Homer · Iliad Ἰλιάς

Homer, Iliad 23.362–533: Funeral games: the chariot race

Apollo strikes the whip from Diomedes' hand, but Athena gives it back to him and breaks the yoke of Eumelus' chariot, so that he is thrown out. Antilochus, driving in a narrow place, forces Menelaus to give way and passes him. Diomedes comes in first, Antilochus second, and Menelaus is third by a small margin.

Lines 23.362–533 · 1939 words · click a number to copy its link
362οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο 365νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες 370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου 375φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς· αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, 380πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω θέρμετʼ· ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.

Then they all at one moment lifted the lash each above his yoke of horses, and smote them with the reins, and called to them with words, full eagerly and forthwith they sped swiftly over the plain away from the ships and beneath their breasts the dust arose and stood, as it were a cloud or a whirlwind, and their manes streamed on the blasts of the wind. And the chariots would now course over the bounteous earth, and now again would bound on high; and they that drave stood in the cars, and each man's heart was athrob as they strove for victory; and they called every man to his horses, that flew in the dust over the plain. But when now the swift horses were fulfilling the last stretch of the course, back toward the grey sea, then verily was made manifest the worth of each, and the pace of their horses was forced to the uttermost. And forthwith the swift-footed mares of the son of Pheres shot to the front, and after them Diomedes' stallions of the breed of Tros; not far behind were they, but close behind, for they seemed ever like to mount upon Eumelus' car, and with their breath his back waxed warm and his broad shoulders, for right over him did they lean their heads as they flew along.

382καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν, εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν. 385τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες. οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, 390δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν· ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν· αἳ δέ οἱ ἵπποι ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, 395ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι· τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, πολλὸν τῶν ἄλλων ἐξάλμενος· ἐν γὰρ Ἀθήνη 400ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε. τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.

And now would Tydeus' son have passed him by or left the issue in doubt, had not Phoebus Apollo waxed wroth with him and smitten from his hand the shining lash. Then from his eyes ran tears in his wrath for that he saw the mares coursing even far swiftlier still than before, while his own horses were hampered, as running without goad. But Athene was not unaware of Apollo's cheating of the son of Tydeus, and right swiftly sped she after the shepherd of the host, and gave him back the lash and put strength into his horses. Then in wrath was she gone after the son of Admetus, and the goddess brake the yoke of his steeds, and to his cost the mares swerved to this side and that of the course, and the pole was swung to the earth; and Eumelus himself was hurled from out the car beside the wheel, and from his elbows and his mouth and nose the skin was stripped, and his forehead above his brows was bruised; and both his eyes were filled with tears and the flow of his voice was checked. Then Tydeus' son turned his single-hooved horses aside and drave on, darting out far in advance of the rest; for Athene put strength in his horses and gave glory to himself. And after him drave the son of Atreus, fair-haired Menelaus.

402Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· ἔμβητον καὶ σφῶϊ· τιταίνετον ὅττι τάχιστα. ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω 405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν· ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ Αἴθη θῆλυς ἐοῦσα· τί ἢ λείπεσθε φέριστοι; 410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον. ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα· 415ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω στεινωπῷ ἐν ὁδῷ παραδύμεναι, οὐδέ με λήσει. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην ὀλίγον χρόνον· αἶψα δʼ ἔπειτα στεῖνος ὁδοῦ κοίλης ἴδεν Ἀντίλοχος μενεχάρμης. 420ῥωχμὸς ἔην γαίης, ᾗ χειμέριον ἀλὲν ὕδωρ ἐξέρρηξεν ὁδοῖο, βάθυνε δὲ χῶρον ἅπαντα· τῇ ῥʼ εἶχεν Μενέλαος ἁματροχιὰς ἀλεείνων.

