Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 13.297–414: Aeneas escapes; Menelaus and Helen

Aeneas, seeing Troy burning, carries his father Anchises on his shoulders and leads his son out through the fire, guided by Aphrodite. Calchas tells the Argives to spare him because he is fated to found a great city by the Tiber. Menelaus kills Deiphobus in Helen's chamber and finds Helen, but Aphrodite strikes the sword from his hand and fills him with love, and his brother urges him not to kill her.

Lines 13.297–414 · 1001 words · click a number to copy its link
297τῷ δʼ ἐπίηρα φέροντες Ἀχαιῶν φέρτατοι υἷες αὐτὸν μὲν ζώοντα λίπον καὶ κτῆσιν ἔασαν καὶ Θέμιν ἁζόμενοι πανδερκέα καὶ φίλον ἄνδρα. 300καὶ τότε δὴ πάϊς ἐσθλὸς ἀμύμονος Ἀγχίσαο πολλὰ καμὼν περὶ ἄστυ θεηγενέος Πριάμοιο δουρὶ καὶ ἠνορέῃ, πολλῶν δʼ ἀπὸ θυμὸν ὀλέσσας, ὡς ἴδε δυσμενέων ὑπὸ χείρεσι λευγαλέῃσιν αἰθόμενον πτολίεθρον, ἀπολλυμένους θʼ ἅμα λαοὺς 305πανσυδίῃ, καὶ κτῆσιν ἀπείριτον. ἔκ τε μελάθρων ἑλκομένας ἀλόχους ἅμα παίδεσιν, οὐκέτʼ ἄρʼ αὐτοῦ ἐλπωρὴν ἔχε θυμὸς ἰδεῖν εὐτειχέα πάτρην, ἀλλά οἱ ὁρμαίνεσκε νόος μέγα πῆμʼ ὑπαλύξαι. ὡς δʼ ὅθʼ ἁλὸς κατὰ βένθος ἀνὴρ οἰήϊα νωμῶν 310νηὸς ἐπισταμένως ἄνεμον καὶ κῦμʼ ἀλεείνων πάντοθεν ἐσσύμενον στυγερῇ ὑπὸ χείματος ὥρῃ χεῖρα κάμῃ καὶ θυμόν, ὑποβρυχίης δʼ ἄρα νηὸς ὀλλυμένης ἀπάνευθε λιπὼν οἰήϊα μοῦνα τυτθόν ἐπὶ σκάφος εἶσι, μέλει δέ οἱ οὐκέτι νηὸς 315φορτίδος· ὣς πάϊς ἐσθλὸς ἐΰφρονος Ἀγχίσαο, ἄστυ λιπὼν δηΐοισι καταιθόμενον πυρὶ πολλῷ, υἱέα καὶ πατέρα σφὸν ἀναρπάξας φορέεσκε, τὸν μέν ἐπὶ πλατὺν ὦμον ἐφεσσάμενος κρατερῇσι χερσὶ πολυτλήτῳ ὑπὸ γήραϊ μοχθίζοντα, 320τὸν δʼ ἁπαλῆς ἅμα χειρὸς ἐπιψαύοντα πόδεσσι γαίης· οὐλομένου τε φοβεύμενον ἔργα μόθοιο ἐξῆγεν πολέμοιο δυσηχέος· ὃς δʼ ὑπʼ ἀνάγκης ἐκρέματʼ ἐμπεφυὼς ἀταλὸς πάϊς· ἀμφὶ δέ δάκρυ· χεύατό οἱ ἁπαλῇσι παρηίσιν· αὐτὰρ ὁ νεκρῶν 325σώμαθʼ ὑπέρθορε πολλὰ θοοῖς ποσί, πολλὰ δʼ ἐν ὄρφνῃ οὐκ ἐθέλων στείβεσκε· Κύπρις δʼ ὀδόν ἡγεμόνευεν υἱωνὸν καὶ παῖδα καὶ ἀνέρα πήματος αἰνοῦ πρόφρων ῥυομένη· τοῦ δʼ ἐσσυμένου ὑπὸ ποσσὶ πάντῃ πῦρ ὑπόεικε· περισχίζοντο δʼ ἀϋτμαὶ 330Ἡφαίστου μαλεροῖο· καὶ ἔγχεα καὶ βέλἐ ἀνδρῶν πῖπτον ἐτώσια πάντα κατὰ χθονὸς, ὁππόσʼ Ἀχαιοὶ κείνῳ ἐπέρριψαν πολέμῳ ἐνὶ δακρυόεντι καὶ τότε δὴ Κάλχας μεγάλʼ ἴαχε λαὸν ἐέργων· ἴσχεσθʼ Αἰνείαο κατʼ ἰφθίμοιο καρήνου 335βάλλοντες στονόεντα βέλη καὶ λοίγια δοῦρα· τὸν γὰρ θέσφατόν ἐστι θεῶν ἐρικυδέϊ βουλῇ Θύμβριν ἐπʼ εὐρυρέεθρον ἀπὸ Ξάνθοιο μολόντα τευξέμεν ἱερὸν ἄστυ καὶ ἐσσομένοισιν ἀγητὸν ἀνθρώποις, αὐτὸν δὲ πολυσπερέεσσι βροτοῖσι 340κοιρανέειν· ἐκ τοῦ δὲ γένος μετόπισθεν ἀνάξειν ἄχρις ἐπʼ ἀντολίην τε καὶ ἀκαμάτου δύσιν ἠοῦς· καὶ δʼ αὐτῷ θέμις ἐστὶ μετέμμεναι ἀθανάτοισιν, οὕνεκα δὴ πάϊς ἐστὶν ἐϋπλοκάμου Ἀφροδίτης, καὶ δʼ ἄλλως τοῦδʼ ἀνδρὸς ἑὰς ἀπεχώμεθα χεῖρας, 345οὕνεκα καὶ χρυσοῖο καὶ ἄλλʼ ὅσα οἱ κτέατʼ ἐστίν, ἄνδρʼ ἃ σαοῖ φεύγοντα καὶ ἀλλοδαπὴν ἐπὶ γαῖαν, τῶν πάντων προβέβουλεν ἑὸν πατέρʼ ἠδὲ καὶ υἷα· νὺξ δὲ μίʼ ἧμιν ἔφηνε καὶ υἱέα πατρὶ γέροντι ἤπιον ἐκπάγλως καὶ ἀμεμφέα παιδὶ τοκῆα.

