Ἄτλαντος δὲ καὶ τῆς Ὠκεανοῦ Πληιόνης ἐγένοντο θυγατέρες ἑπτὰ ἐν Κυλλήνῃ τῆς Ἀρκαδίας, αἱ Πληιάδες προσαγορευθεῖσαι, Ἀλκυόνη Μερόπη Κελαινὼ Ἠλέκτρα Στερόπη Ταϋγέτη Μαῖα. τούτων Στερόπην μὲν Οἰνόμαος ἔγημε, Σίσυφος δὲ Μερόπην. δυσὶ δὲ ἐμίχθη Ποσειδῶν, πρώτῃ μὲν Κελαινοῖ, ἐξ ἧς Λύκος ἔγεντο, ὃν Ποσειδῶν ἐν μακάρων ᾤκισε νήσοις, δευτέρᾳ δὲ Ἀλκυόνῃ, ἣ θυγατέρα μὲν ἐτέκνωσεν Αἴθουσαν τὴν Ἀπόλλωνι Ἐλευθῆρα τεκοῦσαν, υἱοὺς δὲ Ὑριέα καὶ Ὑπερήνορα. Ὑριέως μὲν οὖν καὶ Κλονίης νύμφης Νυκτεὺς καὶ Λύκος, Νυκτέως δὲ καὶ Πολυξοῦς Ἀντιόπη, Ἀντιόπης δὲ καὶ Διὸς Ζῆθος καὶ Ἀμφίων. ταῖς δὲ λοιπαῖς Ἀτλαντίσι Ζεὺς συνουσιάζει.
Atlas and Pleione, daughter of Ocean, had seven daughters called the Pleiades, born to them at Cyllene in Arcadia, to wit: Alcyone, Merope, Celaeno, Electra, Sterope, Taygete, and Maia. Of these, Sterope was married to Oenomaus, and Merope to Sisyphus. And Poseidon had intercourse with two of them, first with Celaeno, by whom he had Lycus, whom Poseidon made to dwell in the Islands of the Blest, and second with Alcyone, who bore a daughter, Aethusa, the mother of Eleuther by Apollo, and two sons Hyrieus and Hyperenor. Hyrieus had Nycteus and Lycus by a nymph Clonia; and Nycteus had Antiope by Polyxo; and Antiope had Zethus and Amphion by Zeus. And Zeus consorted with the other daughters of Atlas.
Μαῖα μὲν οὖν ἡ πρεσβυτάτη Διὶ συνελθοῦσα ἐν ἄντρῳ τῆς Κυλλήνης Ἑρμῆν τίκτει. οὗτος ἐν σπαργάνοις ἐπὶ τοῦ λίκνου κείμενος, ἐκδὺς εἰς Πιερίαν παραγίνεται, καὶ κλέπτει βόας ἃς ἔνεμεν Ἀπόλλων. ἵνα δὲ μὴ φωραθείη ὑπὸ τῶν ἰχνῶν, ὑποδήματα τοῖς ποσὶ περιέθηκε, καὶ κομίσας εἰς Πύλον τὰς μὲν λοιπὰς εἰς σπήλαιον ἀπέκρυψε, δύο δὲ καταθύσας τὰς μὲν βύρσας πέτραις καθήλωσε, τῶν δὲ κρεῶν τὰ μὲν κατηνάλωσεν ἑψήσας τὰ δὲ κατέκαυσε· καὶ ταχέως εἰς Κυλλήνην ᾤχετο. καὶ εὑρίσκει πρὸ τοῦ ἄντρου νεμομένην χελώνην. ταύτην ἐκκαθάρας, εἰς τὸ κύτος χορδὰς ἐντείνας ἐξ ὧν ἔθυσε βοῶν καὶ ἐργασάμενος λύραν εὗρε καὶ πλῆκτρον. Ἀπόλλων δὲ τὰς βόας ζητῶν εἰς Πύλον ἀφικνεῖται, καὶ τοὺς κατοικοῦντας ἀνέκρινεν. οἱ δὲ ἰδεῖν μὲν παῖδα ἐλαύνοντα ἔφασκον, οὐκ ἔχειν δὲ εἰπεῖν ποῖ ποτε ἠλάθησαν διὰ τὸ μὴ εὑρεῖν ἴχνος δύνασθαι. μαθὼν δὲ ἐκ τῆς μαντικῆς τὸν κεκλοφότα πρὸς Μαῖαν εἰς Κυλλήνην παραγίνεται, καὶ τὸν Ἑρμῆν ᾐτιᾶτο. ἡ δὲ ἐπέδειξεν αὐτὸν ἐν τοῖς σπαργάνοις. Ἀπόλλων δὲ αὐτὸν πρὸς Δία