But Antilochus called to the horses of his father: Go in now, ye twain as well; strain to your utmost speed. With yon steeds verily I nowise bid you strive, with the horses of wise-hearted Tydeus to the which Athene hath now given speed and vouchsafed glory to him that driveth them. But the horses of the son of Atreus do ye overtake with speed, and be not outstripped of them, lest shame be shed on you by Aethe that is but a mare. Why are ye outstripped, good steeds? For thus will I speak out to you, and verily it shall be brought to pass: no tendance shall there be for you twain with Nestor, the shepherd of the host, but forthwith will he slay you with the sharp bronze, if through your heedlessness we win but a worse prize. Nay, have after them with all speed ye may, and this will I myself contrive and plan, that we slip past them in the narrow way; it shall not escape me. So spake he, and they, seized with fear at the rebuke of their master, ran swiftlier on for a little time, and then quickly did Antilochus, staunch in fight, espy a narrow place in the hollow road. A rift there was in the ground, where the water, swollen by winter rains, had broken away a part of the road and had hollowed all the place. There drave Menelaus in hope that none other might drive abreast of him.

423Ἀντίλοχος δὲ παρατρέψας ἔχε μώνυχας ἵππους ἐκτὸς ὁδοῦ, ὀλίγον δὲ παρακλίνας ἐδίωκεν. 425Ἀτρεΐδης δʼ ἔδεισε καὶ Ἀντιλόχῳ ἐγεγώνει· Ἀντίλοχʼ ἀφραδέως ἱππάζεαι, ἀλλʼ ἄνεχʼ ἵππους· στεινωπὸς γὰρ ὁδός, τάχα δʼ εὐρυτέρη παρελάσσαι· μή πως ἀμφοτέρους δηλήσεαι ἅρματι κύρσας. ὣς ἔφατʼ, Ἀντίλοχος δʼ ἔτι καὶ πολὺ μᾶλλον ἔλαυνε 430κέντρῳ ἐπισπέρχων ὡς οὐκ ἀΐοντι ἐοικώς. ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται, ὅν τʼ αἰζηὸς ἀφῆκεν ἀνὴρ πειρώμενος ἥβης, τόσσον ἐπιδραμέτην· αἳ δʼ ἠρώησαν ὀπίσσω Ἀτρεΐδεω· αὐτὸς γὰρ ἑκὼν μεθέηκεν ἐλαύνειν 435μή πως συγκύρσειαν ὁδῷ ἔνι μώνυχες ἵπποι, δίφρους τʼ ἀνστρέψειαν ἐϋπλεκέας, κατὰ δʼ αὐτοὶ ἐν κονίῃσι πέσοιεν ἐπειγόμενοι περὶ νίκης. τὸν καὶ νεικείων προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ οὔ τις σεῖο βροτῶν ὀλοώτερος ἄλλος· 440ἔρρʼ, ἐπεὶ οὔ σʼ ἔτυμόν γε φάμεν πεπνῦσθαι Ἀχαιοί. ἀλλʼ οὐ μὰν οὐδʼ ὧς ἄτερ ὅρκου οἴσῃ ἄεθλον.

But Antilochus turned aside his single-hooved horses, and drave on outside the track, and followed after him, a little at one side. And the son of Atreus was seized with fear, and shouted to Antilochus: Antilochus, thou art driving recklessly; nay, rein in thy horses! Here is the way straitened, but presently it will be wider for passing; lest haply thou work harm to us both by fouling my car. So spake he, but Antilochus drave on even the more hotly, and plied the goad, as he were one that heard not. And far is the range of a discus swung from the shoulder, which a young man hurleth, making trial of his strength, even so far ran they on; but the mares of the son of Atreus gave back, for of his own will he forbare to urge them, lest haply the single-hooved horses should clash together in the track, and overturn the well-plaited cars, and themselves be hurled in the dust in their eager haste for victory. Then fair-haired Menelaus chid Antilochus, and said: Antilochus, than thou is none other of mortals more malicious. Go, and perdition take thee, since falsely did we Achaeans deem thee wise. Howbeit even so shalt thou not bear off the prize without an oath.

442ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε· μή μοι ἐρύκεσθον μὴ δʼ ἕστατον ἀχνυμένω κῆρ. φθήσονται τούτοισι πόδες καὶ γοῦνα καμόντα 445ἢ ὑμῖν· ἄμφω γὰρ ἀτέμβονται νεότητος. ὣς ἔφαθʼ, οἳ δὲ ἄνακτος ὑποδείσαντες ὁμοκλὴν μᾶλλον ἐπιδραμέτην, τάχα δέ σφισιν ἄγχι γένοντο. Ἀργεῖοι δʼ ἐν ἀγῶνι καθήμενοι εἰσορόωντο ἵππους· τοὶ δὲ πέτοντο κονίοντες πεδίοιο. 450πρῶτος δʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἐφράσαθʼ ἵππους· ἧστο γὰρ ἐκτὸς ἀγῶνος ὑπέρτατος ἐν περιωπῇ· τοῖο δʼ ἄνευθεν ἐόντος ὁμοκλητῆρος ἀκούσας ἔγνω, φράσσατο δʼ ἵππον ἀριπρεπέα προὔχοντα, ὃς τὸ μὲν ἄλλο τόσον φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ 455λευκὸν σῆμα τέτυκτο περίτροχον ἠΰτε μήνη. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες οἶος ἐγὼν ἵππους αὐγάζομαι ἦε καὶ ὑμεῖς;

So said he, and called to his horses, saying: Hold not back, I bid you, neither stand ye still with grief at heart. Their feet and knees will grow weary before yours, for they both are lacking in youth. So spake be, and they, seized with fear at the rebuke of their master, ran swiftlier on, and quickly came close anigh the others. But the Argives sitting in the place of gathering were gazing at the horses, that flew amid the dust over the plain. And the first to mark them was Idomeneus, leader of the Cretans, for he sat without the gathering, the highest of all, in a place of outlook, and when he heard the voice of him that shouted, albeit afar off, he knew it; and he was ware of a horse, shewing clear to view in front, one that was a bay all the rest of him, but on his forehead was a white spot round like the moon. And he stood up, and spake among the Argives saying: My friends, leaders and rulers of the Argives, is it I alone that discern the horses, or do ye as well?

459ἄλλοι μοι δοκέουσι παροίτεροι ἔμμεναι ἵπποι, 460ἄλλος δʼ ἡνίοχος ἰνδάλλεται· αἳ δέ που αὐτοῦ ἔβλαβεν ἐν πεδίῳ, αἳ κεῖσέ γε φέρτεραι ἦσαν· ἤτοι γὰρ τὰς πρῶτα ἴδον περὶ τέρμα βαλούσας, νῦν δʼ οὔ πῃ δύναμαι ἰδέειν· πάντῃ δέ μοι ὄσσε Τρωϊκὸν ἂμ πεδίον παπταίνετον εἰσορόωντι· 465ἦε τὸν ἡνίοχον φύγον ἡνία, οὐδὲ δυνάσθη εὖ σχεθέειν περὶ τέρμα καὶ οὐκ ἐτύχησεν ἑλίξας· ἔνθά μιν ἐκπεσέειν ὀΐω σύν θʼ ἅρματα ἆξαι, αἳ δʼ ἐξηρώησαν, ἐπεὶ μένος ἔλλαβε θυμόν. ἀλλὰ ἴδεσθε καὶ ὔμμες ἀνασταδόν· οὐ γὰρ ἔγωγε 470εὖ διαγιγνώσκω· δοκέει δέ μοι ἔμμεναι ἀνὴρ Αἰτωλὸς γενεήν, μετὰ δʼ Ἀργείοισιν ἀνάσσει Τυδέος ἱπποδάμου υἱὸς κρατερὸς Διομήδης. τὸν δʼ αἰσχρῶς ἐνένιπεν Ὀϊλῆος ταχὺς Αἴας· Ἰδομενεῦ τί πάρος λαβρεύεαι; αἳ δέ τʼ ἄνευθεν 475ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται. οὔτε νεώτατός ἐσσι μετʼ Ἀργείοισι τοσοῦτον, οὔτέ τοι ὀξύτατον κεφαλῆς ἐκδέρκεται ὄσσε· ἀλλʼ αἰεὶ μύθοις λαβρεύεαι· οὐδέ τί σε χρὴ λαβραγόρην ἔμεναι· πάρα γὰρ καὶ ἀμείνονες ἄλλοι.

