Lucian of Samosata · The Judgement of the Goddesses Θεῶν κρίσις

Lucian of Samosata, The Judgement of the Goddesses 1–8: Zeus sends the apple; the journey to Mount Ida

Zeus gives Hermes a golden apple for the fairest and sends the three goddesses to Paris, the herdsman of Mount Ida, as judge. On the way Aphrodite and Athene each ask Hermes in turn whether Paris is married and whether he cares for glory, and Hera sneers at Aphrodite's visits to Anchises. Hermes points out Paris among his herd and recalls how he once watched over Ganymede on the same hill.

Sections 1–8 · 1234 words · click a number to copy its link

Ζεύς Ἑρμῆ, λαβὼν τουτὶ τὸ μῆλον ἄπιθι εἰς τὴν Φρυγίαν παρὰ τὸν Πριάμου παῖδα τὸν βουκόλον — νέμει δὲ τῆς Ἴδης ἐν τῷ Γαργάρῳ — καὶ λέγε πρὸς αὐτόν, ὅτι σέ, ὦ Πάρι, κελεύει ὁ Ζεύς, ἐπειδὴ καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, δικάσαι ταῖς θεαῖς, ἥτις αὐτῶν ἡ καλλίστη ἐστίν· τοῦ δὲ ἀγῶνος τὸ ἆθλον ἡ νικῶσα λαβέτω τὸ μῆλον. ὥρα δὲ ἤδη καὶ ὑμῖν αὐταῖς ἀπιέναι παρὰ τὸν δικαστήν· ἐγὼ γὰρ ἀπωθοῦμαι τὴν δίαιταν ἐπʼ ἴσης τε ὑμᾶς ἀγαπῶν, καὶ εἴ γε οἷόν τε ἦν, ἡδέως ἂν ἁπάσας νενικηκυίας ἰδών. ἄλλως τε καὶ ἀνάγκη, μιᾷ τὸ καλλιστεῖον ἀποδόντα πάντως ἀπεχθάνεσθαι ταῖς πλείοσιν. διὰ ταῦτα αὐτὸς μὲν οὐκ ἐπιτήδειος ὑμῖν δικαστής, ὁ δὲ νεανίας οὗτος ὁ Φρὺξ ἐφʼ ὃν ἄπιτε βασιλικὸς μέν ἐστι καὶ Γανυμήδους τουτουὶ συγγενής, τὰ ἄλλα δὲ ἀφελὴς καὶ ὄρειος, κοὐκ ἄν τις αὐτὸν ἀπαξιώσειε τοιαύτης θέας.

Ἀφροδίτη ἐγὼ μέν, ὦ Ζεῦ, εἰ καὶ τὸν Μῶμον αὐτὸν ἐπιστήσειας ἡμῖν δικαστήν, θαρροῦσα βαδιοῦμαι πρὸς τὴν ἐπίδειξιν· τί γὰρ ἂν καὶ μωμήσαιτό μου; χρὴ δὲ καὶ ταύταις ἀρέσκειν τὸν ἄνθρωπον.

Ἥρα οὐδʼ ἡμεῖς, ὦ Ἀφροδίτη, δέδιμεν, οὐδʼ ἂν ὁ Ἄρης ὁ σὸς ἐπιτραπῇ τὴν δίαιταν· ἀλλὰ δεχόμεθα καὶ τοῦτον, ὅστις ἂν ᾖ, τὸν Πάριν.

Ζεύς ἦ καὶ σοὶ ταῦτα, ὦ θύγατερ, συνδοκεῖ; τί φής; ἀποστρέφῃ καὶ ἐρυθριᾷς; ἔστι μὲν ἴδιον τὸ αἰδεῖσθαι τὰ τοιαῦτα ὑμῶν τῶν παρθένων· ἐπινεύεις δʼ ὅμως. ἄπιτε οὖν καὶ μὴ χαλεπήνητε τῷ δικαστῇ αἱ νενικημέναι μηδὲ κακὸν ἐντρίψησθε τῷ νεανίσκῳ· οὐ γὰρ οἷόν τε ἐπʼ ἴσης πάσας εἶναι καλάς.

ZEUS Hermes, take this apple, and go with it to Phrygia; on the Gargaran peak of Ida you will find Priam’s son, the herdsman. Give him this message: ‘Paris, because you are handsome, and wise in the things of love, Zeus commands you to judge between the Goddesses, and say which is the most beautiful. And the prize shall be this apple.’—Now, you three, there is no time to be lost: away with you to your judge. I will have nothing to do with the matter: I love you all exactly alike, and I only wish you could all three win. If I were to give the prize to one of you, the other two would hate me, of course. In these circumstances, I am ill qualified to be your judge. But this young Phrygian to whom you are going is of the royal blood—a relation of Ganymede’s,—and at the same time a simple countryman; so that we need have no hesitation in trusting his eyes.

