Apollodorus · The Library (Bibliotheca), with the Epitome Βιβλιοθήκη

Apollodorus, The Library (Bibliotheca), with the Epitome 3.12.1–7: Dardanus, Priam and the royal house of Troy

Electra's son Dardanus founds the line of the Trojan kings through Erichthonius and Tros, to Ganymede, Anchises and Ilus. Ilus founds Ilium on the spot where the cow lies down and receives the Palladium, and Laomedon and Priam follow him, with Tithonus and Memnon among Laomedon's line. The section lists Priam's children, including Hecuba's dream before Paris's birth, Cassandra's gift, and Paris and Oenone, and ends with the sons of Aeacus, Peleus and Telamon, the murder of Phocus and the birth of Ajax and Teucer.

Sections 3.12.1–7 · 1594 words · click a number to copy its link

Ἠλέκτρας δὲ τῆς Ἄτλαντος καὶ Διὸς Ἰασίων καὶ Δάρδανος ἐγένοντο. Ἰασίων μὲν οὖν ἐρασθεὶς Δήμητρος καὶ θέλων καταισχῦναι τὴν θεὸν κεραυνοῦται, Δάρδανος δὲ ἐπὶ τῷ θανάτῳ τοῦ ἀδελφοῦ λυπούμενος, Σαμοθρᾴκην ἀπολιπὼν εἰς τὴν ἀντίπερα ἤπειρον ἦλθε. ταύτης δὲ ἐβασίλευε Τεῦκρος ποταμοῦ Σκαμάνδρου καὶ νύμφης Ἰδαίας· ἀφʼ οὗ καὶ οἱ τὴν χώραν νεμόμενοι Τεῦκροι προσηγορεύοντο. ὑποδεχθεὶς δὲ ὑπὸ τοῦ βασιλέως, καὶ λαβὼν μέρος τῆς γῆς καὶ τὴν ἐκείνου θυγατέρα Βάτειαν, Δάρδανον ἔκτισε πόλιν· τελευτήσαντος δὲ Τεύκρου τὴν χώραν ἅπασαν Δαρδανίαν ἐκάλεσε.

Electra, daughter of Atlas, had two sons, Iasion and Dardanus, by Zeus. Now Iasion loved Demeter, and in an attempt to defile the goddess he was killed by a thunderbolt. Grieved at his brother's death, Dardanus left Samothrace and came to the opposite mainland. That country was ruled by a king, Teucer, son of the river Scamander and of a nymph Idaea, and the inhabitants of the country were called Teucrians after Teucer. Being welcomed by the king, and having received a share of the land and the king's daughter Batia, he built a city Dardanus, and when Teucer died he called the whole country Dardania.

γενομένων δὲ αὐτῷ παίδων Ἴλου καὶ Ἐριχθονίου, Ἶλος μὲν ἄπαις ἀπέθανεν, Ἐριχθόνιος δὲ διαδεξάμενος τὴν βασιλείαν, γήμας Ἀστυόχην τὴν Σιμόεντος, τεκνοῖ Τρῶα. οὗτος παραλαβὼν τὴν βασιλείαν τὴν μὲν χώραν ἀφʼ ἑαυτοῦ Τροίαν ἐκάλεσε, καὶ γήμας Καλλιρρόην τὴν Σκαμάνδρου γεννᾷ θυγατέρα μὲν Κλεοπάτραν, παῖδας δὲ Ἶλον καὶ Ἀσσάρακον καὶ Γανυμήδην. τοῦτον μὲν οὖν διὰ κάλλος ἀναρπάσας Ζεὺς διʼ ἀετοῦ θεῶν οἰνοχόον ἐν οὐρανῷ κατέστησεν· Ἀσσαράκου δὲ καὶ Ἱερομνήμης τῆς Σιμόεντος Κάπυς, τοῦ δὲ καὶ Θεμίστης τῆς Ἴλου Ἀγχίσης, ᾧ διʼ ἐρωτικὴν ἐπιθυμίαν Ἀφροδίτη συνελθοῦσα Αἰνείαν ἐγέννησε καὶ Λύρον, ὃς ἄπαις ἀπέθανεν.

