Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.228–328: Polyxeina is sacrificed

At dawn Neoptolemus tells the Argives his father's command that Polyxeina be sacrificed at his tomb. A storm rises when they hesitate, and they lead the maiden to the tomb. Hecuba, who has dreamed of it, wails, and Neoptolemus cuts the girl's throat.

Lines 14.228–328 · 834 words · click a number to copy its link
228ἀλλʼ ὅτʼ ἐς οὐρανὸν εὐρὺν ἀνήιεν Ἠριγένεια νύκτα διασκεδάσασα, φάνη δʼ ἄρα γαῖα καὶ αἰθήρ, 230δὴ τότʼ Ἀχαιῶν υἷες ἀπὲκ λεχέων ἀνόρουσαν ἱέμενοι νόστοιο, νέας δʼ ἐς βένθεα πόντου εἷλκον καγχαλόωντες ἀνὰ φρένας, εἰ μὴ ἄρʼ αὐτοὺς ἐσσυμένους κατέρυκεν Ἀχιλλέος ὄβριμος υἱός, εἰς ἀγορήν τʼ ἐκάλεσσε καὶ ἔκφατο πατρὸς ἐφετμήν· 235κέκλυτέ μευ, φίλα τέκνα μενεπτολέμων Ἀργείων, πατρὸς ἐφημοσύνην ἐρικυδέος, ἥν μοι ἔνισπε χθιζὸς ἐνὶ λεχέεσσι διὰ κνέφας ὑπνώοντι· φῆ γὰρ ἀειγενέεσσι μετέμμεναι ἀθανάτοισιν· ἠνώγει δʼ ὑμέας τε καὶ Ἀτρείδην βασιλῆα, 240ὄφρα οἱ ἐκ πολέμοιο γέρας περικαλλὲς ἄγοιτε τύμβον ἐπʼ εὐρώεντα Πολυξείνην εὔπεπλον· καί μιν ἔφη ῥέξαντας ἀπόπροθι ταρχύσασθαι· εἰ δέ οἱ οὐκ ἀλέγοντες ἐπιπλώοιτε θάλασσαν, ἠπείλει κατὰ πόντον ἐναντία κύματʼ ἀείρας 245λαὸν ὁμῶς νήεσσι πολὺν χρόνον ἐνθάδʼ ἐρύξειν. ὣς φαμένου πείθοντο, καὶ ὡς θεῷ εὐχετόωντο· καὶ γὰρ δὴ κατὰ βένθος ἀέξετο κῦμα θυέλλῃ εὐρύτερον καὶ μᾶλλον ἐπήτριμον, ἢ πάρος ἦεν, μαινομένου ἀνέμοιο· μέγας δʼ ὀροθύνετο πόντος 250χερσὶ Ποσειδάωνος· ὁ γὰρ κρατερῷ Ἀχιλῆι ἦρα φέρεν· πᾶσαι δὲ θοῶς ἐνόρουσαν ἄελλαι ἐς πέλαγος· Δαναοὶ δὲ μέγʼ εὐχόμενοι Ἀχιλῆι πάντες ὁμῶς μάλα τοῖα πρὸς ἀλλήλους ὀάριζον· ἀτρεκέως γενεὴ μεγάλου Διὸς ἦεν Ἀχιλλεύς· 255τῷ καὶ νῦν θεός ἐστι, καὶ εἰ πάρος ἔσκε μεθʼ ἡμῖν· οὐ γὰρ ἀμαλδύνει μακάρων γένος ἄμβροτος αἰών. ὣς φάμενοι ποτὶ τύμβον Ἀχιλλέος ἀπονέοντο·

When to wide heaven the Child of Mist uprose,
Scattering night, unveiling earth and air,
Then from their rest upsprang Achaea’s sons
Yearning for home. With laughter ‘gan they hale
Down to the sea the keels: but lo, their haste
Was reined in by Achilles’ mighty son:

He assembled them, and told his sire’s behest:
“Hearken, dear sons of Argives battle-staunch,
To this my glorious father’s hest, to me
Spoken in darkness slumbering on my bed:
He saith, he dwells with the Immortal Gods:
He biddeth you and Atreus’ son the king
To bring, as his war-guerdon passing-fair,
To his dim dark tomb Polyxeina queenly-robed,
To slay her there, but far thence bury her.
But if ye slight him, and essay to sail
The sea, he threateneth to stir up the waves
To bar your path upon the deep, and here
Storm-bound long time to hold you, ships and men.”

