Homer · Iliad Ἰλιάς

Homer, Iliad 24.159–321: Iris to Priam; the ransom is packed

Iris goes to Priam, who sits covered in dung among his sons, and tells him to take gifts to Achilles with only a herald, since Hermes will guide him. Hecuba cries out in fear, but Priam will go, even if he must die in Achilles' arms. He drives out the men who crowd round to mourn him, has a wagon loaded with the ransom, and, at Hecuba's urging, prays to Zeus, who sends an eagle on the right as a sign.

Lines 24.159–321 · 1934 words · click a number to copy its link
159ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα. 160ἷξεν δʼ ἐς Πριάμοιο, κίχεν δʼ ἐνοπήν τε γόον τε. παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς δάκρυσιν εἵματʼ ἔφυρον, ὃ δʼ ἐν μέσσοισι γεραιὸς ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος· ἀμφὶ δὲ πολλὴ κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος 165τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι. θυγατέρες δʼ ἀνὰ δώματʼ ἰδὲ νυοὶ ὠδύροντο τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες. στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος, ἠδὲ προσηύδα 170τυτθὸν φθεγξαμένη· τὸν δὲ τρόμος ἔλλαβε γυῖα· θάρσει Δαρδανίδη Πρίαμε φρεσί, μὴ δέ τι τάρβει· οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδʼ ἱκάνω ἀλλʼ ἀγαθὰ φρονέουσα· Διὸς δέ τοι ἄγγελός εἰμι, ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει. 175λύσασθαί σʼ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ οἶον, μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.

So spake he, and storm-footed Iris hasted to bear his message. She came to the house of Priam, and found therein clamour and wailing. His sons sat about their father within the court sullying their garments with their tears, and in their midst was the old king close-wrapped in his mantle; and upon the old man's head and neck was filth in abundance, which he had gathered in his hands as he grovelled on the earth. And his daughters and his sons' wives were wailing throughout the house, bethinking them of the warriors many and valiant who were lying low, slain by the hands of the Argives. And the messenger of Zeus drew nigh to Priam, and spake to him; softly she uttered her voice, yet trembling gat hold of his limbs: Be of good courage, O Priam, son of Dardanus, and fear thou not at all. Not to forbode any evil to thee am I come hither, but with good intent. I am a messenger to thee from Zeus, who far away though he be, hath exceeding care for thee and pity. The Olympian biddeth thee ransom goodly Hector, and bear gifts to Achilles which shall make glad his heart; alone do thou go, neither let any man beside of the Trojans go with thee.

178κῆρύξ τίς τοι ἕποιτο γεραίτερος, ὅς κʼ ἰθύνοι ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον, ἠδὲ καὶ αὖτις 180νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς. μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος· τοῖος γάρ τοι πομπὸς ἅμʼ ἕψεται ἀργεϊφόντης, ὅς σʼ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ. αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος, 185οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει· οὔτε γάρ ἔστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων, ἀλλὰ μάλʼ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός. ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ ὅ γʼ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην 190ὁπλίσαι ἠνώγει, πείρινθα δὲ δῆσαι ἐπʼ αὐτῆς. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα κέδρινον ὑψόροφον, ὃς γλήνεα πολλὰ κεχάνδει· ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε· δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε 195λύσασθαι φίλον υἱὸν ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, δῶρα δʼ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;

A herald may attend thee, an elder man, to guide the mules and the light-running waggon, and to carry back to the city the dead, even him that Achilles slew. Let not death be in thy thoughts, neither any fear; such a guide shall go with thee, even Argeiphontes, who shall lead thee, until in his heading he bring thee nigh to Achilles. And when he shall have led thee into the hut, neither shall Achilles himself slay thee nor suffer any other to slay; for not without wisdom is he, neither without purpose, nor yet hardened in sin; nay, with all kindliness will he spare a suppliant man. When she had thus spoken swift-footed Iris departed; but the king bade his sons make ready the running mule waggon, and bind the wicker box thereon. And himself he went down to the vaulted treasure-chamber, fragrant of cedar wood and high of roof, that held jewels full many: and he called to him Hecabe his wife, and spake: Lady, from Zeus hath an Olympian messenger come to me, that I go to the ships of the Achaeans to ransom my dear son, and that I bear gifts to Achilles which shall make glad his heart. But come, tell me this, how seemeth it to thy mind?