And he had sons born to him, Ilus and Erichthonius, of whom Ilus died childless, and Erichthonius succeeded to the kingdom and marrying Astyoche, daughter of Simoeis, begat Tros. On succeeding to the kingdom, Tros called the country Troy after himself, and marrying Callirrhoe, daughter of Scamander, he begat a daughter Cleopatra, and sons, Ilus, Assaracus, and Ganymede. This Ganymede, for the sake of his beauty, Zeus caught up on an eagle and appointed him cupbearer of the gods in heaven; and Assaracus had by his wife Hieromneme, daughter of Simoeis, a son Capys; and Capys had by his wife Themiste, daughter of Ilus, a son Anchises, whom Aphrodite met in love's dalliance, and to whom she bore Aeneas and Lyrus, who died childless.

Ἶλος δὲ εἰς Φρυγίαν ἀφικόμενος καὶ καταλαβὼν ὑπὸ τοῦ βασιλέως αὐτόθι τεθειμένον ἀγῶνα νικᾷ πάλην· καὶ λαβὼν ἆθλον πεντήκοντα κόρους καὶ κόρας τὰς ἴσας, δόντος αὐτῷ τοῦ βασιλέως κατὰ χρησμὸν καὶ βοῦν ποικίλην, καὶ φράσαντος ἐν ᾧπερ ἂν αὐτὴ κλιθῇ τόπῳ πόλιν κτίζειν, εἵπετο τῇ βοΐ. ἡ δὲ ἀφικομένη ἐπὶ τὸν λεγόμενον τῆς Φρυγίας Ἄτης λόφον κλίνεται· ἔνθα πόλιν κτίσας Ἶλος ταύτην μὲν Ἴλιον ἐκάλεσε, τῷ δὲ Διὶ σημεῖον εὐξάμενος αὐτῷ τι φανῆναι, μεθʼ ἡμέραν τὸ διιπετὲς παλλάδιον πρὸ τῆς σκηνῆς κείμενον ἐθεάσατο. ἦν δὲ τῷ μεγέθει τρίπηχυ, τοῖς δὲ ποσὶ συμβεβηκός, καὶ τῇ μὲν δεξιᾷ δόρυ διηρμένον ἔχον τῇ δὲ ἑτέρᾳ ἠλακάτην καὶ ἄτρακτον.

ἱστορία δὲ ἡ περὶ τοῦ παλλαδίου τοιάδε φέρεται· φασὶ γεννηθεῖσαν τὴν Ἀθηνᾶν παρὰ Τρίτωνι τρέφεσθαι, ᾧ θυγάτηρ ἦν Παλλάς· ἀμφοτέρας δὲ ἀσκούσας τὰ κατὰ πόλεμον εἰς φιλονεικίαν ποτὲ προελθεῖν. μελλούσης δὲ πλήττειν τῆς Παλλάδος τὸν Δία φοβηθέντα τὴν αἰγίδα προτεῖναι, τὴν δὲ εὐλαβηθεῖσαν ἀναβλέψαι, καὶ οὕτως ὑπὸ τῆς Ἀθηνᾶς τρωθεῖσαν πεσεῖν. Ἀθηνᾶν δὲ περίλυπον ἐπʼ αὐτῇ γενομένην, ξόανον ἐκείνης ὅμοιον κατασκευάσαι, καὶ περιθεῖναι τοῖς στέρνοις ἣν ἔδεισεν αἰγίδα, καὶ τιμᾶν ἱδρυσαμένην παρὰ τῷ Διί. ὕστερον δὲ Ἠλέκτρας κατὰ τὴν φθορὰν τούτῳ προσφυγούσης, Δία ῥῖψαι τὸ παλλάδιον εἰς τὴν Ἰλιάδα χώραν, Ἶλον δὲ τούτῳ ναὸν κατασκευάσαντα τιμᾶν. καὶ περὶ μὲν τοῦ παλλαδίου ταῦτα λέγεται.