Then hearkened they, and as to a God they prayed;
For even now a storm-blast on the sea
Upheaved the waves, broad-backed and thronging fast
More than before beneath the madding wind.
Tossed the great deep, smit by Poseidon’s hands
For a grace to strong Achilles. All the winds
Swooped on the waters. Prayed the Dardans all
To Achilles, and a man to his fellow cried:
“Great Zeus’s seed Achilles verily was;
Therefore is he a God, who in days past
Dwelt among us; for lapse of dateless time
Makes not the sons of Heaven to fade away.”

258τὴν δʼ ἄγον, ἠῢτε πόρτιν ἐς ἀθανάτοιο θυηλὰς μητρὸς ἀπειρύσσαντες ἐνὶ ξυλόχοισι βοτῆρες, 260ἡ δʼ ἄρα μακρὰ βοῶσα κινύρεται ἀχνυμένη κῆρ· ὣς τῆμος Πριάμοιο πάϊς περικωκύεσκε δυσμενέων ἐν χερσίν· ἄδην δέ οἱ ἔκχυτο δάκρυ· ὡς δʼ ὁπότε βριαρῷ ὑπὸ χέρματι καρπὸς ἐλαίης οὔπω χειμερίῃσι μελαινόμενος ψεκάδεσσι 265χεύῃ πολλὸν ἄλειφα, περιτρίζωσι δὲ μακρὰ ἄρμενʼ ὑπὸ σπάρτοισι βιαζομένων αἰζηῶν· ὣς ἄρα καὶ Πριάμοιο πολυτλήτοιο θυγατρὸς ἑλκομένης ποτὶ τύμβον ἀμειλίκτου Ἀχιλῆος αἰνὸν ὁμῶς στοναχῇσι κατὰ βλεφάρων ῥέε δάκρυ· 270καί οἱ κόλπος ἔνερθεν ἐπλήθετο· δεύετο δὲ χρὼς ἀτρεκέως ἀτάλαντος ἐϋκτεάνῳ ἐλέφαντι.

Then to Achilles’ tomb the host returned,
And led the maid, as calf by herdmen dragged
For sacrifice, from woodland pastures torn
From its mother’s side, and lowing long and loud
It moans with anguished heart; so Priam’s child
Wailed in the hands of foes. Down streamed her tears
As when beneath the heavy sacks of sand
Olives clear-skinned, ne’er blotched by drops of storm,
Pour out their oil, when the long levers creak
As strong men strain the cords; so poured the tears
Of travail-burdened Priam’s daughter, haled
To stern Achilles’ tomb, tears blent with moans.
Drenched were her bosom-folds, glistened the drops
On flesh clear-white as costly ivory.