Other are they, meseemeth, that be now in front, and other is the charioteer that appeareth; and the mares will have come to harm out yonder on the plain, they that were in front on the outward course. For in truth I marked them sweeping first about the turning-post, but now can I nowhere spy them, though mine eyes glance everywhither over the Trojan plain, as I gaze. Did the reins haply slip from the charioteer, and was he unable to guide the course aright about the post, and did he fail in the turn? Even there, methinks, must he have been hurled to earth, and have wrecked his car, and the mares must have swerved from the course in wild terror of heart. Howbeit stand ye up also, and look; for myself I discern not clearly, but the man seemeth to me to be an Aetolian by race, and is king among the Argives, even the son of horse-taming Tydeus, mighty Diomedes. Then shamefully chid him swift Aias, son of Oïleus: Idomeneus, why art thou a braggart from of old? Nay, still afar off are the high-stepping mares speeding over the wide plain. Neither art thou so far the youngest among the Argives, nor do thine eyes look forth from thy head so far the keenliest yet thou ever pratest loudly. It beseemeth thee not to be loud of speech, for here be others better than thou.

480ἵπποι δʼ αὐταὶ ἔασι παροίτεραι, αἳ τὸ πάρος περ, Εὐμήλου, ἐν δʼ αὐτὸς ἔχων εὔληρα βέβηκε. τὸν δὲ χολωσάμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· Αἶαν νεῖκος ἄριστε κακοφραδὲς ἄλλά τε πάντα δεύεαι Ἀργείων, ὅτι τοι νόος ἐστὶν ἀπηνής. 485δεῦρό νυν ἢ τρίποδος περιδώμεθον ἠὲ λέβητος, ἴστορα δʼ Ἀτρεΐδην Ἀγαμέμνονα θείομεν ἄμφω, ὁππότεραι πρόσθʼ ἵπποι, ἵνα γνώῃς ἀποτίνων. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας χωόμενος χαλεποῖσιν ἀμείψασθαι ἐπέεσσι· 490καί νύ κε δὴ προτέρω ἔτʼ ἔρις γένετʼ ἀμφοτέροισιν, εἰ μὴ Ἀχιλλεὺς αὐτὸς ἀνίστατο καὶ φάτο μῦθον· μηκέτι νῦν χαλεποῖσιν ἀμείβεσθον ἐπέεσσιν Αἶαν Ἰδομενεῦ τε κακοῖς, ἐπεὶ οὐδὲ ἔοικε. καὶ δʼ ἄλλῳ νεμεσᾶτον ὅτις τοιαῦτά γε ῥέζοι. 495ἀλλʼ ὑμεῖς ἐν ἀγῶνι καθήμενοι εἰσοράασθε ἵππους· οἳ δὲ τάχʼ αὐτοὶ ἐπειγόμενοι περὶ νίκης ἐνθάδʼ ἐλεύσονται· τότε δὲ γνώσεσθε ἕκαστος ἵππους Ἀργείων, οἳ δεύτεροι οἵ τε πάροιθεν.

The selfsame mares are in the lead, that led of old, even they of Eumelus, and himself he standeth firmly in the car and holdeth the reins. Then the leader of the Cretans waxed wroth, and spake in answer: Aias, thou master of railing, witless in counsel, in all things else thou fallest behind the other Argives, for thy mind is stubborn. Come now, let us wager a tripod or a cauldron, and as umpire betwixt us twain let us choose Atreus' son Agamemnon, as to which mares are in the lead — that thou mayst learn by paying the price. So spake he, and forthwith uprose in wrath swift Aias, son of Oïleus, to answer him with angry words; and yet furthur would the strife between the twain have gone, had not Achilles himself stood up, and spoken, saying: No longer now, O Aias and Idomeneus, answer ye one another with angry words, with evil words, for that were unseemly. Ye have indignation with another, whoso should act thus. Nay, sit ye down in the place of gathering, and watch ye the horses; full soon in their eager haste for victory will they come hither, and then shall ye know, each man of you, the horses of the Argives, which be behind, and which in the lead.