Then also princely Anchises’ noble son—
Hard had he fought through Priam’s burg that night
With spear and valour, and many had he slain—
When now he saw the city set aflame
By hands of foes, saw her folk perishing
In multitudes, her treasures spoiled, her wives
And children dragged to thraldom from their homes,
No more he hoped to see the stately walls
Of his birth-city, but bethought him now
How from that mighty ruin to escape.
And as the helmsman of a ship, who toils
On the deep sea, and matches all his craft
Against the winds and waves from every side
Rushing against him in the stormy time,
Forspent at last, both hand and heart, when now
The ship is foundering in the surge, forsakes
The helm, to launch forth in a little boat,
And heeds no longer ship and lading; so
Anchises’ gallant son forsook the town
And left her to her foes, a sea of fire.
His son and father alone he snatched from death;
The old man broken down with years he set
On his broad shoulders with his own strong hands,
And led the young child by his small soft hand,
Whose little footsteps lightly touched the ground;
And, as he quaked to see that work of deaths
His father led him through the roar of fight,
And clinging hung on him the tender child,
Tears down his soft cheeks streaming. But the man
O’er many a body sprang with hurrying feet,
And in the darkness in his own despite
Trampled on many. Cypris guided them,
Earnest to save from that wild ruin her son,
His father, and his child. As on he pressed,
The flames gave back before him everywhere:
The blast of the Fire-god’s breath to right and left
Was cloven asunder. Spears and javelins hurled
Against him by the Achaeans harmless fell.
Also, to stay them, Calchas cried aloud:
“Forbear against Aeneas’ noble head
To hurl the bitter dart, the deadly spear!
Fated he is by the high Gods’ decree
To pass from Xanthus, and by Tiber’s flood
To found a city holy and glorious
Through all time, and to rule o’er tribes of men
Far-sundered. Of his seed shall lords of earth
Rule from the rising to the setting sun.
Yea, with the Immortals ever shall he dwell,
Who is son of Aphrodite lovely-tressed.
From him too is it meet we hold our hands
Because he hath preferred his father and son
To gold, to all things that might profit a man
Who fleeth exiled to an alien land.
This one night hath revealed to us a man
Faithful to death to his father and his child.”