κομίσας τὰς βόας ἀπῄτει. Διὸς δὲ κελεύοντος ἀποδοῦναι ἠρνεῖτο. μὴ πείθων δὲ ἄγει τὸν Ἀπόλλωνα εἰς Πύλον καὶ τὰς βόας ἀποδίδωσιν. ἀκούσας δὲ τῆς λύρας ὁ Ἀπόλλων ἀντιδίδωσι τὰς βόας. Ἑρμῆς δὲ ταύτας νέμων σύριγγα πάλιν πηξάμενος ἐσύριζεν. Ἀπόλλων δὲ καὶ ταύτην βουλόμενος λαβεῖν, τὴν χρυσῆν ῥάβδον ἐδίδου ἣν ἐκέκτητο βουκολῶν. ὁ δὲ καὶ ταύτην λαβεῖν ἀντὶ τῆς σύριγγος ἤθελε καὶ τὴν μαντικὴν ἐπελθεῖν· καὶ δοὺς διδάσκεται τὴν διὰ τῶν ψήφων μαντικήν. Ζεὺς δὲ αὐτὸν κήρυκα ἑαυτοῦ καὶ θεῶν ὑποχθονίων τίθησι.
Maia, the eldest, as the fruit of her intercourse with Zeus, gave birth to Hermes in a cave of Cyllene. He was laid in swaddling-bands on the winnowing fan, but he slipped out and made his way to Pieria and stole the kine which Apollo was herding. And lest he should be detected by the tracks, he put shoes on their feet and brought them to Pylus, and hid the rest in a cave; but two he sacrificed and nailed the skins to rocks, while of the flesh he boiled and ate some, and some he burned. And quickly he departed to Cyllene. And before the cave he found a tortoise browsing. He cleaned it out, strung the shell with chords made from the kine he had sacrificed, and having thus produced a lyre he invented also a plectrum. But Apollo came to Pylus in search of the kine, and he questioned the inhabitants. They said that they had seen a boy driving cattle, but could not say whither they had been driven, because they could find no track. Having discovered the thief by divination, Apollo came to Maia at Cyllene and accused Hermes. But she showed him the child in his swaddling-bands. So Apollo brought him to Zeus, and claimed the kine; and when Zeus bade him restore them, Hermes denied that he had them, but not being believed he led Apollo to Pylus and restored the kine. Howbeit, when Apollo heard the lyre, he gave the kine in exchange for it. And while Hermes pastured them, he again made himself a shepherd's pipe and piped on it. And wishing to get the pipe also, Apollo offered to give him the golden wand which he owned while he herded cattle. But Hermes wished both to get the wand for the pipe and to acquire the art of divination. So he gave the pipe and learned the art of divining by pebbles. And Zeus appointed him herald to himself and to the infernal gods.