198αἰνῶς γάρ μʼ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε κεῖσʼ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν. 200ὣς φάτο, κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ· ὤ μοι πῇ δή τοι φρένες οἴχονθʼ, ᾗς τὸ πάρος περ ἔκλεʼ ἐπʼ ἀνθρώπους ξείνους ἠδʼ οἷσιν ἀνάσσεις; πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς 205υἱέας ἐξενάριξε· σιδήρειόν νύ τοι ἦτορ. εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σʼ ἐλεήσει, οὐδέ τί σʼ αἰδέσεται. νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ· τῷ δʼ ὥς ποθι Μοῖρα κραταιὴ 210γιγνομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή, ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων ἀνδρὶ πάρα κρατερῷ, τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα· τότʼ ἄντιτα ἔργα γένοιτο παιδὸς ἐμοῦ, ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα, 215ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων ἑσταότʼ οὔτε φόβου μεμνημένον οὔτʼ ἀλεωρῆς.

For as touching mine own self, wondrously doth the desire of my heart bid me go thither to the ships, into the wide camp of the Achaeans. So spake he, but his wife uttered a shrill cry, and spake in answer: Ah, woe is me, whither now is gone the wisdom for the which of old thou wast famed among stranger folk and among them thou rulest? How art thou fain to go alone to the ships of the Achaeans to meet the eyes of the man who hath slain thy sons, many and valiant? Of iron verily is thy heart. For if so be he get thee in his power and his eyes behold thee, so savage and faithless is the man, he will neither pity thee nor anywise have reverence. Nay, let us now make our lament afar from him we mourn, abiding here in the hall. On this wise for him did mighty Fate spin with her thread at his birth, when myself did bear him, that he should glut swift-footed dogs far from his parents, in the abode of a violent man, in whose inmost heart I were fain to fix my teeth and feed thereon; then haply might deeds of requital be wrought for my son, seeing in no wise while playing the dastard was he slain of him, but while standing forth in defence of the men and deep-bosomed women of Troy, with no thought of shelter or of flight.

217τὴν δʼ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής· μή μʼ ἐθέλοντʼ ἰέναι κατερύκανε, μὴ δέ μοι αὐτὴ ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ· οὐδέ με πείσεις. 220εἰ μὲν γάρ τίς μʼ ἄλλος ἐπιχθονίων ἐκέλευεν, ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται. εἰ δέ μοι αἶσα 225τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων βούλομαι· αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς ἀγκὰς ἑλόντʼ ἐμὸν υἱόν, ἐπὴν γόου ἐξ ἔρον εἵην. ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλʼ ἀνέῳγεν· ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους, 230δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα λευκά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας. χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα, ἐκ δὲ δύʼ αἴθωνας τρίποδας, πίσυρας δὲ λέβητας, ἐκ δὲ δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες 235ἐξεσίην ἐλθόντι μέγα κτέρας· οὐδέ νυ τοῦ περ φείσατʼ ἐνὶ μεγάροις ὃ γέρων, περὶ δʼ ἤθελε θυμῷ λύσασθαι φίλον υἱόν. ὃ δὲ Τρῶας μὲν ἅπαντας αἰθούσης ἀπέεργεν ἔπεσσʼ αἰσχροῖσιν ἐνίσσων· ἔρρετε λωβητῆρες ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν 240οἴκοι ἔνεστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;