350ὣς φάτο· τοὶ δʼ ἐπίθοντο καὶ ὡς θεὸν εἰσοράασκον πάντες· ὁ δʼ ἐσσυμένως ἐξ ἄστεος οἷο βεβήκει, ᾗχί ἑ ποιπνύοντα πόδες φέρον· οἱ δʼ ἔτι Τροίης Ἀργεῖοι πτολίεθρον ἐϋκτίμενον διέπερθον. καὶ τότε δὴ Μενέλαος ὑπὸ ξίφεϊ στονόεντι 355Δηίφοβον κατέπεφνε καρηβαρέοντα κιχήσας ἀμφʼ Ἑλένης λεχέεσσι δυσάμμορον· ἡ δʼ ὑπὸ φύζῃ κεύθετʼ ἐνὶ μεγάροισιν· ὁ δʼ αἵματος ἐκχυμένοιο γήθεεν ἀμφὶ φόνῳ· τοῖον δʼ ἐπὶ μῦθον ἔειπεν· ὦ κύον, ὥς τοι ἔγωγε φόνον στονόεντʼ ἐφέηκα 360σήμερον· οὐδέ σε δῖα κιχήσεται Ἠριγένεια ζωὸν ἔτʼ ἐν Τρώεσσι, καὶ εἰ Διὸς εὔχεαι εἶναι γαμβρὸς ἐρισμαράγοιο· μέλας δέ σε δέξατʼ ὄλεθρος ἡμετέρης ἀλόχοιο παρὰ μεγάροισι δαρέντα ἀργαλέως· ὡς εἴθε καὶ οὐλομένοιο πάροιθε 365θυμὸν Ἀλεξάνδροιο κατὰ μόθον ἀντιόωντος νοσφισάμην· καί κέν μοι ἐλαφρότερον πέλεν ἄλγος· ἀλλʼ ὁ μὲν ἤδη ἵκανεν ὑπὸ ζόφον ὀκρυόεντα τίσας αἴσιμα πάντα· σὲ δʼ οὐκ ἄρα μέλλεν ὀνήσειν ἡμετέρη παράκοιτις, ἐπεὶ Θέμιν οὔποτʼ ἀλιτροὶ 370ἀνέρες ἐξαλέονται ἀκήρατον, οὕνεκʼ ἄρʼ αὐτοὺς εἰσοράᾳ νυκτός τε καὶ ἤματος, ἀμφὶ δὲ πάντῃ ἀνθρώπων ἐπὶ φῦλα διηερίη πεπότηται τινυμένη σὺν Ζηνὶ κακῶν ἐπιίστορας ἔργων. ὣς εἰπὼν δηΐοισιν ἀνηλέα τεῦχεν ὄλεθρον· 375μαίνετο γάρ οἱ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἀέξων ζηλήμων· καὶ πολλὰ περὶ φρεσὶ θαρσαλέῃσι Τρωσὶ κακὰ φρονέεσκε, τὰ δὴ θεὸς ἐξετέλεσσε πρέσβα Δίκη· κεῖνοι γὰρ ἀτάσθαλα πρῶτοι ἔρεξαν ἀμφʼ Ἑλένης, πρῶτοι δὲ καὶ ὅρκια πημήναντο, 380σχέτλιοι, ὁππότε κεῖνο διὲκ μέλαν αἷμα καὶ ἱρὰ ἀθανάτων πατέοντο παραιβασίῃσι νόοιο· τῷ καί σφιν μετόπισθεν Ἐριννύες ἄλγεα τεῦχον· τοὔνεκʼ ἄρʼ οἱ μὲν ὄλοντο πρὸ τείχεος, οἱ δʼ ἀνὰ ἄστυ τερπόμενοι παρὰ δαιτὶ καὶ ἠϋκόμοις ἀλόχοισιν.

Then hearkened they, and as a God did all
Look on him. Forth the city hasted he
Whither his feet should bear him, while the foe
Made havoc still of goodly-builded Troy.

Then also Menelaus in Helen’s bower
Found, heavy with wine, ill-starred Deiphobus,
And slew him with the sword: but she had fled
And hidden her in the palace. O’er the blood
Of that slain man exulted he, and cried:
“Dog! I, even I have dealt thee unwelcome death
This day! No dawn divine shall meet thee again
Alive in Troy—ay, though thou vaunt thyself
Spouse of the child of Zeus the thunder-voiced!
Black death hath trapped thee slain in my wife’s bower!
Would I had met Alexander too in fight
Ere this, and plucked his heart out! So my grief
Had been a lighter load. But he hath paid
Already justice’ debt, hath passed beneath
Death’s cold dark shadow. Ha, small joy to thee
My wife was doomed to bring! Ay, wicked men
Never elude pure Themis: night and day
Her eyes are on them, and the wide world through
Above the tribes of men she floats in air,
Holpen of Zeus, for punishment of sin.”

On passed he, dealing merciless death to foes,
For maddened was his soul with jealousy.
Against the Trojans was his bold heart full
Of thoughts of vengeance, which were now fulfilled
By the dread Goddess Justice, for that theirs
Was that first outrage touching Helen, theirs
That profanation of the oaths, and theirs
That trampling on the blood of sacrifice
When their presumptuous souls forgat the Gods.
Therefore the Vengeance-friends brought woes on them
Thereafter, and some died in fighting field,
Some now in Troy by board and bridal bower.