Ταϋγέτη δὲ ἐκ Διὸς ἐγέννησε Λακεδαίμονα, ἀφʼ οὗ καὶ Λακεδαίμων ἡ χώρα καλεῖται. Λακεδαίμονος δὲ καὶ Σπάρτης τῆς Εὐρώτα, ὃς ἦν ἀπὸ Λέλεγος αὐτόχθονος καὶ νύμφης νηίδος Κλεοχαρείας, Ἀμύκλας καὶ Εὐρυδίκη, ἣν ἔγημεν Ἀκρίσιος. Ἀμύκλα δὲ καὶ Διομήδης τῆς Λαπίθου Κυνόρτης καὶ Ὑάκινθος. τοῦτον εἶναι τοῦ Ἀπόλλωνος ἐρώμενον λέγουσιν, ὃν δίσκῳ βαλὼν ἄκων ἀπέκτεινε. Κυνόρτου δὲ Περιήρης, ὃς γαμεῖ Γοργοφόνην τὴν Περσέως, καθάπερ Στησίχορός φησι, καὶ τίκτει Τυνδάρεων Ἰκάριον Ἀφαρέα Λεύκιππον. Ἀφαρέως μὲν οὖν καὶ Ἀρήνης τῆς Οἰβάλου Λυγκεύς τε καὶ Ἴδας καὶ Πεῖσος· κατὰ πολλοὺς δὲ Ἴδας ἐκ Ποσειδῶνος λέγεται. Λυγκεὺς δὲ ὀξυδερκίᾳ διήνεγκεν, ὡς καὶ τὰ ὑπὸ γῆν θεωρεῖν. Λευκίππου δὲ θυγατέρες ἐγένοντο Ἱλάειρα καὶ Φοίβη· ταύτας ἁρπάσαντες ἔγημαν Διόσκουροι. πρὸς δὲ ταύταις Ἀρσινόην ἐγέννησε. ταύτῃ μίγνυται Ἀπόλλων, ἡ δὲ Ἀσκληπιὸν γεννᾷ. τινὲς δὲ Ἀσκληπιὸν οὐκ ἐξ Ἀρσινόης τῆς Λευκίππου λέγουσιν, ἀλλʼ ἐκ Κορωνίδος τῆς Φλεγύου ἐν Θεσσαλίᾳ. καί φασιν ἐρασθῆναι ταύτης Ἀπόλλωνα καὶ εὐθέως συνελθεῖν· τὴν δὲ παρὰ τὴν τοῦ πατρὸς γνώμην Ἴσχυϊ τῷ Καινέως ἀδελφῷ συνοικεῖν. Ἀπόλλων δὲ τὸν μὲν ἀπαγγείλαντα κόρακα καταρᾶται, ὃν τέως λευκὸν ὄντα ἐποίησε μέλανα, αὐτὴν δὲ ἀπέκτεινε. καιομένης δὲ αὐτῆς ἁρπάσας τὸ βρέφος ἐκ τῆς πυρᾶς πρὸς Χείρωνα τὸν Κένταυρον ἤνεγκε, παρʼ ᾧ καὶ τὴν ἰατρικὴν καὶ τὴν κυνηγετικὴν τρεφόμενος ἐδιδάχθη. καὶ γενόμενος χειρουργικὸς καὶ τὴν τέχνην ἀσκήσας ἐπὶ πολὺ οὐ μόνον ἐκώλυέ τινας ἀποθνήσκειν, ἀλλʼ ἀνήγειρε καὶ τοὺς ἀποθανόντας· παρὰ γὰρ Ἀθηνᾶς λαβὼν τὸ ἐκ τῶν φλεβῶν τῆς Γοργόνος ῥυὲν αἷμα, τῷ μὲν ἐκ τῶν ἀριστερῶν ῥυέντι πρὸς φθορὰν ἀνθρώπων ἐχρῆτο, τῷ δὲ ἐκ τῶν δεξιῶν πρὸς σωτηρίαν, καὶ διὰ τούτου τοὺς τεθνηκότας ἀνήγειρεν. ι.
Taygete had by Zeus a son Lacedaemon, after whom the country of Lacedaemon is called. Lacedaemon and Sparta, daughter of Eurotas ( who was a son of Lelex, a son of the soil, by a Naiad nymph Cleocharia), had a son Amyclas and a daughter Eurydice, whom Acrisius married. Amyclas and Diomede, daughter of Lapithus, had sons, Cynortes and Hyacinth. They say that this Hyacinth was beloved of Apollo and killed by him involuntarily with the cast of a quoit. Cynortes had a son Perieres, who married Gorgophone, daughter of Perseus, as Stesichorus says, and she bore Tyndareus, Icarius, Aphareus, and Leucippus. Aphareus and Arene, daughter of Oebalus, had sons Lynceus and Idas and Pisus; but according to many, Idas is said to have been gotten by Poseidon. Lynceus excelled in sharpness of sight, so that he could even see things underground. Leucippus had daughters, Hilaira and Phoebe: these the Dioscuri carried off and married. Besides them Leucippus begat Arsinoe: with her Apollo had intercourse, and she bore Aesculapius. But some affirm that Aesculapius was not a son of Arsinoe, daughter of Leucippus, but that he was a son of Coronis, daughter of Phlegyas in Thessaly. And they say that Apollo loved her and at once consorted with her, but that she, against her father's judgment, preferred and cohabited with Ischys, brother of Caeneus. Apollo cursed the raven that brought the tidings and made him black instead of white, as he had been before; but he killed Coronis. As she was burning, he snatched the babe from the pyre and brought it to Chiron, the centaur, by whom he was brought up and taught the arts of healing and hunting. And having become a surgeon, and carried the art to a great pitch, he not only prevented some from dying, but even raised up the dead; for he had received from Athena the blood that flowed from the veins of the Gorgon, and while he used the blood that flowed from the veins on the left side for the bane of mankind, he used the blood that flowed from the right side for salvation, and by that means he raised the dead. I found some who are reported to have been raised by him, to wit, Capaneus and Lycurgus, as Stesichorus says in the Eriphyle; Hippolytus, as the author of the Naupactica reports; Tyndareus, as Panyasis says; Hymenaeus, as the Orphics report; and Glaucus, son of Minos, as Melesagoras relates.