272καὶ τότε λευγαλέοις ἐπὶ πένθεσι κύντερον ἄλγος τλήμονος ἐς κραδίην Ἑκάβης πέσεν· ἐν δέ οἱ ἦτορ μνήσατʼ ὀϊζυροῖο καὶ ἀλγινόεντος ὀνείρου, 275τόν ῥʼ ἴδεν ὑπνώουσα παροιχομένῃ ἐνὶ νυκτί· ἦ γὰρ ὀΐετο τύμβον ἔπʼ ἀντιθέου Ἀχιλῆος ἑστάμεναι γοόωσα, κόμαι δέ οἱ ἄχρις ἐπʼ οὖδας ἐκ κεφαλῆς ἐκέχυντο, καὶ ἀμφοτέρων ἀπὸ μαζῶν ἔρρεε φοίνιον αἷμα ποτὶ χθόνα, δεῦε δὲ σῆμα· 280τοῦ πέρι δειμαίνουσα καὶ ὀσσομένη μέγα πῆμα οἰκτρὸν ἀνοιμώζεσκε, γόῳ δʼ ἐπὶ μακρὸν ἀΰτει· εὖτε κύων προπάροιθε κινυρομένη μεγάροιο μακρὸν ὑλαγμὸν ἵησι, νέον σπαραγεῦσα γάλακτι, τῆς ἄπο νήπια τέκνα πάρος φάος εἰσοράασθαι 285νόσφι βάλωσιν ἄνακτες ἕλωρ ἔμεν οἰωνοῖσιν, ἡ δʼ ὁτὲ μέν θʼ ὑλακῇσι κινύρεται, ἄλλοτε δʼ αὖτε ὠρυθμῷ, στυγερὴ δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτή· ὡς Ἑκάβη γοόωσα μέγʼ ἴαχεν ἀμφὶ θυγατρί· ὤ μοι ἐγώ, τί νυ πρῶτα, τί δʼ ὕστατον ἀχνυμένη κῆρ 290κωκύσω πολέεσσι περιπλήθουσα κακοῖσιν, υἱέας ἢ πόσιν αἰνὰ καὶ οὐκ ἐπίελπτα παθόντας, ἢ πόλιν ἠὲ θύγατρας ἀεικέας, ἢ ἐμὸν αὐτῆς ἦμαρ ἀναγκαῖον καὶ δούλιον; οὕνεκα Κῆρες σμερδαλέαι πολέεσσί μʼ ἐνειλήσαντο κακοῖσι. 295τέκνον ἐμόν, σοὶ δʼ αἰνὰ καὶ οὐκ ἐπίελπτα καὶ αὐτῇ ἄλγἐ ἐπεκλώσαντο· γάμου δʼ ἄπο νόσφι βάλοντο ἐγγὺς ἐόνθʼ Ὑμεναῖον, ἐπεκρήναντο δʼ ὄλεθρον ἄσχετον ἀργαλέον τε καὶ οὐ φατόν· ἦ γὰρ Ἀχιλλεὺς καὶ νέκυς ἡμετέρῳ ἔτʼ ἰαίνεται αἵματι θυμόν· 300ὥς μʼ ὄφελον μετὰ σεῖο, φίλον τέκος, ἤματι τῷδε γαῖα χανοῦσα κάλυψε, πάρος σέο πότμον ἰδέσθαι. ὣς φαμένης ἄλληκτα κατὰ βλεφάροιιν ἔχυντο δάκρυα· λευγαλέον γὰρ ἔχεν μετὰ πένθεσι πένθος. οἱ δʼ ὅτʼ ἔβαν ποτὶ τύμβον Ἀχιλλῆος ζαθέοιο, 305δὴ τότε οἱ φίλος υἱὸς ἐρυσσάμενος θοὸν ἆορ σκαιῇ μὲν κούρην κατερήτυε, δεξιτερῇ δὲ τύμβῳ ἐπιψαύων τοῖον ποτὶ μῦθον ἔειπε· κλῦθι, πάτερ, σέο παιδὸς ἐπευχομένοιο καὶ ἄλλων Ἀργείων, μηδʼ ἧμιν ἔτʼ ἀργαλέως χαλέπαινε· 310ἤδη γάρ τοι πάντα τελέσσομεν, ὅσσα μενοινᾷς σῇσιν ἐνὶ πραπίδεσσι· σὺ δʼ ἵλαος ἄμμι γένοιο τεύξας εὐχομένοισι θοῶς θυμηδέα νόστον.