Ἶλος δὲ γήμας Εὐρυδίκην τὴν Ἀδράστου Λαομέδοντα ἐγέννησεν, ὃς γαμεῖ Στρυμὼ τὴν Σκαμάνδρου, κατὰ δέ τινας Πλακίαν τὴν Ὀτρέως, κατʼ ἐνίους δὲ Λευκίππην, καὶ τεκνοῖ παῖδας μὲν Τιθωνὸν Λάμπον Κλυτίον Ἱκετάονα Ποδάρκην, θυγατέρας δὲ Ἡσιόνην καὶ Κίλλαν καὶ Ἀστυόχην, ἐκ δὲ νύμφης Καλύβης Βουκολίωνα.

But Ilus went to Phrygia, and finding games held there by the king, he was victorious in wrestling. As a prize he received fifty youths and as many maidens, and the king, in obedience to an oracle, gave him also a dappled cow and bade him found a city wherever the animal should lie down; so he followed the cow. And when she was come to what was called the hill of the Phrygian Ate, she lay down; there Ilus built a city and called it Ilium. And having prayed to Zeus that a sign might be shown to him, he beheld by day the Palladium, fallen from heaven, lying before his tent. It was three cubits in height, its feet joined together; in its right hand it held a spear aloft, and in the other hand a distaff and spindle. The story told about the Palladium is as follows: They say that when Athena was born she was brought up by Triton, who had a daughter Pallas; and that both girls practised the arts of war, but that once on a time they fell out; and when Pallas was about to strike a blow, Zeus in fear interposed the aegis, and Pallas, being startled, looked up, and so fell wounded by Athena. And being exceedingly grieved for her, Athena made a wooden image in her likeness, and wrapped the aegis, which she had feared, about the breast of it, and set it up beside Zeus and honored it. But afterwards Electra, at the time of her violation, took refuge at the image, and Zeus threw the Palladium along with Ate into the Ilian country; and Ilus built a temple for it, and honored it. Such is the legend of the Palladium. And Ilus married Eurydice, daughter of Adrastus, and begat Laomedon, who married Strymo, daughter of Scamander; but according to some his wife was Placia, daughter of Otreus, and according to others she was Leucippe; and he begat five sons, Tithonus, Lampus, Clytius, Hicetaon, Podarces, and three daughters, Hesione, Cilla, and Astyoche; and by a nymph Calybe he had a son Bucolion.

Τιθωνὸν μὲν οὖν Ἠὼς ἁρπάσασα διʼ ἔρωτα εἰς Αἰθιοπίαν κομίζει, κἀκεῖ συνελθοῦσα γεννᾷ παῖδας Ἠμαθίωνα καὶ Μέμνονα.

Now the Dawn snatched away Tithonus for love and brought him to Ethiopia, and there consorting with him she bore two sons, Emathion and Memnon.