Then in answer spake unto her the old man, god-like Priam: Seek not to stay me that am fain to go, neither be thyself a bird of ill-boding in my halls; thou shalt not persuade me. For if any other of the men that are upon the face of the earth had bidden me this, whether of seers that divine from sacrifice or of priests, a false thing might we deem it, and turn away therefrom the more; but now—for myself I heard the voice of the goddess and looked upon her face—I will go forth, neither shall her word be vain. And if it be my fate to lie dead by the ships of the brazen-coated Achaeans, so would I have it; forthwith let Achilles slay me, when once I have clasped in my arms my son, and have put from me the desire for wailing. He spake, and opened the goodly lids of chests, wherefrom he took twelve beauteous robes and twelve cloaks of single fold, and as many coverlets, and as many white mantles, and therewithal as many tunics. And of gold he weighed out and bare forth talents, ten in all, and two gleaming tripods, and four cauldrons, and a cup exceeding fair, that the men of Thrace had given him when he went thither on an embassage, a great treasure; not even this did the old man spare in his halls, for he was exceeding fain to ransom his dear son. Then drave he all the Trojans from out the portico, and chid them with words of reviling: Get ye hence, wretches, ye that work me shame! Have ye not also lamentation at home, that ye come hither to vex me?

241ἦ ὀνόσασθʼ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκε παῖδʼ ὀλέσαι τὸν ἄριστον; ἀτὰρ γνώσεσθε καὶ ὔμμες· ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε κείνου τεθνηῶτος ἐναιρέμεν. αὐτὰρ ἔγωγε 245πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον 250Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. 255ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.

Count ye it not enough that Zeus, son of Cronos, hath brought this sorrow upon me, that I should lose my son the best of all? Nay, but yourselves too shall know it, for easier shall ye be, now he is dead, for the Achaeans to slay. But for me, or ever mine eyes behold the city sacked and laid waste, may I go down into the house of Hades. He spake, and plying his staff went among the men, and they went forth from before the old man in his haste. Then called he aloud to his sons, chiding Helenus and Paris and goodly Agathon and Pammon and Antiphonus and Polites, good at the war-cry, and Deiphobus and Hippothous and lordly Dius. To these nine the old man called aloud, and gave command: Haste ye, base children that are my shame; would that ye all together in Hector's stead had been slain at the swift ships! Woe is me, that am all unblest, seeing that I begat sons the best in the broad land of Troy, yet of them I avow that not one is left, not godlike Mestor, not Troilus the warrior charioteer, not Hector that was a god among men, neither seemed he as the son of a mortal man, but of a god: all them hath Ares slain, yet these things of shame are all left me, false of tongue, nimble of foot, peerless at beating the floor in the dance, robbers of lambs and kids from your own folk.

260τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται ψεῦσταί τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι ἀρνῶν ἠδʼ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες. οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα, ταῦτά τε πάντʼ ἐπιθεῖτε, ἵνα πρήσσωμεν ὁδοῖο; 265ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην καλὴν πρωτοπαγέα, πείρινθα δὲ δῆσαν ἐπʼ αὐτῆς, κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός· 270ἐκ δʼ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ. καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ πέζῃ ἔπι πρώτῃ, ἐπὶ δὲ κρίκον ἕστορι βάλλον, τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν, αὐτὰρ ἔπειτα ἑξείης κατέδησαν, ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν. 275ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσιʼ ἄποινα, ζεῦξαν δʼ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς, τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.

Will ye not make me ready a waggon, and that with speed, and lay all these things therein, that we may get forward on our way? So spake he, and they, seized with fear of the rebuke of their father, brought forth the light-running waggon drawn of mules, fair and newly-wrought, and bound upon it the wicker box; and down from its peg they took the mule-yoke, a box-wood yoke with a knob thereon, well-fitted with guiding-rings; and they brought forth the yoke-band of nine cubits, and therewithal the yoke. The yoke they set with care upon the polished pole at the upturned end thereof, and cast the ring upon the thole; and they bound it fast to the knob with three turns to left and right, and thereafter made it fast to the post, and bent the hook thereunder. Then they brought forth from the treasure-chamber and heaped upon the polished waggon the countless ransom for Hector's head, and yoked the strong-hooved mules that toil in harness, which on a time the Mysians had given to Priam, a splendid gift.

279ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν, οὓς ὃ γεραιὸς 280αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ. τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες· ἀγχίμολον δέ σφʼ ἦλθʼ Ἑκάβη τετιηότι θυμῷ οἶνον ἔχουσʼ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι 285χρυσέῳ ἐν δέπαϊ, ὄφρα λείψαντε κιοίτην· στῆ δʼ ἵππων προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τῆ σπεῖσον Διὶ πατρί, καὶ εὔχεο οἴκαδʼ ἱκέσθαι ἂψ ἐκ δυσμενέων ἀνδρῶν, ἐπεὶ ἂρ σέ γε θυμὸς ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης. 290ἀλλʼ εὔχεο σύ γʼ ἔπειτα κελαινεφέϊ Κρονίωνι Ἰδαίῳ, ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται, αἴτει δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τέ οἱ αὐτῷ φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας 295τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων. εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς, οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην νῆας ἐπʼ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.

And for Priam they led beneath the yoke horses that the old king kept for his own and reared at the polished stall. Thus were the twain letting yoke their cars, in the high palace, even the herald and Priam, with thoughts of wisdom in their hearts, when nigh to them came Hecabe, her heart sore stricken, bearing in her right hand honey-hearted wine in a cup of gold, that they might make libation ere they went. And she stood before the horses, and spake, saying: Take now, pour libation to father Zeus, and pray that thou mayest come back home from the midst of the foemen, seeing thy heart sendeth thee forth to the ships, albeit I am fain thou shouldst not go, Thereafter make thou prayer unto the son of Cronos, lord of the dark chouds, the god of Ida, that looketh down upon all the land of Troy, and ask of him a bird of omen, even the swift messenger that to himself is dearest of birds and is mightiest in strength; let him appear upon thy right hand, to the end that marking the sign with thine own eyes, thou mayest have trust therein, and go thy way to the ships of the Danaans of fleet steeds. But if so be Zeus whose voice is borne afar grant thee not his own messenger, then I of a surety should not urge thee on and bid thee go to the ships of the Argives, how eager soever thou be.

299τὴν δʼ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής· 300ὦ γύναι οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω. ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κʼ ἐλεήσῃ. ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυνʼ ὃ γεραιὸς χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον· ἣ δὲ παρέστη χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα. 305νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο· εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον οὐρανὸν εἰσανιδών, καὶ φωνήσας ἔπος ηὔδα· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν, 310πέμψον δʼ οἰωνὸν ταχὺν ἄγγελον, ὅς τε σοὶ αὐτῷ φίλτατος οἰωνῶν, καί εὑ κράτος ἐστὶ μέγιστον, δεξιόν, ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε μητίετα Ζεὺς 315αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν μόρφνον θηρητῆρʼ ὃν καὶ περκνὸν καλέουσιν. ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσʼ ἀραρυῖα, τόσσʼ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά· εἴσατο δέ σφι 320δεξιὸς ἀΐξας διὰ ἄστεος· οἳ δὲ ἰδόντες γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.

Then in answer spake unto her godlike Priam: Wife, I will not disregard this hest of thine; for good is it to lift up hands to Zeus, if so be he will have pity. Thus spake the old man, and bade the housewife that attended pour over his hands water undefiled; and the handmaid drew nigh bearing in her hands alike basin and ewer. Then, when he had washed his hands, he took the cup from his wife and then made prayer, standing in the midst of thie court, and poured forth the wine, with a look toward heaven, and spake ahoud, saying: Father Zeus, that rulest from Ida, most glorious, most great, grant that I may come unto Achilles' hut as one to be welcomed and to be pitied; and send a bird of omen, even the swift messenger that to thyself is dearest of birds and is mightiest in strength; let him appear upon my right hand, to the end that, marking the sign with mine own eyes, I may have trust therein, and go my way to the ships of the Danaans of fleet steeds. So spake he in prayer, and Zeus the Counsellor heard him. Forthwith he sent an eagle, surest of omen among winged birds, the dusky eagle, even the hunter, that men call also the black eagle. Wide as is the door of some rich man's high-roofed treasure-chamber, a door well fitted with bolts, even so wide spread his wings to this side and to that; and he appeared to them on the right, darting across the city. And at sight of him they waxed glad, and the hearts in the breasts of all were cheered.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.