Ζεὺς δὲ φοβηθεὶς μὴ λαβόντες ἄνθρωποι θεραπείαν παρʼ αὐτοῦ βοηθῶσιν ἀλλήλοις, ἐκεραύνωσεν αὐτόν. καὶ διὰ τοῦτο ὀργισθεὶς Ἀπόλλων κτείνει Κύκλωπας τοὺς τὸν κεραυνὸν Διὶ κατασκευάσαντας. Ζεὺς δὲ ἐμέλλησε ῥίπτειν αὐτὸν εἰς Τάρταρον, δεηθείσης δὲ Λητοῦς ἐκέλευσεν αὐτὸν ἐνιαυτὸν ἀνδρὶ θητεῦσαι. ὁ δὲ παραγενόμενος εἰς Φερὰς πρὸς Ἄδμητον τὸν Φέρητος τούτῳ λατρεύων ἐποίμαινε, καὶ τὰς θηλείας βόας πάσας διδυμοτόκους ἐποίησεν.
εἰσὶ δὲ οἱ λέγοντες Ἀφαρέα μὲν καὶ Λεύκιππον ἐκ Περιήρους γενέσθαι τοῦ Αἰόλου, Κυνόρτου δὲ Περιήρην, τοῦ δὲ Οἴβαλον, Οἰβάλου δὲ καὶ νηίδος νύμφης Βατείας Τυνδάρεων Ἱπποκόωντα Ἰκάριον.
But Zeus, fearing that men might acquire the healing art from him and so come to the rescue of each other, smote him with a thunderbolt. Angry on that account, Apollo slew the Cyclopes who had fashioned the thunderbolt for Zeus. But Zeus would have hurled him to Tartarus; however, at the intercession of Latona he ordered him to serve as a thrall to a man for a year. So he went to Admetus, son of Pheres, at Pherae, and served him as a herdsman, and caused all the cows to drop twins. But some say that Aphareus and Leucippus were sons of Perieres, the son of Aeolus, and that Cynortes begat Perieres, and that Perieres begat Oebalus, and that Oebalus begat Tyndareus, Hippocoon, and Icarius by a Naiad nymph Batia.
Ἱπποκόωντος μὲν οὖν ἐγένοντο παῖδες Δορυκλεὺς Σκαῖος Ἐναροφόρος Εὐτείχης Βουκόλος Λύκαιθος Τέβρος Ἱππόθοος Εὔρυτος Ἱπποκορυστὴς Ἀλκίνους Ἄλκων. τούτους Ἱπποκόων ἔχων παῖδας Ἰκάριον καὶ Τυνδάρεων ἐξέβαλε Λακεδαίμονος. οἱ δὲ φεύγουσι πρὸς Θέστιον, καὶ συμμαχοῦσιν αὐτῷ πρὸς τοὺς ὁμόρους πόλεμον ἔχοντι· καὶ γαμεῖ Τυνδάρεως Θεστίου θυγατέρα Λήδαν. αὖθις δέ, ὅτε Ἡρακλῆς Ἱπποκόωντα καὶ τοὺς τούτου παῖδας ἀπέκτεινε, κατέρχονται, καὶ παραλαμβάνει Τυνδάρεως τὴν βασιλείαν.