μετὰ δὲ τὸ αἱρεθῆναι Ἴλιον ὑπὸ Ἡρακλέους, ὡς μικρὸν πρόσθεν ἡμῖν λέλεκται, ἐβασίλευσε Ποδάρκης ὁ κληθεὶς Πρίαμος· καὶ γαμεῖ πρώτην Ἀρίσβην τὴν Μέροπος, ἐξ ἧς αὐτῷ παῖς Αἴσακος γίνεται, ὃς ἔγημεν Ἀστερόπην τὴν Κεβρῆνος θυγατέρα, ἣν πενθῶν ἀποθανοῦσαν ἀπωρνεώθη. Πρίαμος δὲ Ἀρίσβην ἐκδοὺς Ὑρτάκῳ δευτέραν ἔγημεν Ἑκάβην τὴν Δύμαντος, ἢ ὥς τινές φασι Κισσέως, ἢ ὡς ἕτεροι λέγουσι Σαγγαρίου ποταμοῦ καὶ Μετώπης. γεννᾶται δὲ αὐτῇ πρῶτος μὲν Ἕκτωρ· δευτέρου δὲ γεννᾶσθαι μέλλοντος βρέφους ἔδοξεν Ἑκάβη καθʼ ὕπνους δαλὸν τεκεῖν διάπυρον, τοῦτον δὲ πᾶσαν ἐπινέμεσθαι τὴν πόλιν καὶ καίειν. μαθὼν δὲ Πρίαμος παρʼ Ἑκάβης τὸν ὄνειρον, Αἴσακον τὸν υἱὸν μετεπέμψατο· ἦν γὰρ ὀνειροκρίτης παρὰ τοῦ μητροπάτορος Μέροπος διδαχθείς. οὗτος εἰπὼν τῆς πατρίδος γενέσθαι τὸν παῖδα ἀπώλειαν, ἐκθεῖναι τὸ βρέφος ἐκέλευε. Πρίαμος δέ, ὡς ἐγεννήθη τὸ βρέφος, δίδωσιν ἐκθεῖναι οἰκέτῃ κομίσαντι εἰς Ἴδην· ὁ δὲ οἰκέτης Ἀγέλαος ὠνομάζετο. τὸ δὲ ἐκτεθὲν ὑπὸ τούτου βρέφος πένθʼ ἡμέρας ὑπὸ ἄρκτου ἐτράφη. ὁ δὲ σωζόμενον εὑρὼν ἀναιρεῖται, καὶ κομίσας ἐπὶ τῶν χωρίων ὡς ἴδιον παῖδα ἔτρεφεν, ὀνομάσας Πάριν. γενόμενος δὲ νεανίσκος καὶ πολλῶν διαφέρων κάλλει τε καὶ ῥώμῃ αὖθις Ἀλέξανδρος προσωνομάσθη, λῃστὰς ἀμυνόμενος καὶ τοῖς ποιμνίοις ἀλεξήσας . καὶ μετʼ οὐ πολὺ τοὺς γονέας ἀνεῦρε.

μετὰ τοῦτον ἐγέννησεν Ἑκάβη θυγατέρας μὲν Κρέουσαν Λαοδίκην Πολυξένην Κασάνδραν, ᾗ συνελθεῖν βουλόμενος Ἀπόλλων τὴν μαντικὴν ὑπέσχετο διδάξειν. ἡ δὲ μαθοῦσα οὐ συνῆλθεν· ὅθεν Ἀπόλλων ἀφείλετο τῆς μαντικῆς αὐτῆς τὸ πείθειν. αὖθις δὲ παῖδας ἐγέννησε Δηίφοβον Ἕλενον Πάμμονα Πολίτην Ἄντιφον Ἱππόνοον Πολύδωρον Τρωίλον· τοῦτον ἐξ Ἀπόλλωνος λέγεται γεγεννηκέναι.

ἐκ δὲ ἄλλων γυναικῶν Πριάμῳ παῖδες γίνονται Μελάνιππος Γοργυθίων Φιλαίμων Ἱππόθοος Γλαῦκος, Ἀγάθων Χερσιδάμας Εὐαγόρας Ἱπποδάμας Μήστωρ, Ἄτας Δόρυκλος Λυκάων Δρύοψ Βίας, Χρομίος Ἀστύγονος Τελέστας Εὔανδρος Κεβριόνης, Μύλιος Ἀρχέμαχος Λαοδόκος Ἐχέφρων Ἰδομενεύς, Ὑπερίων Ἀσκάνιος Δημοκόων Ἄρητος Δηιοπίτης, Κλονίος Ἐχέμμων Ὑπείροχος Αἰγεωνεὺς Λυσίθοος Πολυμέδων, θυγατέρες δὲ Μέδουσα Μηδεσικάστη Λυσιμάχη Ἀριστοδήμη.

