Homer · The Homeric Hymns Ὁμηρικοὶ ὕμνοι

Homer, The Homeric Hymns 4.445–580: Hymn 4 to Hermes (5): the lyre and the reconciliation

Apollo, enchanted by the lyre, promises Hermes renown and gifts; Hermes gives him the lyre, and Apollo gives him a whip and the care of the herds, and the two swear friendship. Apollo tells him of three winged sisters who live under Parnassus and teach divination, and Zeus confirms Hermes as lord of the birds of omen, the beasts and flocks, and the only messenger to Hades.

Lines 4.445–580 · 1389 words · click a number to copy its link
445οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ. τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων, τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν, εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι. 450καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν· ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν, οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται. 455θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας, ἷζε, πέπον, καὶ μῦθον ἐπαίνει πρεσβυτέροισι· νῦν γάρ τοι κλέος ἔσται ἐν ἀθανάτοισι θεοῖσι σοί τʼ αὐτῷ καὶ μητρί· τὸ δʼ ἀτρεκέως ἀγορεύσω· 460ναὶ μὰ τόδε κρανέινον ἀκόντιον, ἦ μὲν ἐγώ σε κυδρὸν ἐν ἀθανάτοισι καὶ ὄλβιον ἡγεμόνʼ εἵσω δώσω τʼ ἀγλαὰ δῶρα καὶ ἐς τέλος οὐκ ἀπατήσω. τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισιν· εἰρωτᾷς μʼ, Ἑκάεργε, περιφραδές· αὐτὰρ ἐγώ σοι 465τέχνης ἡμετέρης ἐπιβήμεναι οὔ τι μεγαίρω. σήμερον εἰδήσεις· ἐθέλω δέ τοι ἤπιος εἶναι βουλῇ καὶ μύθοισι. σὺ δὲ φρεσὶ πάντʼ εὖ οἶδας· πρῶτος γάρ, Διὸς υἱέ, μετʼ ἀθανάτοισι θαάσσεις, ἠύς τε κρατερός τε· φιλεῖ δέ σε μητίετα Ζεὺς 470ἐκ πάσης ὁσίης, ἔπορεν δέ τοι ἀγλαὰ δῶρα. καὶ τιμάς σέ γέ φασι δαήμεναι ἐκ Διὸς ὀμφῆς μαντείας θʼ Ἑκάεργε, Διὸς παρά, θέσφατα πάντα τῶν νῦν αὐτὸς ἐγώ σε μαλʼ ἀφνειὸν δεδάηκα· σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. 475ἀλλʼ ἐπεὶ οὖν τοι θυμὸς ἐπιθύει κιθαρίζειν, μέλπεο καὶ κιθάριζε καὶ ἀγλαίας ἀλέγυνε δέγμενος ἐξ ἐμέθεν· σὺ δέ μοι, φίλε, κῦδος ὄπαζε. εὐμόλπει μετὰ χερσὶν ἔχων λιγύφωνον ἑταίρην, καλὰ καὶ εὖ κατὰ κόσμον ἐπιστάμενος ἀγορεύειν. 480εὔκηλος μὲν ἔπειτα φέρειν ἐς δαῖτα θάλειαν καὶ χορὸν ἱμερόεντα καὶ ἐς φιλοκυδέα κῶμον εὐφροσύνην νυκτός τε καὶ ἤματος. ὅς τις ἂν αὐτὴν τέχνῃ καὶ σοφίῃ δεδαημένος ἐξερεείνῃ, φθεγγομένη παντοῖα νόῳ χαρίεντα διδάσκει

