μιῇ δʼ ἅπαν ἥρμοσεν ἁρμῇ· φαίης κεν μεγάροιο κατηρεφὲς ἔμμεναι ἕρκος πυκνόν, ὅ τʼ οὔτʼ ἀνέμοιο διέρχεται ὑγρὸν ἀέντος ῥιπὴ ἀπειρεσίη οὔτʼ ἐκ Διὸς ἄσπετος ὄμβρος· 365τοῖαι ἄρʼ Ἀργείων πεπυκασμέναι ἀμφὶ βοείαις καρτύναντο φάλαγγες· ἔχον δʼ ἕνα θυμὸν ἐς ἀλκην εἰς ἓν ἀρηράμενοι· καθύπερθε δὲ Τρώιοι υἷες βάλλον χερμαδίοισι· τὰ δʼ ὡς στυφελῆς ἀπὸ πέτρης γαῖαν ἐπὶ τραφερὴν ἐκυλίνδετο· πολλὰ δὲ δοῦρα 370καὶ βέλεα στονόεντα καὶ ἀλγινόεντες ἄκοντες πήγνυντʼ ἐν σακέεσσι, τὰ δʼ ἐν χθονί, πολλὰ δʼ ἄπωθεν μαψιδίως φορέοντο παραγναμφθέντα βελέμνοις πάντοθε βαλλομένων· οἱ δὲ κτύπον οὔτι φέβοντο ἄσπετον, οὐδʼ ὑπόεικον, ἅτε ψεκάδων ἀΐοντες 375δοῦπον· ἄνω δʼ ὑπὸ τεῖχος ὁμῶς ἴσαν· οὐδέ τις αὐτῶν νόσφιν ἀφειστήκει· συναρηράμενοι δʼ ἐφέποντο, ὡς νέφος ἠερόεν, τό ῥά που περὶ χείματι μέσσῳ αἰθέρος ἐξ ὑπάτοιο μακρὸν διέτεινε Κρονίων. πουλὺς δʼ ἀμφὶ φάλαγγι βρόμος, καναχή θʼ ὑπὸ ποσσὶ 380νισσομένων ἐτέτυκτο· κόνιν δʼ ἀπάτερθεν ἀῆται ὀρνυμένην μάλα τυτθὸν ὑπὲρ δαπέδοιο φέρεσκον αἰζηῶν μετόπισθε· περίαχε δʼ ἄκριτος αὐδή, οἷον ὑπὸ σμήνεσσι περιβρομέουσι μέλισσαι· ἆσθμα δʼ ἀνήιε πουλὺ χύδην, περίχευε δʼ ἀϋτμὴν 385λαοῦ ἀποπνείοντος· ἀπειρέσιον δʼ ἄρα θυμῷ Ἀτρεῖδαι κεχάροντο περὶ σφίσι κυδιόωντες δερκόμενοι πολέμοιο δυσηχέος ἄτρομον ἕρκος· ὥρμηναν δὲ πύλῃσι θεηγενέος Πριάμοιο ἀθρόοι ἐγχριμφθέντες ὑπʼ ἀμφιτόμοις πελέκεσσι 390ῥῆξαι τείχεα μακρά, πύλας δʼ εἰς οὖδας ἐρεῖσαι θαιρῶν ἐξερύσαντες· ἔχεν δʼ ἄρα μῆτις ἀγαυὴ ἐλπωρήν· ἀλλʼ οὔ σφιν ἐπήρκεσαν οὔτε βόειαι οὔτε θοοὶ βουπλῆγες, ἐπεὶ μένος Αἰνείαο ὄβριμον ἀμφοτέρῃς ἐπαρηρότα χείρεσι λᾶαν 395ἐμμεμαὼς ἐφέηκε, δάμασσε δὲ τλήμονι πότμῳ ἀνέρας, οὓς κατέμαρψεν ἐν ἀσπίσιν, εὖτʼ ἐν ὄρεσσι φερβομένας ὑπὸ πρῶνα βίη κρημνοῖο ῥαγέντος αἶγας, ὑποτρομέουσι δʼ ὅσαι σχεδὸν ἀμφινέμονται· ὣς Δαναοὶ θάμβησαν· ὁ δʼ εἰσέτι λᾶας ὕπερθεν 400βάλλεν ἐπασσυτέρους, κλονέοντο