Now Hippocoon had sons, to wit: Dorycleus, Scaeus, Enarophorus, Eutiches, Bucolus, Lycaethus, Tebrus, Hippothous, Eurytus, Hippocorystes, Alcinus, and Alcon. With the help of these sons Hippocoon expelled Icarius and Tyndareus from Lacedaemon. They fled to Thestius and allied themselves with him in the war which he waged with his neighbors; and Tyndareus married Leda, daughter of Thestius. But afterwards, when Hercules slew Hippocoon and his sons, they returned, and Tyndareus succeeded to the kingdom.
Ἰκαρίου μὲν οὖν καὶ Περιβοίας νύμφης νηίδος Θόας Δαμάσιππος Ἰμεύσιμος Ἀλήτης Περίλεως, καὶ θυγάτηρ Πηνελόπη, ἣν ἔγημεν Ὀδυσσεύς· Τυνδάρεω δὲ καὶ Λήδας Τιμάνδρα, ἣν Ἔχεμος ἔγημε, καὶ Κλυταιμνήστρα, ἣν ἔγημεν Ἀγαμέμνων, ἔτι τε Φυλονόη, ἣν Ἄρτεμις ἀθάνατον ἐποίησε.
Icarius and Periboea, a Naiad nymph, had five sons, Thoas, Damasippus, Imeusimus, Aletes, Perileos, and a daughter Penelope, whom Ulysses married. Tyndareus and Leda had daughters, to wit, Timandra, whom Echemus married, and Clytaemnestra, whom Agamemnon married; also another daughter Phylonoe, whom Artemis made immortal.
Διὸς δὲ Λήδᾳ συνελθόντος ὁμοιωθέντος κύκνῳ, καὶ κατὰ τὴν αὐτὴν νύκτα Τυνδάρεω, Διὸς μὲν ἐγεννήθη Πολυδεύκης καὶ Ἑλένη, Τυνδάρεω δὲ Κάστωρ καὶ Κλυταιμνήστρα. λέγουσι δὲ ἔνιοι Νεμέσεως Ἑλένην εἶναι καὶ Διός. ταύτην γὰρ τὴν Διὸς φεύγουσαν συνουσίαν εἰς χῆνα τὴν μορφὴν μεταβαλεῖν, ὁμοιωθέντα δὲ καὶ Δία κύκνῳ συνελθεῖν· τὴν δὲ ᾠὸν ἐκ τῆς συνουσίας ἀποτεκεῖν, τοῦτο δὲ ἐν τοῖς ἄλσεσιν εὑρόντα τινὰ ποιμένα Λήδᾳ κομίσαντα δοῦναι, τὴν δὲ καταθεμένην εἰς λάρνακα φυλάσσειν, καὶ χρόνῳ καθήκοντι γεννηθεῖσαν Ἑλένην ὡς ἐξ αὑτῆς θυγατέρα τρέφειν. γενομένην δὲ αὐτὴν κάλλει διαπρεπῆ Θησεὺς ἁρπάσας εἰς Ἀφίδνας ἐκόμισε. Πολυδεύκης δὲ καὶ Κάστωρ ἐπιστρατεύσαντες, ἐν Ἅιδου Θησέως ὄντος, αἱροῦσι τὴν πόλιν καὶ τὴν Ἑλένην λαμβάνουσι, καὶ τὴν Θησέως μητέρα Αἴθραν ἄγουσιν αἰχμάλωτον.
But Zeus in the form of a swan consorted with Leda, and on the same night Tyndareus cohabited with her; and she bore Pollux and Helen to Zeus, and Castor and Clytaemnestra to Tyndareus. But some say that Helen was a daughter of Nemesis and Zeus; for that she, flying from the arms of Zeus, changed herself into a goose, but Zeus in his turn took the likeness of a swan and so enjoyed her; and as the fruit of their loves she laid an egg, and a certain shepherd found it in the groves and brought and gave it to Leda; and she put it in a chest and kept it; and when Helen was hatched in due time, Leda brought her up as her own daughter. And when she grew into a lovely woman, Theseus carried her off and brought her to Aphidnae. But when Theseus was in Hades, Pollux and Castor marched against Aphidnae, took the city, got possession of Helen, and led Aethra, the mother of Theseus, away captive.