499ὣς φάτο, Τυδεΐδης δὲ μάλα σχεδὸν ἦλθε διώκων, 500μάστι δʼ αἰὲν ἔλαυνε κατωμαδόν· οἳ δέ οἱ ἵπποι ὑψόσʼ ἀειρέσθην ῥίμφα πρήσσοντε κέλευθον. αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ 505γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, 510κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους 515κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι 520οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ χώρη μεσσηγὺς πολέος πεδίοιο θέοντος· τόσσον δὴ Μενέλαος ἀμύμονος Ἀντιλόχοιο λείπετʼ· ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο, ἀλλά μιν αἶψα κίχανεν· ὀφέλλετο γὰρ μένος ἠῢ 525ἵππου τῆς Ἀγαμεμνονέης καλλίτριχος Αἴθης· εἰ δέ κʼ ἔτι προτέρω γένετο δρόμος ἀμφοτέροισι, τώ κέν μιν παρέλασσʼ οὐδʼ ἀμφήριστον ἔθηκεν. αὐτὰρ Μηριόνης θεράπων ἐῢς Ἰδομενῆος λείπετʼ ἀγακλῆος Μενελάου δουρὸς ἐρωήν· 530βάρδιστοι μὲν γάρ οἱ ἔσαν καλλίτριχες ἵπποι, ἤκιστος δʼ ἦν αὐτὸς ἐλαυνέμεν ἅρμʼ ἐν ἀγῶνι. υἱὸς δʼ Ἀδμήτοιο πανύστατος ἤλυθεν ἄλλων ἕλκων ἅρματα καλὰ ἐλαύνων πρόσσοθεν ἵππους.

So spake he, and Tydeus' son came hard anigh as he drave, and with his lash dealt many a stroke down from the shoulder; and his horses leapt on high as they swiftly sped on their way. And ever did flakes of dust smite the charioteer, and his chariot overlaid with gold and tin ran on behind the swift-footed horses, and small trace there was of the wheel tires behind in the light dust, as the twain flew speeding on. Then he drew up in the midst of the place of gathering, and in streams the sweat flowed from the necks and chests of the horses to the ground. And Diomedes himself leapt to the ground from his gleaming car, and leaned the goad against the yoke. Neither did mighty Sthenelus anywise tarry, but speedily took the prize, and gave to his comrades, high of heart, the woman and the eared tripod to bear away; and himself loosed the horses from beneath the yoke. And next after him Antilochus of the stock of Neleus drave his horses, for that by guile, and nowise by speed, had he outstripped Menelaus; howbeit even so Menelaus guided his swift horses close behind. Far as a horse is from the wheel, a horse that draweth his master over the plain, and straineth at the car—the tire thereof do the hindmost hairs of his tail touch, for it runneth close behind, and but scant space is there between, as he courseth over the wide plain—even by so much was Menelaus behind peerless Antilochus, though at the first he was behind far as a man hurleth the discus; howbeit quickly was he overtaking Antilochus, for the goodly mettle of the mare of Agamemnon, fair-maned Aethe, waxed ever higher. And if the course had been yet longer for the twain, then had he passed him by, neither left the issue in doubt. But Meriones, valiant squire of Idomeneus, was a spear-cast behind glorious Menelaus, for slowest of all were his fair-maned horses, and himself least skilled to drive a chariot in the race. And the son of Admetus came in last, behind all the rest, dragging his fair chariot and driving his horses before him.

People and places in this passage

English translation by Augustus Taber Murray (1924). Original text: David B. Monro and Thomas W. Allen (eds.), Homeri Opera, Oxford Classical Texts, 3rd ed., vols. 1-2, Oxford: Clarendon Press, 1908-1920 (Greek text as digitised by Perseus); English: Augustus Taber Murray, Homer, The Iliad, Loeb Classical Library, London: Heinemann; New York: Putnam, 1924-1925.

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.