What skill is this? What song for desperate cares? What way of song? For verily here are three things to hand all at once from which to choose, —mirth, and love, and sweet sleep. And though I am a follower of the Olympian Muses who love dances and the bright path of song —the full-toned chant and ravishing thrill of flutes —yet I never cared for any of those feats of skill at young men's revels, as I do now for this: I am filled with wonder, O son of Zeus, at your sweet playing. But now, since you, though little, have such glorious skill, sit down, dear boy, and respect the words of your elders For now you shall have renown among the deathless gods, you and your mother also. This I will declare to you exactly: by this shaft of cornel wood I will surely make you a leader renowned among the deathless gods, and fortunate, and will give you glorious gifts and will not deceive you from first to last.” Then Hermes answered him with artful words: “You question me carefully, O Far-worker; yet I am not jealous that you should enter upon my art: this day you shall know it. For I seek to be friendly with you both in thought and word. Now you well know all things in your heart, since you sit foremost among the deathless gods, O son of Zeus, and are goodly and strong. And wise Zeus loves you as all right is, and has given you splendid gifts. And they say that from the utterance of Zeus you have learned both the honors due to the gods, O Far-worker, and oracles from Zeus, even all his ordinances. Of all these I myself have already learned that you have great wealth. Now, you are free to learn whatever you please; but since, as it seems, your heart is so strongly set on playing the lyre, chant, and play upon it, and give yourself to merriment, taking this as a gift from me, and do you, my friend, bestow glory on me. Sing well with this clear-voiced companion in your hands; for you are skilled in good, well-ordered utterance. From now on bring it confidently to the rich feast and lovely dance and glorious revel, a joy by night and by day. Whoso with wit and wisdom enquires of it cunningly, him it teaches through its sound all manner of things that delight the mind, being easily played with gentle familiarities, for it abhors toilsome drudgery; but whoso in ignorance enquires of it violently, to him it chatters mere vanity and foolishness.

485ῥεῖα συνηθείῃσιν ἀθυρομένη μαλακῇσιν, ἐργασίην φεύγουσα δυήπαθον· ὃς δέ κεν αὐτὴν νῆις ἐὼν τὸ πρῶτον ἐπιζαφελῶς ἐρεείνῃ, μὰψ αὔτως κεν ἔπειτα μετήορά τε θρυλλίζοι. σοὶ δʼ αὐτάγρετόν ἐστι δαήμεναι, ὅττι μενοινᾷς. 490καί τοι ἐγὼ δώσω ταύτην, Διὸς ἀγλαὲ κοῦρε· ἡμεῖς δʼ αὖτʼ ὄρεός τε καὶ ἱπποβότου πεδίοιο βουσὶ νομούς, Ἑκάεργε, νομεύσομεν ἀγραύλοισιν. ἔνθεν ἅλις τέξουσι βόες ταύροισι μιγεῖσαι μίγδην θηλείας τε καὶ ἄρσενας· οὐδέ τί σε χρὴ 495κερδαλέον περ ἐόντα περιζαμενῶς κεχολῶσθαι. ὣς εἰπὼν ὤρεξʼ· ὃ δʼ ἐδέξατο Φοῖβος Ἀπόλλων, Ἐρμῇ δʼ ἐγγυάλιξεν ἑκὼν μάστιγα φαεινήν, βουκολίας τʼ ἐπέτελλεν· ἔδεκτο δὲ Μαιάδος υἱὸς γηθήσας· κίθαριν δὲ λαβὼν ἐπʼ ἀριστερὰ χειρὸς 500Λητοῦς ἀγλαὸς υἱός, ἄναξ ἑκάεργος Ἀπόλλων, πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπένερθε σμερδαλέον κονάβησε· θεὸς δʼ ὑπὸ καλὸν ἄεισεν. ἔνθα βόας μὲν ἔπειτα ποτὶ ζάθεον λειμῶνα ἐτραπέτην· αὐτοὶ δέ, Διὸς περικαλλέα τέκνα, 505ἄψορροι πρὸς Ὄλυμπον ἀγάννιφον ἐρρώσαντο τερπόμενοι φόρμιγγι· χάρη δʼ ἄρα μητιέτα Ζεύς, ἄμφω δʼ ἐς φιλότητα συνήγαγε· καὶ τὰ μὲν Ἑρμῆς Λητοΐδην ἐφίλησε διαμπερὲς ὡς ἔτι καὶ νῦν, σήματʼ ἐπεὶ κίθαριν μὲν Ἑκηβόλῳ ἐγγυάλιξεν