But after that Ilium was captured by Hercules, as we have related a little before, Podarces, who was called Priam, came to the throne, and he married first Arisbe, daughter of Merops, by whom he had a son Aesacus, who married Asterope, daughter of Cebren, and when she died he mourned for her and was turned into a bird. But Priam handed over Arisbe to Hyrtacus and married a second wife Hecuba, daughter of Dymas, or, as some say, of Cisseus, or, as others say, of the river Sangarius and Metope. The first son born to her was Hector; and when a second babe was about to be born Hecuba dreamed she had brought forth a firebrand, and that the fire spread over the whole city and burned it. When Priam learned of the dream from Hecuba, he sent for his son Aesacus, for he was an interpreter of dreams, having been taught by his mother's father Merops. He declared that the child was begotten to be the ruin of his country and advised that the babe should be exposed. When the babe was born Priam gave it to a servant to take and expose on Ida; now the servant was named Agelaus. Exposed by him, the infant was nursed for five days by a bear; and, when he found it safe, he took it up, carried it away, brought it up as his own son on his farm, and named him Paris. When he grew to be a young man, Paris excelled many in beauty and strength, and was afterwards surnamed Alexander, because he repelled robbers and defended the flocks. And not long afterwards he discovered his parents. After him Hecuba gave birth to daughters, Creusa, Laodice, Polyxena, and Cassandra. Wishing to gain Cassandra's favours, Apollo promised to teach her the art of prophecy; she learned the art but refused her favours; hence Apollo deprived her prophecy of power to persuade. Afterwards Hecuba bore sons, Deiphobus, Helenus, Pammon, Polites, Antiphus, Hipponous, Polydorus, and Troilus: this last she is said to have had by Apollo. By other women Priam had sons, to wit, Melanippus, Gorgythion, Philaemon, Hippothous, Glaucus, Agathon, Chersidamas, Evagoras, Hippodamas, Mestor, Atas, Doryclus, Lycaon, Dryops, Bias, Chromius, Astygonus, Telestas, Evander, Cebriones, Mylius, Archemachus, Laodocus, Echephron, Idomeneus, Hyperion, Ascanius, Democoon, Aretus, Deiopites, Clonius, Echemmon, Hypirochus, Aegeoneus, Lysithous, Polymedon; and daughters, to wit, Medusa, Medesicaste, Lysimache, and Aristodeme.

Ἕκτωρ μὲν οὖν Ἀνδρομάχην τὴν Ἠετίωνος γαμεῖ, Ἀλέξανδρος δὲ Οἰνώνην τὴν Κεβρῆνος τοῦ ποταμοῦ θυγατέρα. αὕτη παρὰ Ῥέας τὴν μαντικὴν μαθοῦσα προέλεγεν Ἀλεξάνδρῳ μὴ πλεῖν ἐπὶ Ἑλένην. μὴ πείθουσα δὲ εἶπεν, ἐὰν τρωθῇ, παραγενέσθαι πρὸς αὐτήν· μόνην γὰρ θεραπεῦσαι δύνασθαι. τὸν δὲ Ἑλένην ἐκ Σπάρτης ἁρπάσαι, πολεμουμένης δὲ Τροίας τοξευθέντα ὑπὸ Φιλοκτήτου τόξοις Ἡρακλείοις πρὸς Οἰνώνην ἐπανελθεῖν εἰς Ἴδην. ἡ δὲ μνησικακοῦσα θεραπεύσειν οὐκ ἔφη. Ἀλέξανδρος μὲν οὖν εἰς Τροίαν κομιζόμενος ἐτελεύτα, Οἰνώνη δὲ μετανοήσασα τὰ πρὸς θεραπείαν φάρμακα ἔφερε, καὶ καταλαβοῦσα αὐτὸν νεκρὸν ἑαυτὴν ἀνήρτησεν.