Then, to crown all her griefs, yet sharper pain
Fell on the heart of hapless Hecuba.
Then did her soul recall that awful dream,
The vision of sleep of that night overpast:
Herseemed that on Achilles’ tomb she stood
Moaning, her hair down-streaming to the ground,
And from her breasts blood dripped to earth the while,
And drenched the tomb. Fear-haunted touching this,
Foreboding all calamity, she wailed
Piteously; far rang her wild lament.
As a dog moaning at her master’s door,
Utters long howls, her teats with milk distent,
Whose whelps, ere their eyes opened to the light,
Her lords afar have flung, a prey to kites;
And now with short sharp cries she plains, and now
Long howling: the weird outcry thrills the air;
So wailed and shrieked for her child Hecuba:
“Ah me! what sorrows first or last shall I
Lament heart-anguished, who am full of woes?
Those unimagined ills my sons, my king
Have suffered? or my city, or daughters shamed?
Or my despair, my day of slavery?
Oh, the grim fates have caught me in a net
Of manifold ills! O child, they have spun for thee
Dread weird of unimagined misery!
They have thrust thee away, when near was Hymen’s hymn,
From thine espousals, marked thee for destruction
Dark, unendurable, unspeakable!
For lo, a dead man’s heart, Achilles’ heart,
Is by our blood made warm with life to-day!
O child, dear child, that I might die with thee,
That earth might swallow me, ere I see thy doom!”
So cried she, weeping never-ceasing tears,
For grief on bitter grief encompassed her.
But when these reached divine Achilles’ tomb,
Then did his son unsheathe the whetted sword,
His left hand grasped the maid, and his right hand
Was laid upon the tomb, and thus he cried:
“Hear, father, thy son’s prayer, hear all the prayers
Of Argives, and be no more wroth with us!
Lo, unto thee now all thine heart’s desire
Will we fulfil. Be gracious to us thou,
And to our praying grant sweet home-return.”

313ὣς εἰπὼν κούρης διὰ λοίγιον ἤλασεν ἆορ λευκανίης· τὴν δʼ αἶψα λίπεν πολυήρατος αἰὼν 315οἰκτρὸν ἀνοιμώξασαν ἐφʼ ὑστατίῃ βιότοιο· καί ῥʼ ἡ μὲν πρηνὴς χαμάδις πέσε· τῆς δʼ ὑπὸ δειρῇ φοινίχθη περὶ πάντα, χιὼν ὥς, ἥ τʼ ἐν ὄρεσσιν ἥ συὸς ἢ ἄρκτοιο κατουταμένης ὑπʼ ἄκοντι αἵματι πορφυρόεντι θοῶς ἐρυθαίνεθʼ ὕπερθεν. 320Ἀργεῖοι δέ μιν αἶψα δόσαν ποτὶ ἄστυ φέρεσθαι ἐς δόμον ἀντιθέου Ἀντήνορος, οὕνεκʼ ἄρʼ αὐτὴν κεῖνος ἐνῖ Τρώεσσιν ἑῷ πάρος υἱέϊ δίῳ Εὐρυμάχῳ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἄκοιτιν. ὃς δʼ ἐπεὶ οὖν τάρχυσε κλυτὴν Πριάμοιο θύγατρα 325ἐγγὺς ἑοῖο δόμοιο, παραὶ Γανυμήδεος ἱρῷ σήματι καὶ νηοῖο καταντίον Ἀτρυτώνης, δὴ τότε παύσατο κῦμα, κατευνήθη δὲ θύελλα σμερδαλέη, καὶ χεῦμα κατεπρήϋνε γαλήνη.

Into the maid’s throat then he plunged the blade
Of death: the dear life straightway sobbed she forth,
With the last piteous moan of parting breath.
Face-downward to the earth she fell: all round
Her flesh was crimsoned from her neck, as snow
Stained on a mountain-side with scarlet blood
Rushing, from javelin-smitten boar or bear.
The maiden’s corpse then gave they, to be borne
Unto the city, to Antenor’s home,
For that, when Troy yet stood, he nurtured her
In his fair halls, a bride for his own son
Eurymachus. The old man buried her,
King Priam’s princess-child, nigh his own house,
By Ganymedes’ shrine, and overagainst
The temple of Pallas the Unwearied One.
Then were the waves stilled, and the blast was hushed
To sleep, and all the sea-flood lulled to calm.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.