παρεγένοντο δὲ εἰς Σπάρτην ἐπὶ τὸν Ἑλένης γάμον οἱ βασιλεύοντες Ἑλλάδος. ἦσαν δὲ οἱ μνηστευόμενοι οἵδε· Ὀδυσσεὺς Λαέρτου, Διομήδης Τυδέως, Ἀντίλοχος Νέστορος, Ἀγαπήνωρ Ἀγκαίου, Σθένελος Καπανέως, Ἀμφίμαχος Κτεάτου, Θάλπιος Εὐρύτου, Μέγης Φυλέως, Ἀμφίλοχος Ἀμφιαράου, Μενεσθεὺς Πετεώ, Σχεδίος καὶ Ἐπίστροφος Ἰφίτου, Πολύξενος Ἀγασθένους, Πηνέλεως Ἱππαλκίμου, Λήιτος Ἀλέκτορος, Αἴας Ὀιλέως, Ἀσκάλαφος καὶ Ἰάλμενος Ἄρεος, Ἐλεφήνωρ Χαλκώδοντος, Εὔμηλος Ἀδμήτου, Πολυποίτης Πειρίθου, Λεοντεὺς Κορώνου, Ποδαλείριος καὶ Μαχάων Ἀσκληπιοῦ, Φιλοκτήτης Ποίαντος, Εὐρύπυλος Εὐαίμονος, Πρωτεσίλαος Ιφίκλου, Μενέλαος Ἀτρέως, Αἴας καὶ Τεῦκρος Τελαμῶνος, Πάτροκλος Μενοιτίου.
Now the kings of Greece repaired to Sparta to win the hand of Helen. The wooers were these:— Ulysses, son of Laertes; Diomedes, son of Tydeus; Antilochus, son of Nestor; Agapenor, son of Ancaeus; Sthenelus, son of Capaneus; Amphimachus, son of Cteatus; Thalpius, son of Eurytus; Meges, son of Phyleus; Amphilochus, son of Amphiaraus; Menestheus, son of Peteos; Schedius and Epistrophus, sons of Iphitus; Polyxenus, son of Agasthenes; Peneleos, son of Hippalcimus; Leitus, son of Alector; Ajax, son of Oileus; Ascalaphus and Ialmenus, sons of Ares; Elephenor, son of Chalcodon; Eumelus, son of Admetus; Polypoetes, son of Perithous; Leonteus, son of Coronus; Podalirius and Machaon, sons of Aesculapius; Philoctetes, son of Poeas; Eurypylus, son of Evaemon; Protesilaus, son of Iphiclus; Menelaus, son of Atreus; Ajax and Teucer, sons of Telamon; Patroclus, son of Menoetius.
τούτων ὁρῶν τὸ πλῆθος Τυνδάρεως ἐδεδοίκει μὴ προκριθέντος ἑνὸς στασιάσωσιν οἱ λοιποί. ὑποσχομένου δὲ Ὀδυσσέως, ἐὰν συλλάβηται πρὸς τὸν Πηνελόπης αὐτῷ γάμον, ὑποθήσεσθαι τρόπον τινὰ διʼ οὗ μηδεμία γενήσεται στάσις, ὡς ὑπέσχετο αὐτῷ συλλήψεσθαι ὁ Τυνδάρεως, πάντας εἶπεν ἐξορκίσαι τοὺς μνηστῆρας βοηθήσειν, ἐὰν ὁ προκριθεὶς νυμφίος ὑπὸ ἄλλου τινὸς ἀδικῆται περὶ τὸν γάμον. ἀκούσας δὲ τοῦτο Τυνδάρεως τοὺς μνηστῆρας ἐξορκίζει, καὶ Μενέλαον μὲν αὐτὸς αἱρεῖται νυμφίον, Ὀδυσσεῖ δὲ παρὰ Ἰκαρίου μνηστεύεται Πηνελόπην.
Seeing the multitude of them, Tyndareus feared that the preference of one might set the others quarrelling; but Ulysses promised that, if he would help him to win the hand of Penelope, he would suggest a way by which there would be no quarrel. And when Tyndareus promised to help him, Ulysses told him to exact an oath from all the suitors that they would defend the favoured bridegroom against any wrong that might be done him in respect of his marriage. On hearing that, Tyndareus put the suitors on their oath, and while he chose Menelaus to be the bridegroom of Helen, he solicited Icarius to bestow Penelope on Ulysses.