δὲ πάγχυ φάλαγγες· ὡς δʼ ὅτʼ ἐν οὔρεσι πρῶνας Ὀλύμπιος οὐρανόθι Ζεὐς ἀμφὶ μιῇ κορυφῇ συναρηρότας ἄλλυδις ἄλλον ῥήξῃ ὑπὸ βροντῇσι καὶ αἰθαλόεντι κεραυνῷ, ἀμφὶ δὲ μῆλα τρέμουσι καὶ ἄλλυδις ἄλλα φέβονται· 405ὣς ἄρʼ Ἀχαιῶν υἷες ὑπέτρεσαν, οὕνεκʼ ἄρʼ αὐτῶν Αἰνείας συνέχευε θοῶς ἔρυμα πτολέμοιο ἀσπίσιν ἀκαμάτῃσι τετυγμένον, οὕνεκʼ ἄρʼ αὐτῷ κάρτος ἀπειρέσιον θεὸς ὤσασεν· οὐδέ τις αὐτῶν ἔσθενέ οἱ κατὰ δῆριν ἐναντίον ὄσσε βαλέσθαι, 410οὕνεκά οἱ μάρμαιρε περὶ βριαροῖς μελέεσσι τεύχεα θεσπεσίῃσιν ἐειδόμενα στεροπῇσιν· εἱστήκει δέ οἱ ἄγχι δέμας κεκαλυμμένος ὄρφνῃ δεινὸς Ἄρης, καὶ πάντα κατιθύνεσκε βέλεμνα ἢ μόρον ἢ δέος αἰνὸν ἐπʼ Ἀργείοισι φέροντα· 415μάρνατο δʼ ὡς ὁπότʼ αὐτὸς Ὀλύμπιος οὐρανόθι Ζεὺς ἀσχαλόων ἐδάϊζεν ὑπέρβια φῦλα Γιγάντων σμερδαλέων, καὶ γαῖαν ἀπειρεσίην ἐτίναξε Τηθύν τʼ Ὠκεανόν τε καὶ οὐρανόν, ἀμφὶ δὲ πάντῃ γυῖʼ ἐλελίζετʼ Ἄτλαντος ὑπʼ ἀκαμάτου Διὸς ὁρμῆς· 420ὣς ἄρʼ ὑπʼ Αἰνείαο κατηρείποντο φάλαγγες Ἀργείων ἀνὰ δῆριν· ὁ γὰρ περὶ τεῖχος ἁπάντῃ ἔσσυτο δυσμενέεσσι χολούμενος, ἐκ δʼ ἄρα χειρῶν πᾶν, ὅ τί παρέκυρσεν ἐπειγομένῳ ποτὶ μῶλον, βάλλεν, ἐπεὶ μάλα πολλὰ κακῆς ἀλκτήρια χάρμης 425κεῖτο μενεπτολέμων ἐπὶ τείχεσι Δαρδανιώνων, τοῖσί περ Αἰνείας μεγάλῳ περὶ κάρτεϊ θύων δυσμενέων ἀπέρυκε πολὺν στρατόν· ἀμφὶ δʼ ἄρʼ αὐτῷ Τρῶες καρτύναντο· κακὴ δʼ ἔχε πάντας ὀϊζὺς ἀμφὶ πόλιν· πολλοὶ δὲ κατέκταθεν ἠμὲν Ἀχαιῶν 430ἠδʼ ἄρα καὶ Τρώων· μέγα δʼ ἴαχον ἀμφοτέρωθεν, Αἰνείας μὲν Τρωσὶ φιλοπτολέμοισι κελεύων μάρνασθʼ ἀμφὶ πόληος ἑῆς ἀλόχων τε καὶ αὐτῶν προφρονέως· υἱὸς δὲ μενεπτολέμου Ἀχιλῆος Αργείους ἐκέλευε παρὰ κλυτὰ τείχεα Τροίης 435μίμνειν, ἄχρι πόληα πυρὶ πρήσαντες ἕλωσι. τοὺς δʼ ἄμφω στονόσσα καὶ ἄσπετος ἄμπεχʼ ἀϋτὴ μαρναμένους πρόπαν ἦμαρ ἀνὰ κλόνον· οὐδέ τις ἦεν ἄμπνευσις πολέμοιο λιλαιομένων ἀνὰ θυμὸν τῶν μὲν ἑλεῖν πτολίεθρον ὑπʼ Ἄρεϊ, τῶν δὲ σαῶσαι.