But you are able to learn whatever you please. So then, I will give you this lyre, glorious son of Zeus, while I for my part will graze down with wild-roving cattle the pastures on hill and horse-feeding plain: so shall the cows covered by the bulls calve abundantly both males and females. And now there is no need for you, bargainer though you are, to be furiously angry.” When Hermes had said this, he held out the lyre: and Phoebus Apollo took it, and readily put his shining whip in Hermes' hand, and ordained him keeper of herds. The son of Maia received it joyfully, while the glorious son of Leto, the lord far-working Apollo, took the lyre upon his left arm and tried each string with the key. Awesomely it sounded at the touch of the god, while he sang sweetly to its note. Afterwards they two, the all-glorious sons of Zeus turned the cows back towards the sacred meadow, but themselves hastened back to snowy Olympus, delighting in the lyre. Then wise Zeus was glad and made them both friends. And Hermes loved the son of Leto continually, even as he does now, when he had given the lyre as token to the Far-shooter, who played it skilfully, holding it upon his arm.

510ἱμερτήν, δεδαώς, ὃ δʼ ἐπωλένιον κιθάριζεν· αὐτὸς δʼ αὖθʼ ἑτέρης σοφίης ἐκμάσσατο τέχνην· συρίγγων ἐνοπὴν ποιήσατο τηλόθʼ ἀκουστήν. καὶ τότε Λητοΐδης Ἑρμῆν πρὸς μῦθον ἔειπε· δείδια, Μαιάδος υἱέ, διάκτορε, ποικιλομῆτα, 515μή μοι ἅμα κλέψῃς κίθαριν καὶ καμπύλα τόξα· τιμὴν γὰρ πὰρ Ζηνὸς ἔχεις ἐπαμοίβια ἔργα θήσειν ἀνθρώποισι κατὰ χθόνα πουλυβότειραν. ἀλλʼ εἴ μοι τλαίης γε θεῶν μέγαν ὅρκον ὀμόσσαι, ἢ κεφαλῇ νεύσας ἢ ἐπὶ Στυγὸς ὄβριμον ὕδωρ, 520πάντʼ ἂν ἐμῷ θυμῷ κεχαρισμένα καὶ φίλα ἔρδοις. καὶ τότε Μαιάδος υἱὸς ὑποσχόμενος κατένευσε, μή ποτʼ ἀποκλέψειν, ὅσʼ Ἑκηβόλος ἐκτεάτισται, μηδέ ποτʼ ἐμπελάσειν πυκινῷ δόμῳ· αὐτὰρ Ἀπόλλων Λητοΐδης κατένευσεν ἐπʼ ἀρθμῷ καὶ φιλότητι, 525μή τινα φίλτερον ἄλλον ἐν ἀθανάτοισιν ἔσεσθαι, μήτε θεὸν μήτʼ ἄνδρα Διὸς γόνον· ἐκ δὲ τέλειον [αἰετὸν ἧκε πατήρ· ὁ δʼ ἐπώμοσεν· ἦ σε μάλʼ οἶον] σύμβολον ἀθανάτων ποιήσομαι ἠδʼ ἅμα πάντων, πιστὸν ἐμῷ θυμῷ καὶ τίμιον· αὐτὰρ ἔπειτα ὄλβου καὶ πλούτου δώσω περικαλλέα ῥάβδον, 530χρυσείην, τριπέτηλον, ἀκήριον ἥ σε φυλάξει πάντας ἐπικραίνουσʼ ἄθλους ἐπέων τε καὶ ἔργων τῶν ἀγαθῶν, ὅσα φημὶ δαήμεναι ἐκ Διὸς ὀμφῆς. μαντείην δέ, φέριστε, διοτρεφές, ἣν ἐρεείνεις, οὔτε σὲ θέσφατόν ἐστι δαήμεναι οὔτε τινʼ ἄλλον 535ἀθανάτων· τὸ γὰρ οἶδε Διὸς νόος· αὐτὰρ ἐγώ γε πιστωθεὶς κατένευσα καὶ ὤμοσα καρτερὸν ὅρκον, μή τινα νόσφιν ἐμεῖο θεῶν αἰειγενετάων ἄλλον γʼ εἴσεσθαι Ζηνὸς πυκινόφρονα βουλήν. καὶ σύ, κασίγνητε χρυσόρραπι, μή με κέλευε 540θέσφατα πιφαύσκειν, ὅσα μήδεται εὐρύοπα Ζεύς. ἀνθρώπων δʼ ἄλλον δηλήσομαι, ἄλλον ὀνήσω, πολλὰ περιτροπέων ἀμεγάρτων φῦλʼ ἀνθρώπων. καὶ μὲν ἐμῆς ὀμφῆς ἀπονήσεται, ὅς τις ἂν ἔλθῃ φωνῇ καὶ πτερύγεσσι τεληέντων οἰωνῶν·