385ὀψὲ δὲ δὴ Μενέλαος ἐνὶ μυχάτοισι δόμοιο εὗρεν ἑὴν παράκοιτιν ὑποτρομέουσαν ὁμοκλὴν ἀνδρὸς κουριδίοιο θρασύφρονος, ὅς μιν ἀθρήσας ὥρμηνε κτανέειν ζηλημοσύνῃσι νόοιο, εἰ μή οἱ κατέρυξε βίην ἐρόεσσʼ Ἀφροδίτη, 390ἥ ῥά οἱ ἐκ χειρῶν ἔβαλε ξίφος, ἔσχε δʼ ἐρωήν· τοῦ γὰρ ζῆλον ἐρεμνὸν ἀπώσατο, καί οἱ ἔνερθεν ἡδὺν ὑφʼ ἵμερον ὦρσε κατὰ φρενὸς ἠδὲ ὄσσων. τῷ δʼ ἄρα θάμβος ἄελπτον ἐπήλυθεν· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη κάλλος ἰδὼν ἀρίδηλον ἐπὶ ξίφος αὐχένι κῦρσαι, 395ἀλλʼ ὥστε ξύλον αὖον ἐν οὔρεϊ ὑλήεντι εἱστήκει, τὸ μὲν οὔτε θοαὶ βορέαο θύελλαι ἐσσύμεναι κλονέουσι διʼ ἠέρος οὔτε νότοιο· ὣς ὁ ταφὼν μένε δηρόν· ὑπεκλάσθη δέ οἱ ἀλκὴ δερκομένου παράκοιτιν· ἄφαρ δʼ ὅ γε λήσατο πάντων, 400ὅσσα οἱ ἐν λεχέεσσι παρήλιτε κουριδίοισι· πάντα γὰρ ἠμάλδυνε θεὴ Κύπρις, ἥ περ ἁπάντων ἀθανάτων δάμνησι νόον θνητῶν τʼ ἀνθρώπων. ἀλλὰ καὶ ὣς θοὸν ἆορ ἀπὸ χθονὸς αὖθις ἀείρας κουριδίῃ ἐπόρουσε· νόος δέ οἱ ἄλλʼ ἐνὶ θυμῷ 405ὡρμᾶτʼ ἐσσυμένοιο· δόλῳ δʼ ἄρα θέλγεν Ἀχαιούς. καὶ τότε μιν κατέρυξεν ἀδελφεὸς ἱέμενόν περ μειλιχίοις μάλα πολλὰ παραυδήσας ἐπέεσσι· δείδιε γὰρ μή δή σφιν ἐτώσια πάντα γένηται· ἴσχεο νῦν, Μενέλαε, χολούμενος· οὐ γὰρ ἔοικε 410κουριδίην παράκοιτιν ἐναιρέμεν, ἧς πέρι πολλὰ ἄλγἐ ἀνέτλημεν Πριάμῳ κακὰ μητιόωντες· οὐ γάρ τοι Ἑλένη πέλει αἰτίη, ὡς σύ γʼ ἔολπας, ἀλλὰ Πάρις ξενίοιο Διὸς καὶ σεῖο τραπέζης λησάμενος· τῷ καί μιν ἐν ἄλγεσι τίσατο δαίμων.

Menelaus mid the inner chambers found
At last his wife, there cowering from the wrath
Of her bold-hearted lord. He glared on her,
Hungering to slay her in his jealous rage.
But winsome Aphrodite curbed him, struck
Out of his hand the sword, his onrush reined,
Jealousy’s dark cloud swept she away, and stirred
Love’s deep sweet well-springs in his heart and eyes.
Swept o’er him strange amazement: powerless all
Was he to lift the sword against her neck,
Seeing her splendour of beauty. Like a stock
Of dead wood in a mountain forest, which
No swiftly-rushing blasts of north-winds shake,
Nor fury of south-winds ever, so he stood,
So dazed abode long time. All his great strength
Was broken, as he looked upon his wife.
And suddenly had he forgotten all
Yea, all her sins against her spousal-troth;
For Aphrodite made all fade away,
She who subdueth all immortal hearts
And mortal. Yet even so he lifted up
From earth his sword, and made as he would rush
Upon his wife but other was his intent,
Even as he sprang: he did but feign, to cheat
Achaean eyes. Then did his brother stay
His fury, and spake with pacifying words,
Fearing lest all they had toiled for should be lost:
“Forbear wrath, Menelaus, now: ‘twere shame
To slay thy wedded wife, for whose sake we
Have suffered much affliction, while we sought
Vengeance on Priam. Not, as thou dost deem,
Was Helen’s the sin, but his who set at naught
The Guest-lord, and thine hospitable board;
So with death-pangs hath God requited him.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.