Then round war-wise Odysseus men renowned,
By that great captain’s battle cunning ruled,
Locked shields together, raised them o’er their heads
Ranged side by side, that many were made one.
Thou hadst said it was a great hall’s solid roof,
Which no tempestuous wind-blast misty wet
Can pierce, nor rain from heaven in torrents poured.
So fenced about with shields firm stood the ranks
Of Argives, one in heart for fight, and one
In that array close-welded. From above
The Trojans hailed great stones; as from a rock
Rolled these to earth. Full many a spear and dart
And galling javelin in the pierced shields stood;
Some in the earth stood; many glanced away
With bent points falling baffled from the shields
Battered on all sides. But that clangorous din
None feared; none flinched; as pattering drops of rain
They heard it. Up to the rampart’s foot they marched:
None hung back; shoulder to shoulder on they came
Like a long lurid cloud that o’er the sky
Cronion trails in wild midwinter-tide.
On that battalion moved, with thunderous tread
Of tramping feet: a little above the earth
Rose up the dust; the breeze swept it aside
Drifting away behind the men. There went
A sound confused of voices with them, like
The hum of bees that murmur round the hives,
And multitudinous panting, and the gasp
Of men hard-breathing. Exceeding glad the sons
Of Atreus, glorying in them, saw that wall
Unwavering of doom-denouncing war.
In one dense mass against the city-gate
They hurled themselves, with twibills strove to breach
The long walls, from their hinges to upheave
The gates, and dash to earth. The pulse of hope
Beat strong in those proud hearts. But naught availed
Targes nor levers, when Aeneas’ might
Swung in his hands a stone like a thunderbolt,
Hurled it with uttermost strength, and dashed to death
All whom it caught beneath the shields, as when
A mountain’s precipice-edge breaks off and falls
On pasturing goats, and all that graze thereby
Tremble; so were those Danaans dazed with dread.
Stone after stone he hurled on the reeling ranks,
As when amid the hills Olympian Zeus
With thunderbolts and blazing lightnings rends
From their foundations crags that rim a peak,
And this way, that way, sends them hurtling down;
Then the flocks tremble, scattering in wild flight;
So quailed the Achaeans, when Aeneas dashed
To sudden fragments all that battle-wall
Moulded of adamant shields, because a God
Gave more than human strength. No man of them
Could lift his eyes unto him in that fight,
Because the arms that lapped his sinewy limbs
Flashed like the heaven-born lightnings. At his side
Stood, all his form divine in darkness cloaked,
Ares the terrible, and winged the flight
Of what bare down to the Argives doom or dread.
He fought as when Olympian Zeus himself
From heaven in wrath smote down the insolent bands
Of giants grim, and shook the boundless earth,
And sea, and ocean, and the heavens, when reeled
The knees of Atlas neath the rush of Zeus.
So crumbled down beneath Aeneas’ bolts
The Argive squadrons. All along the wall
Wroth with the foeman rushed he: from his hands
Whatso he lighted on in onslaught-haste
Hurled he; for many a battle-staying bolt
Lay on the walls of those staunch Dardan men.
With such Aeneas stormed in giant might,
With such drave back the thronging foes. All round
The Trojans played the men. Sore travail and pain
Had all folk round the city: many fell,
Argives and Trojans. Rang the battle-cries:
Aeneas cheered the war-fain Trojans on
To fight for home, for wives, and their own souls
With a good heart: war-staunch Achilles’ son
Shouted: “Flinch not, ye Argives, from the walls,
Till Troy be taken, and sink down in flames!”
And round these twain an awful measureless roar
Rang, daylong as they fought: no breathing-space
Came from the war to them whose spirits burned,
These, to smite Ilium, those, to guard her safe.