But for himself Hermes found out another cunning art and made himself the pipes whose sound is heard afar. Then the son of Leto said to Hermes: “Son of Maia, guide and cunning one, I fear you may steal from me the lyre and my curved bow together; for you have an office from Zeus, to establish deeds of barter amongst men throughout the fruitful earth. Now if you would only swear me the great oath of the gods, either by nodding your head, or by the potent water of Styx, you would do all that can please and ease my heart.” Then Maia's son nodded his head and promised that he would never steal anything of all the Far-shooter possessed, and would never go near his strong house; but Apollo, son of Leto, swore to be fellow and friend to Hermes, vowing that he would love no other among the immortals, neither god nor man sprung from Zeus, better than Hermes: and the Father sent forth an eagle in confirmation. And Apollo swear also: “Verily I will make you only to be an omen for the immortals and all alike, trusted and honored by my heart. Moreover, I will give you a splendid staff of riches and wealth: it is of gold, with three branches, and will keep you scatheless, accomplishing every task, whether of words or deeds that are good, which I claim to know through the utterance of Zeus. But as for sooth-saying, noble, heaven-born child, of which you ask, it is not lawful for you to learn it, nor for any other of the deathless gods: only the mind of Zeus knows that. I am pledged and have vowed and sworn a strong oath that no other of the eternal gods save I should know the wise-hearted counsel of Zeus. And do not you, my brother, bearer of the golden wand, bid me tell those decrees which all-seeing Zeus intends. As for men, I will harm one and profit another, sorely perplexing the tribes of unenviable men. Whosoever shall come guided by the call and flight of birds of sure omen, that man shall have advantage through my voice, and I will not deceive him.