ὁ δὲ Ἀσωπὸς ποταμὸς Ὠκεανοῦ καὶ Τηθύος, ὡς δὲ Ἀκουσίλαος λέγει, Πηροῦς καὶ Ποσειδῶνος, ὡς δέ τινες, Διὸς καὶ Εὐρυνόμης. τούτῳ Μετώπη γημαμένη (Λάδωνος δὲ τοῦ ποταμοῦ θυγάτηρ αὕτη) δύο μὲν παῖδας ἐγέννησεν, Ἰσμηνὸν καὶ Πελάγοντα, εἴκοσι δὲ θυγατέρας, ὧν μὲν μίαν Αἴγιναν ἥρπασε Ζεύς. ταύτην Ἀσωπὸς ζητῶν ἧκεν εἰς Κόρινθον, καὶ μανθάνει παρὰ Σισύφου τὸν ἡρπακότα εἶναι Δία. Ζεὺς δὲ Ἀσωπὸν μὲν κεραυνώσας διώκοντα πάλιν ἐπὶ τὰ οἰκεῖα ἀπέπεμψε ῥεῖθρα (διὰ τοῦτο μέχρι καὶ νῦν ἐκ τῶν τούτου ῥείθρων ἄνθρακες φέρονται), Αἴγιναν δὲ κομίσας εἰς τὴν τότε Οἰνώνην λεγομένην νῆσον, νῦν δὲ Αἴγιναν ἀπʼ ἐκείνης κληθεῖσαν, μίγνυται, καὶ τεκνοῖ παῖδα ἐξ αὐτῆς Αἰακόν. τούτῳ Ζεὺς ὄντι μόνῳ ἐν τῇ νήσῳ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε. γαμεῖ δὲ Αἰακὸς Ἐνδηίδα τὴν Σκείρωνος, ἐξ ἧς αὐτῷ παῖδες ἐγένοντο Πηλεύς τε καὶ Τελαμών. Φερεκύδης δέ φησι Τελαμῶνα φίλον, οὐκ ἀδελφὸν Πηλέως εἶναι, ἀλλʼ Ἀκταίου παῖδα καὶ Γλαύκης τῆς Κυχρέως. μίγνυται δὲ αὖθις Αἰακὸς Ψαμάθῃ τῇ Νηρέως εἰς φώκην ἠλλαγμένῃ διὰ τὸ μὴ βούλεσθαι συνελθεῖν, καὶ τεκνοῖ παῖδα Φῶκον.

ἦν δὲ εὐσεβέστατος πάντων Αἰακός. διὸ καὶ τὴν Ἑλλάδα κατεχούσης ἀφορίας διὰ Πέλοπα, ὅτι Στυμφάλῳ τῷ βασιλεῖ τῶν Ἀρκάδων πολεμῶν καὶ τὴν Ἀρκαδίαν ἑλεῖν μὴ δυνάμενος, προσποιησάμενος φιλίαν ἔκτεινεν αὐτὸν καὶ διέσπειρε μελίσας, χρησμοὶ θεῶν ἔλεγον ἀπαλλαγήσεσθαι τῶν ἐνεστώτων κακῶν τὴν Ἑλλάδα, ἐὰν Αἰακὸς ὑπὲρ αὐτῆς εὐχὰς ποιήσηται ποιησαμένου δὲ εὐχὰς Αἰακοῦ τῆς ἀκαρπίας ἡ Ἑλλὰς ἀπαλλάττεται. τιμᾶται δὲ καὶ παρὰ Πλούτωνι τελευτήσας Αἰακός, καὶ τὰς κλεῖς τοῦ Ἅιδου φυλάττει.

διαφέροντος δὲ ἐν τοῖς ἀγῶσι Φώκου, τοὺς ἀδελφοὺς Πηλέα καὶ Τελαμῶνα ἐπιβουλεῦσαι· καὶ λαχὼν κλήρῳ Τελαμὼν συγγυμναζόμενον αὐτὸν βαλὼν δίσκῳ κατὰ τῆς κεφαλῆς κτείνει, καὶ κομίσας μετὰ Πηλέως κρύπτει κατά τινος ὕλης. φωραθέντος δὲ τοῦ φόνου φυγάδες ἀπὸ Αἰγίνης ὑπὸ Αἰακοῦ ἐλαύνονται.