APHRODITE As far as I am concerned, Zeus, Momus himself might be our judge; I should not be afraid to show myself. What fault could he find with me? But the others must agree too.

HERA Oh, we are under no alarm, thank you,—though your admirer Ares should be appointed. But Paris will do; whoever Paris is.

ZEUS And my little Athene; have we her approval? Nay, never blush, nor hide your face. Well, well, maidens will be coy; ‘tis a delicate subject. But there, she nods consent. Now, off with you; and mind, the beaten ones must not be cross with the judge; I will not have the poor lad harmed. The prize of beauty can be but one.

Ἑρμῆς προΐωμεν εὐθὺ τῆς Φρυγίας, ἐγὼ μὲν ἡγούμενος, ὑμεῖς δὲ μὴ βραδέως ἀκολουθεῖτέ μοι καὶ θαρρεῖτε. οἶδα ἐγὼ τὸν Πάριν. νεανίας ἐστὶ καλὸς καὶ τἄλλα ἐρωτικὸς καὶ τὰ τοιαῦτα κρίνειν ἱκανώτατος. οὐκ ἂν ἐκεῖνος δικάσειεν κακῶς.

Ἀφροδίτη τοῦτο μὲν ἅπαν ἀγαθὸν καὶ πρὸς ἐμοῦ λέγεις, τὸ δίκαιον ἡμῖν εἶναι τὸν δικαστήν· πότερα δὲ ἄγαμός ἐστιν οὗτος ἢ καὶ γυνή τις αὐτῷ σύνεστιν;

Ἑρμῆς οὐ παντελῶς ἄγαμος, ὦ Ἀφροδίτη.

Ἀφροδίτη πῶς λέγεις;

Ἑρμῆς δοκεῖ τις αὐτῷ συνοικεῖν Ἰδαία γυνή, ἱκανὴ μέν, ἀγροῖκος δὲ καὶ δεινῶς ὄρειος, ἀλλʼ οὐ σφόδρα προσέχειν αὐτῇ ἔοικε. τίνος δʼ οὖν ἕνεκα ταῦτα ἐρωτᾷς;

Ἀφροδίτη ἄλλως ἠρόμην.

Ἀθήνα παραπρεσβεύεις, ὦ οὗτος, ἰδίᾳ πάλαι ταύτῃ κοινολογούμενος.

Ἑρμῆς οὐδέν, ὦ Ἀθηνᾶ, δεινὸν οὐδὲ καθʼ ὑμῶν, ἀλλʼ ἤρετό με εἰ ἄγαμος ὁ Πάρις ἐστίν.

Ἀθήνα ὡς δὴ τί τοῦτο πολυπραγμονοῦσα;

Ἑρμῆς οὐκ οἶδα· φησὶ δʼ οὖν ὅτι ἄλλως ἐπελθόν, οὐκ ἐξεπίτηδες ἤρετο.

Ἀθήνα τί οὖν; ἄγαμός ἐστιν;

Ἑρμῆς οὐ δοκεῖ.

Ἀθήνα τί δέ; τῶν πολεμικῶν ἐστιν αὐτῷ ἐπιθυμία καὶ φιλόδοξός τις, ἢ τὸ πᾶν βουκόλος;

Ἑρμῆς τὸ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, εἰκάζειν δὲ χρὴ νέον ὄντα καὶ τούτων ὀρέγεσθαι τυχεῖν καὶ βούλεσθαι ἂν πρῶτον αὐτὸν εἶναι κατὰ τὰς μάχας.

Ἀφροδίτη ὁρᾷς, οὐδὲν ἐγὼ μέμφομαι οὐδὲ ἐγκαλῶ σοι τὸ πρὸς ταύτην ἰδίᾳ λαλεῖν· μεμψιμοίρων γὰρ καὶ οὐκ Ἀφροδίτης τὰ τοιαῦτα.

Ἑρμῆς καὶ αὕτη σχεδὸν τὰ αὐτά με ἤρετο· διὸ μὴ χαλεπῶς ἔχε μηδʼ οἴου μειονεκτεῖν, εἴ τι καὶ ταύτῃ κατὰ τὸ ἁπλοῦν ἀπεκρινάμην.

Ἑρμῆς ἀλλὰ μεταξὺ λόγων ἤδη πολὺ προϊόντες ἀπεσπάσαμεν τῶν ἀστέρων καὶ σχεδόν γε κατὰ τὴν Φρυγίαν ἐσμέν. ἐγὼ δὲ καὶ τὴν Ἴδην ὁρῶ καὶ τὸ Γάργαρον ὅλον ἀκριβῶς, εἰ δὲ μὴ ἐξαπατῶμαι, καὶ αὐτὸν ὑμῶν τὸν δικαστὴν τὸν Πάριν.

Ἥρα ποῦ δέ ἐστιν; οὐ γὰρ κἀμοὶ φαίνεται.

