Homer · The Homeric Hymns Ὁμηρικοὶ ὕμνοι

Homer, The Homeric Hymns 5.105–214: Hymn 5 to Aphrodite (2): Aphrodite's false story and the revelation

Aphrodite answers that she is no goddess but a mortal girl from Phrygia, the daughter of Otreus, brought to him by Hermes. Anchises takes her to his bed, and when she wakes him he sees her neck and eyes, knows her for a goddess, and is afraid. She reminds him of Ganymedes, taken by Zeus to pour wine for the gods, and of the gifts Zeus gave his father Tros as recompense.

Lines 5.105–214 · 1092 words · click a number to copy its link
105δηρὸν ἐὺ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο, ὄλβιον ἐν λαοῖς, καὶ γήραος οὐδὸν ἱκέσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων, οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτῃσιν ἐίσκεις; 110ἀλλὰ καταθνητή τε, γυνὴ δέ με γείνατο μήτηρ. Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, εἴ που ἀκούεις, ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει. γλῶσσαν δʼ ὑμετέρην τε καὶ ἡμετέρην σάφα οἶδα. Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν· ἣ δὲ διαπρὸ 115σμικρὴν παῖδʼ ἀτίταλλε, φίλης παρὰ μητρὸς ἑλοῦσα. ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα. νῦν δέ μʼ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου, κελαδεινῆς. πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι 120παίζομεν, ἀμφὶ δʼ ὅμιλος ἀπείριτος ἐστεφάνωτο. ἔνθεν μʼ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης· πολλὰ δʼ ἔπʼ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων, πολλὴν δʼ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους· 125οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης· Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι κουριδίην ἄλοχον, σοὶ δʼ ἀγλαὰ τέκνα τεκεῖσθαι. αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν, ἦ τοι ὅ γʼ αὖτις ἀθανάτων μετὰ φῦλʼ ἀπέβη κρατὺς Ἀργειφόντης· 130αὐτὰρ ἐγώ σʼ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν· ἀδμήτην μʼ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος πατρί τε σῷ δεῖξον καὶ μητέρι κέδνʼ εἰδυίῃ 135σοῖς τε κασιγνήτοις, οἵ τοι ὁμόθεν γεγάασιν. οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλʼ εἰκυῖα. πέμψαι δʼ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους εἰπεῖν πατρί τʼ ἐμῷ καὶ μητέρι κηδομένῃ περ· οἳ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντὴν

Thereupon Aphrodite the daughter of Zeus answered him: “Anchises, most glorious of all men born on earth, know that I am no goddess: why do you liken me to the deathless ones? Nay, I am but a mortal, and a woman was the mother that bare me. Otreus of famous name is my father, if so be you have heard of him, and he reigns over all Phrygia rich in fortresses. But I know your speech well beside my own, for a Trojan nurse brought me up at home: she took me from my dear mother and reared me thenceforth when I was a little child. So comes it, then, that I well know your tongue also. And now the Slayer of Argus with the golden wand has caught me up from the dance of huntress Artemis, her with the golden arrows. For there were many of us, nymphs and marriageable maidens, playing together; and an innumerable company encircled us: from these the Slayer of Argus with the golden wand rapt me away. He carried me over many fields of mortal men and over much land untilled and unpossessed, where savage wild-beasts roam through shady coombes, until I thought never again to touch the life-giving earth with my feet. And he said that I should be called the wedded wife of Anchises, and should bear you goodly children. But when he had told and advised me, he, the strong Slayer of Argos, went back to the families of the deathless gods, while I am now come to you: for unbending necessity is upon me. But I beseech you by Zeus and by your noble parents —for no base folk could get such a son as you —take me now, stainless and unproved in love, and show me to your father and careful mother and to your brothers sprung from the same stock. I shall be no ill-liking daughter for them, but a likely. Moreover, send a messenger quickly to the swift-horsed Phrygians, to tell my father and my sorrowing mother; and they will send you gold in plenty and woven stuffs, many splendid gifts; take these as bride-piece.

140πέμψουσιν· σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα. ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα, τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ. Ἀγχίσην δʼ ἔρος εἷλεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· 145εἰ μὲν θνητή τʼ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ, Ὀτρεὺς δʼ ἐστὶ πατὴρ ὀνομακλυτός, ὡς ἀγορεύεις, ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδʼ ἱκάνεις Ἑρμέω, ἐμὴ δʼ ἄλοχος κεκλήσεαι ἤματα πάντα· οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων 150ἐνθάδε με σχήσει, πρὶν σῇ φιλότητι μιγῆναι αὐτίκα νῦν· οὐδʼ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων τόξου ἀπʼ ἀργυρέου προΐῃ βέλεα στονόεντα. βουλοίμην κεν ἔπειτα, γύναι ἐικυῖα θεῇσι, σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄιδος εἴσω. 155ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δʼ Ἀφροδίτη ἕρπε μεταστρεφθεῖσα κατʼ ὄμματα καλὰ βαλοῦσα ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν ἄρκτων δέρματʼ ἔκειτο βαρυφθόγγων τε λεόντων, 160τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν. οἳ δʼ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν, κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν, πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους. λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα 165ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου Ἀγχίσης· ὃ δʼ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς. ἦμος δʼ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων· 170τῆμος ἄρʼ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά. ἑσσαμένη δʼ εὖ πάντα περὶ χροῒ δῖα θεάων ἔστη πὰρ κλισίῃ, κεὐποιήτοιο μελάθρου κῦρε κάρη· κάλλος δὲ παρειάων ἀπέλαμπεν