440Αἴας δʼ αὖτʼ ἀπάτερθε θρασύφρονος Αἰνείαο μαρνάμενος Τρώεσσι κακὰς ἐπὶ κῆρας ἴαλλε σφῇσιν ἑκηβολίῃσιν, ἐπεί ῥά οἱ ἄλλοτε μέν που ἰθὺ βέλος πεπότητο διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε ἀλγινόεντες ἄκοντες· ἐπʼ ἄλλῳ δʼ ἄλλον ἔπεφνεν· 445οἱ δὲ περιπτώσσοντες ἀμύμονος ἀνέρος ἀλκὴν ἐς μόθον οὐκέτʼ ἔμιμνον· ἔλειπε δὲ τείχεα λαός. καὶ τότε οἱ θεράπων πολὺ φέρτατος ἐν δαῒ Λοκρῶν Ἀλκιμέδων ἐρίθυμος, ἑῷ πίσυνος βασιλῆι κάρτεΐ τε σφετέρῳ καὶ θαρσαλέῃ νεότητι 450ἐμμεμαὼς πολέμοιο θοοῖς ἐπεβήσατο ποσσὶ κλίμακος, ὄφρα κέλευθον ἐπὶ πτόλιν ἀνδράσι θείη λευγαλέην· σφετέρου δὲ καρήατος ἔμμεναι ἄλκαρ ἀσπίδα θεὶς καθύπερθεν ἀνήιε λυγρὰ κέλευθα ἄτρομον ἐνθέμενος κρακίῃ νόον· ἐν δʼ ἄρα χειρὶ 455ἄλλοτε μὲν δόρυ πάλλεν ἀμείλιχον, ἄλλοτε δʼ αὖτε εἷρπεν ἄνω· τὸν δʼ αἶψα διηερίη φέρεν οἶμος. καί νύ κε κὴ Τρώεσσιν ἄχος γένετʼ, εἰ μὴ ἄρʼ αὐτῷ ἤδη ὑπερκύπτοντι καὶ εἰσορόωντι πόληα ὑστάτιον καὶ πρῶτον ἀφʼ ἕρκεος ὑψηλοῖο 460Αἰνείας ἐπόρουσεν, ἐπεί ῥά μιν οὐ λάθεν ὁρμὴ οὐδʼ ἀπάτερθεν ἐόντα· βάλεν δέ μιν εὐρέϊ πέτρῳ κάκ κεφαλῆς· μεγάλη δὲ βίη κρατερόφρονος ἀνδρὸς κλίμακά οἱ συνέαξεν· ὁ δʼ ὑψόθεν ἠΰτʼ ὀϊστὸς ἔσσυτʼ ἀπὸ νευρῆς· ὀλοὸς δέ οἱ ἕσπετο πότμος 465ἀμφελελιξαμένῳ· στονόεις δέ οἱ ἠέρι θυμὸς αἶψα μίγη, πρὶν γαῖαν ἐπὶ στυφελὴν ἀφικέσθαι· ἤριπε δʼ ἐν θώρηκι κατὰ χθονός, οὕνεκʼ ἄρʼ αὐτοῦ νόσφιν ἀπεπλάγχθη βριαρὸν δόρυ καὶ σάκος εὐρὺ καὶ κρατερὴ τρυφάλεια· περιστονάχησε δὲ Λοκρῶν 470λαός, ὅτʼ ἔδρακον ἄνδρα κακῇ δεδμημένον ἄτῃ· δὴ γάρ οἱ λασίοιο καρήατος ἄλλυδις ἄλλῃ ἐγκέφαλος πεπάλακτο· συνηλοίηντο δὲ πάντα ὀστέα καὶ θοὰ γυῖα λυγρῷ πεπαλαγμένα λύθρῳ.

But from Aeneas valiant-souled afar
Fought Aias, speeding midst the men of Troy
Winged death; for now his arrow straight through air
Flew, now his deadly dart, and smote them down
One after one: yet others cowered away
Before his peerless prowess, and abode
The fight no more, but fenceless left the wall

Then one, of all the Locrians mightiest,
Fierce-souled Alcimedon, trusting in his prince
And his own might and valour of his youth,
All battle-eager on a ladder set
Swift feet, to pave for friends a death-strewn path
Into the town. Above his head he raised

The screening shield; up that dread path he went
Hardening his heart from trembling, in his hand
Now shook the threatening spear, now upward climbed
Fast high in air he trod the perilous way.
Now on the Trojans had disaster come,
But, even as above the parapet
His head rose, and for the first time and the last
From her high rampart he looked down on Troy,
Aeneas, who had marked, albeit afar,
That bold assault, rushed on him, dashed on his head
So huge a stone that the hero’s mighty strength
Shattered the ladder. Down from on high he rushed
As arrow from the string: death followed him
As whirling round he fell; with air was blent
His lost life, ere he crashed to the stony ground.
Strong spear, broad shield, in mid fall flew from his hands,
And from his head the helm: his corslet came
Alone with him to earth. The Locrian men
Groaned, seeing their champion quelled by evil doom;
For all his hair and all the stones around
Were brain-bespattered: all his bones were crushed,
And his once active limbs besprent with gore.