545οὗτος ἐμῆς ὀμφῆς ἀπονήσεται, οὐδʼ ἀπατήσω. ὃς δέ κε μαψιλόγοισι πιθήσας οἰωνοῖσι μαντείην ἐθέλῃσι παρὲκ νόον ἐξερεείνειν ἡμετέρην, νοέειν δὲ θεῶν πλέον αἰὲν ἐόντων, φήμʼ, ἁλίην ὁδὸν εἶσιν. ἐγὼ δέ κε δῶρα δεχοίμην. 550ἄλλο δέ τοι ἐρέω, Μαίης ἐρικυδέος υἱὲ καὶ Διὸς αἰγιόχοιο, θεῶν ἐριούνιε δαῖμον· σεμναὶ γάρ τινες εἰσί, κασίγνηται γεγαυῖαι, παρθένοι, ὠκείῃσιν ἀγαλλόμεναι πτερύγεσσι, τρεῖς· κατὰ δὲ κρατὸς πεπαλαγμέναι ἄλφιτα λευκά, 555οἰκία ναιετάουσιν ὑπὸ πτυχὶ Παρνησοῖο, μαντείης ἀπάνευθε διδάσκαλοι, ἣν ἐπὶ βουσὶ παῖς ἔτʼ ἐὼν μελέτησα· πατὴρ δʼ ἐμὸς οὐκ ἀλέγιζεν, ἐντεῦθεν δὴ ἔπειτα ποτώμεναι ἄλλοτε ἄλλη κηρία βόσκονται καί τε κραίνουσιν ἕκαστα. 560αἳ δʼ ὅτε μὲν θυΐωσιν ἐδηδυῖαι μέλι χλωρόν, προφρονέως ἐθέλουσιν ἀληθείην ἀγορεύειν· ἢν δʼ ἀπονοσφισθῶσι θεῶν ἡδεῖαν ἐδωδήν, ψεύδονται δὴ ἔπειτα διʼ ἀλλήλων δονέουσαι. τάς τοι ἔπειτα δίδωμι· σὺ δʼ ἀτρεκέως ἐρεείνων 565σὴν αὐτοῦ φρένα τέρπε, καὶ εἰ βροτὸν ἄνδρα δαείῃς, πολλάκι σῆς ὀμφῆς ἐπακούσεται, αἴ κε τύχῃσι. ταῦτʼ ἔχε, Μαιάδος υἱέ, καὶ ἀγραύλους ἕλικας βοῦς ἵππους τʼ ἀμφιπόλευε καὶ ἡμιόνους ταλαεργούς. [ὡς ἔφατʼ· οὐρανόθεν δὲ πατὴρ Ζεὺς αὐτὸς ἔπεσσι θῆκε τέλος· πᾶσιν δʼ ἄρʼ ὅ γʼ οἰωνοῖσι κέλευσεν] καὶ χαροποῖσι λέουσι καὶ ἀργιόδουσι σύεσσι 570καὶ κυσὶ καὶ μήλοισιν, ὅσα τρέφει εὐρεῖα χθών, πᾶσι δʼ ἐπὶ προβάτοισιν ἀνάσσειν κύδιμον Ἑρμῆν, οἶον δʼ εἰς Ἀΐδην τετελεσμένον ἄγγελον εἶναι, ὅς τʼ ἄδοτός περ ἐὼν δώσει γέρας οὐκ ἐλάχιστον. οὕτω Μαιάδος υἱὸν ἄναξ ἐφίλησεν Ἀπόλλων 575παντοίῃ φιλότητι· χάριν δʼ ἐπέθηκε Κρονίων. πᾶσι δʼ ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ὁμιλεῖ. παῦρα μὲν οὖν ὀνίνησι, τὸ δʼ ἄκριτον ἠπεροπεύει νύκτα διʼ ὀρφναίην φῦλα θνητῶν ἀνθρώπων. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Μαιάδος, υἱέ· 580αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.

But whoso shall trust to idly-chattering birds and shall seek to invoke my prophetic art contrary to my will, and to understand more than the eternal gods, I declare that he shall come on an idle journey; yet his gifts I would take. But I will tell you another thing, Son of all-glorious Maia and Zeus who holds the aegis, luck-bringing genius of the gods. There are certain holy ones, sisters born —three virgins gifted with wings: their heads are besprinkled with white meal, and they dwell under a ridge of Parnassus. These are teachers of divination apart from me, the art which I practised while yet a boy following herds, though my father paid no heed to it. From their home they fly now here, now there, feeding on honey-comb and bringing all things to pass. And when they are inspired through eating yellow honey, they are willing to speak truth; but if they be deprived of the gods' sweet food, then they speak falsely, as they swarm in and out together. These, then, I give you; enquire of them strictly and delight your heart: and if you should teach any mortal so to do, often will he hear your response —if he have good fortune. Take these, Son of Maia, and tend the wild roving, horned oxen and horses and patient mules.” So he spake. And from heaven father Zeus himself gave confirmation to his words, and commanded that glorious Hermes should be lord over all birds of omen and grim-eyed lions, and boars with gleaming tusks, and over dogs and all flocks that the wide earth nourishes, and over all sheep; also that he only should be the appointed messenger to Hades, who, though he takes no gift, shall give him no mean prize. Thus the lord Apollo showed his kindness for the Son of Maia by all manner of friendship: and the Son of Cronos gave him grace besides. He consorts with all mortals and immortals: a little he profits, but continually throughout the dark night he cozens the tribes of mortal men. And so, farewell, Son of Zeus and Maia; but I will remember you and another song also.

People and places in this passage

English translation by Hugh G. Evelyn-White (1914). Original text: Hugh G. Evelyn-White (ed.), Hesiod, The Homeric Hymns and Homerica, Loeb Classical Library, London: Heinemann; New York: Macmillan, 1914 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.