So do, and then prepare the sweet marriage that is honorable in the eyes of men and deathless gods.” When she had so spoken, the goddess put sweet desire in his heart. And Anchises was seized with love, so that he opened his mouth and said: “If you are a mortal and a woman was the mother who bare you, and Otreus of famous name is your father as you say, and if you are come here by the will of Hermes the immortal Guide, and are to be called my wife always, then neither god nor mortal man shall here restrain me till I have lain with you in love right now; no, not even if far-shooting Apollo himself should launch grievous shafts from his silver bow. Willingly would I go down into the house of Hades, O lady, beautiful as the goddesses, once I had gone up to your bed.” So speaking, he caught her by the hand. And laughter-loving Aphrodite, with face turned away and lovely eyes downcast, crept to the well-spread couch which was already laid with soft coverings for the hero; and upon it lay skins of bears and deep-roaring lions which he himself had slain in the high mountains. And when they had gone up upon the well-fitted bed, first Anchises took off her bright jewelry of pins and twisted brooches and earrings and necklaces, and loosed her girdle and stripped off her bright garments and laid them down upon a silver-studded seat. Then by the will of the gods and destiny he lay with her, a mortal man with an immortal goddess, not clearly knowing what he did. But at the time when the herdsmen drive their oxen and hardy sheep back to the fold from the flowery pastures, even then Aphrodite poured soft sleep upon Anchises, but herself put on her rich raiment. And when the bright goddess had fully clothed herself, she stood by the couch, and her head reached to the well-hewn roof-tree; from her cheeks shone unearthly beauty such as belongs to rich-crowned Cytherea.

175ἄμβροτον, οἷόν τʼ ἐστὶν ἐυστεφάνου Κυθερείης, ἐξ ὕπνου τʼ ἀνέγειρεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὄρσεο, Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις; καὶ φράσαι, εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι, οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας; 180ὣς φάθʼ· ὃ δʼ ἐξ ὕπνοιο μάλʼ ἐμμαπέως ὑπάκουσεν. ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλʼ Ἀφροδίτης, τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ· ἂψ δʼ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· 185αὐτίκα σʼ ὡς τὰ πρῶτα, θεά, ἴδον ὀφθαλμοῖσιν, ἔγνων ὡς θεὸς ἦσθα· σὺ δʼ οὐ νημερτὲς ἔειπες. ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο, μή με ζῶντʼ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς ναίειν, ἀλλʼ ἐλέαιρʼ· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ 190γίγνεται, ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων, θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην· οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε, 195οὐδʼ ἄλλων μακάρων· ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι. σοὶ δʼ ἔσται φίλος υἱός, ὃς ἐν Τρώεσσιν ἀνάξει καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάοντες· τῷ δὲ καὶ Αἰνείας ὄνομʼ ἔσσεται, οὕνεκά μʼ αἰνὸν ἔσχεν ἄχος, ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ· 200ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων αἰεὶ ἀφʼ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε. ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητιέτα Ζεὺς ἥρπασε ὃν διὰ κάλλος, ἵνʼ ἀθανάτοισι μετείη καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι, 205θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι, χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν. Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει, ὅππη οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα· τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα 210καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα, ἵππους ἀρσίποδας, τοί τʼ ἀθανάτους φορέουσι. τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης, ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.

Then she aroused him from sleep and opened her mouth and said:“Up, son of Dardanus! —why sleep you so heavily? —and consider whether I look as I did when first you saw me with your eyes.” So she spake. And he awoke in a moment and obeyed her. But when he saw the neck and lovely eyes of Aphrodite, he was afraid and turned his eyes aside another way, hiding his comely face with his cloak. Then he uttered winged words and entreated her: “So soon as ever I saw you with my eyes, goddess, I knew that you were divine; but you did not tell me truly. Yet by Zeus who holds the aegis I beseech you, leave me not to lead a palsied life among men, but have pity on me; for he who lies with a deathless goddess is no hale man afterwards.” Then Aphrodite the daughter of Zeus answered him: “Anchises, most glorious of mortal men, take courage and be not too fearful in your heart. You need fear no harm from me nor from the other blessed ones, for you are dear to the gods: and you shall have a dear son who shall reign among the Trojans, and children's children after him, springing up continually. His name shall be Aeneas, because I felt awful grief in that I laid me in the bed of a mortal man: yet are those of your race always the most like to gods of all mortal men in beauty and in stature. Verily wise Zeus carried off golden-haired Ganymedes because of his beauty, to be amongst the Deathless Ones and pour drink for the gods in the house of Zeus — a wonder to see—,honored by all the immortals as he draws the red nectar from the golden bowl. But grief that could not be soothed filled the heart of Tros; for he knew not whither the heaven-sent whirlwind had caught up his dear son, so that he mourned him always, unceasingly, until Zeus pitied him and gave him high-stepping horses such as carry the immortals as recompense for his son. These he gave him as a gift. And at the command of Zeus, the Guide, the slayer of Argus, told him all, and how his son would be deathless and unageing, even as the gods.

People and places in this passage

English translation by Hugh G. Evelyn-White (1914). Original text: Hugh G. Evelyn-White (ed.), Hesiod, The Homeric Hymns and Homerica, Loeb Classical Library, London: Heinemann; New York: Macmillan, 1914 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Homeric Hymns 5.105–214: Hymn 5 to Aphrodite (2)