Now Hector married Andromache, daughter of Eetion, and Alexander married Oenone, daughter of the river Cebren. She had learned from Rhea the art of prophecy, and warned Alexander not to sail to fetch Helen; but failing to persuade him, she told him to come to her if he were wounded, for she alone could heal him. When he had carried off Helen from Sparta and Troy was besieged, he was shot by Philoctetes with the bow of Hercules, and went back to Oenone on Ida. But she, nursing her grievance, refused to heal him. So Alexander was carried to Troy and died. But Oenone repented her, and brought the healing drugs; and finding him dead she hanged herself. The Asopus river was a son of Ocean and Tethys, or, as Acusilaus says, of Pero and Poseidon, or, according to some, of Zeus and Eurynome. Him Metope, herself a daughter of the river Ladon, married and bore two sons, Ismenus and Pelagon, and twenty daughters, of whom one, Aegina, was carried off by Zeus. In search of her Asopus came to Corinth, and learned from Sisyphus that the ravisher was Zeus. Asopus pursued him, but Zeus, by hurling thunderbolts, sent him away back to his own streams; hence coals are fetched to this day from the streams of that river. And having conveyed Aegina to the island then named Oenone, but now called Aegina after her, Zeus cohabited with her and begot a son Aeacus on her. As Aeacus was alone in the island, Zeus made the ants into men for him. And Aeacus married Endeis, daughter of Sciron, by whom he had two sons, Peleus and Telamon. But Pherecydes says that Telamon was a friend, not a brother of Peleus, he being a son of Actaeus and Glauce, daughter of Cychreus. Afterwards Aeacus cohabited with Psamathe, daughter of Nereus, who turned herself into a seal to avoid his embraces, and he begot a son Phocus. Now Aeacus was the most pious of men. Therefore, when Greece suffered from infertility on account of Pelops, because in a war with Stymphalus, king of the Arcadians, being unable to conquer Arcadia, he slew the king under a pretence of friendship, and scattered his mangled limbs, oracles of the gods declared that Greece would be rid of its present calamities if Aeacus would offer prayers on its behalf. So Aeacus did offer prayers, and Greece was delivered from the dearth. Even after his death Aeacus is honored in the abode of Pluto, and keeps the keys of Hades. As Phocus excelled in athletic sports, his brothers Peleus and Telamon plotted against him, and the lot falling on Telamon, he killed his brother in a match by throwing a quoit at his head, and with the help of Peleus carried the body and hid it in a wood. But the murder being detected, the two were driven fugitives from Aegina by Aeacus.

καὶ Τελαμὼν μὲν εἰς Σαλαμῖνα παραγίνεται πρὸς Κυχρέα τὸν Ποσειδῶνος καὶ Σαλαμῖνος τῆς Ἀσωποῦ. κτείνας δὲ ὄφιν οὗτος ἀδικοῦντα τὴν νῆσον αὐτῆς ἐβασίλευε, καὶ τελευτῶν ἄπαις τὴν βασιλείαν παραδίδωσι Τελαμῶνι. ὁ δὲ γαμεῖ Περίβοιαν τὴν Ἀλκάθου τοῦ Πέλοπος· καὶ ποιησαμένου εὐχὰς Ἡρακλέους ἵνα αὐτῷ παῖς ἄρρην γένηται, φανέντος δὲ μετὰ τὰς εὐχὰς αἰετοῦ, τὸν γεννηθέντα ἐκάλεσεν Αἴαντα. καὶ στρατευσάμενος ἐπὶ Τροίαν σὺν Ἡρακλεῖ λαμβάνει γέρας Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, ἐξ ἧς αὐτῷ γίνεται Τεῦκρος.

And Telamon betook himself to Salamis, to the court of Cychreus, son of Poseidon and Salamis, daughter of Asopus. This Cychreus became king of Salamis through killing a snake which ravaged the island, and dying childless he bequeathed the kingdom to Telamon. And Telamon married Periboea, daughter of Alcathus, son of Pelops, and called his son Ajax, because when Hercules had prayed that he might have a male child, an eagle appeared after the prayer. And having gone with Hercules on his expedition against Troy, he received as a prize Hesione, daughter of Laomedon, by whom he had a son Teucer.

People and places in this passage

English translation by Sir James George Frazer (1921). Original text: Sir James George Frazer (ed.), Apollodorus, The Library, 2 vols., Loeb Classical Library, Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1921 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.