474καὶ τότε δὴ Ποίαντος ἐῢς πάϊς ἀντιθέοιο, 475ὡς ἴδεν Αἰνείαν περὶ τείχεα μαιμώωντα θηρὶ βίην ἀτάλαντον, ἄφαρ προέηκεν ὀϊστὸν ἰθύνων ἐς φῶτα περικλυτόν· οὐδʼ ἀφάμαρτεν ἀνέρος, ἀλλά οἱ οὔτι διʼ ἀσπίδος ἀκαμάτοιο ἐς χρόα καλὸν ἵκανεν, ἀπέτραπε γὰρ Κυθέρεια 480καὶ σάκος, ἀλλʼ ἄρα τυτθὸν ἐπέγραφε δέρμα βοείης. οὐδʼ ἄρα μαψιδίως χαμάδις πέσεν, ἀλλὰ Μέδοντα μεσσηγὺς σάκεός τε καὶ ἱπποκόμου τρυφαλείης τύψεν· ὁ δʼ ἐκ πύργοιο κατήριπεν, εὖτʼ ἀπὸ πέτρης ἄγριον αἶγα βάλῃσιν ἀνὴρ στονόεντι βελέμνῳ· 485ὣς ὁ πεσὼν τετάνυστο· λίπεν δέ μιν ἱερὸς αἰών. Αἰνείας δʼ ἑτάροιο χολωσάμενος βάλε πέτρην, καί ῥα Φιλοκτήταο κατέκτανεν ἐσθλὸν ἑταῖρον Τοξαίχμην· θλάσσεν δὲ κάρη, συνέαξε δὲ πάντα ὀστέα σὺν πήληκι· λύθη δέ οἱ ἀγλαὸν ἦτορ. 490τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε πάϊς Ποίαντος ἀγαυοῦ· Αἰνεία, νὺν ἔολπας ἐνὶ φρεσὶ σῇσιν ἄριστος ἔμμεναι ἐκ πύργοιο πονεύμενος, ἔνθα γυναῖκες δυσμενέεσσι μάχονται ἀνάλκιδες· εἰ δὲ τίς ἐσσί, ἔρχεο τείχεος ἐκτὸς ἐν ἔντεσιν, ὄφρα δαείης 495Ποίαντος θρασὺν υἷα καὶ ἔγχεσι καὶ βελέεσσιν. ὣς ἄρʼ ἔφη· τὸν δʼ οὔτι θρασὺς πάϊς Ἀγχίσαο καίπερ ἐελδόμενος προσεφώνεεν, οὕνεκʼ ὀρώρει δῆρις ὀϊζυρὴ περὶ τείχεα μακρὰ καὶ ἄστυ νωλεμέως· οὐ γάρ τι κακοῦ παύοντο μόθοιο· 500οὐδέ σφιν μάλα δηρὸν ὑπʼ Ἄρεϊ τειρομένοισιν ἔσκε λύσις καμάτοιο· πόνος δʼ ἄπρηκτος ὀρώρει.

Then godlike Poeas’ war-triumphant son
Marked where Aeneas stormed along the wall
In lion-like strength, and straightway shot a shaft
Aimed at that glorious hero, neither missed
The man: yet not through his unyielding targe
To the fair flesh it won, being turned aside
By Cytherea and the shield, but grazed
The buckler lightly: yet not all in vain
Fell earthward, but between the targe and helm
Smote Medon: from the tower he fell, as falls
A wild goat from a crag, the hunter’s shaft
Deep in its heart: so nerveless-flung he fell,
And fled away from him the precious life.
Wroth for his friend, a stone Aeneas hurled,
And Philoctetes’ stalwart comrade slew,
Toxaechmes; for he shattered his head and crushed
Helmet and skull-bones; and his noble heart
Was stilled. Loud shouted princely Poeas’ son:
“Aeneas, thou, forsooth, dost deem thyself
A mighty champion, fighting from a tower
Whence craven women war with foes! Now if
Thou be a man, come forth without the wall
In battle-harness, and so learn to know
In spear-craft and in bow-craft Poeas’ son!”

So cried he; but Anchises’ valiant seed,
How fain soe’er, naught answered, for the stress
Of desperate conflict round that wall and burg
Ceaselessly raging: pause from fight was none:
Yea, for long time no respite had there been
For the war-weary from that endless toil.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.