Ἑρμῆς ταύτῃ, ὦ Ἥρα, πρὸς τὰ λαιὰ περισκόπει, μὴ πρὸς ἄκρῳ τῷ ὄρει, παρὰ δὲ τὴν πλευράν, οὗ τὸ ἄντρον, ἔνθα καὶ τὴν ἀγέλην ὁρᾷς.

Ἥρα ἀλλʼ οὐχ ὁρῶ τὴν ἀγέλην.

Ἑρμῆς πῶς φής; οὐχ ὁρᾷς βοίδια κατὰ τὸν ἐμὸν οὑτωσὶ δάκτυλον ἐκ μέσων τῶν πετρῶν προερχόμενα καί τινα ἐκ τοῦ σκοπέλου καταθέοντα καλαύροπα ἔχοντα καὶ ἀνείργοντα μὴ πρόσω διασκίδνασθαι τὴν ἀγέλην;

Ἥρα ὁρῶ νῦν, εἴ γε ἐκεῖνός ἐστιν.

Ἑρμῆς ἀλλὰ ἐκεῖνος. ἐπειδὴ δὲ πλησίον ἤδη ἐσμέν, ἐπὶ τῆς γῆς, εἰ δοκεῖ, καταστάντες βαδίζωμεν, ἵνα μὴ διαταράξωμεν αὐτὸν ἄνωθεν ἐξ ἀφανοῦς καθιπτάμενοι.

Ἥρα εὖ λέγεις, καὶ οὕτω ποιῶμεν. ἐπεὶ δὲ καταβεβήκαμεν, ὥρα σοι, ὦ Ἀφροδίτη, προϊέναι καὶ ἡγεῖσθαι ἡμῖν τῆς ὁδοῦ· σὺ γὰρ ὡς τὸ εἰκὸς ἔμπειρος εἶ τοῦ χωρίου πολλάκις, ὡς λόγος, κατελθοῦσα πρὸς Ἀγχίσην.

Ἀφροδίτη οὐ σφόδρα, ὦ Ἥρα, τούτοις ἄχθομαι τοῖς σκώμμασιν.

HERMES Now for Phrygia. I will show the way; keep close behind me, ladies, and don’t be nervous. I know Paris well: he is a charming young man; a great gallant, and an admirable judge of beauty. Depend on it, he will make a good award.

APHRODITE I am glad to hear that; I ask for nothing better than a just judge.—Has he a wife, Hermes, or is he a bachelor?

HERMES Not exactly a bachelor.

APHRODITE What do you mean?

HERMES I believe there is a wife, as it were; a good enough sort of girl—a native of those parts—but sadly countrified! I fancy he does not care very much about her.—Why do you ask?

APHRODITE I just wanted to know.

ATHENE Now, Hermes, that is not fair. No whispering with Aphrodite.

HERMES It was nothing, Athene; nothing about you. She only asked me whether Paris was a bachelor.

ATHENE What business is that of hers?

HERMES None that I know of. She meant nothing by the question; she just wanted to know.

ATHENE Well, and is he?

HERMES Why, no.

ATHENE And does he care for military glory? has he ambition? Or is he a mere neatherd?

HERMES I couldn’t say for certain. But he is a young man, so it is to be presumed that distinction on the field of battle is among his desires.

APHRODITE There, you see; I don’t complain; I say nothing when you whisper with her. Aphrodite is not so particular as some people.

HERMES Athene asked me almost exactly the same as you did; so don’t be cross. It will do you no harm, my answering a plain question.—Meanwhile, we have left the stars far behind us, and are almost over Phrygia. There is Ida: I can make out the peak of Gargarum quite plainly; and if I am not mistaken, there is Paris himself.

HERA Where is he? I don’t see him.

HERMES Look over there to the left, Hera: not on the top, but down the side, by that cave where you see the herd.

HERA But I don’t see the herd.

HERMES What, don’t you see them coming out from between the rocks,—where I am pointing, look—and the man running down from the crag, and keeping them together with his staff?

HERA I see him now; if he it is.

HERMES Oh, that is Paris. But we are getting near; it is time to alight and walk. He might be frightened, if we were to descend upon him so suddenly.

HERA Yes; very well. And now that we are on the earth, you might go on ahead, Aphrodite, and show us the way. You know the country, of course, having been here so often to see Anchises; or so I have heard.

APHRODITE Your sneers are thrown away on me, Hera.

Ἑρμῆς ἀλλʼ οὖν ἐγὼ ὑμῖν ἡγήσομαι· καὶ γὰρ αὐτὸς ἐνδιέτριψα τῇ Ἴδῃ, ὁπότε δὴ ὁ Ζεὺς ἤρα τοῦ μειρακίου τοῦ Φρυγός, καὶ πολλάκις δεῦρο ἦλθον ὑπʼ ἐκείνου καταπεμφθεὶς εἰς ἐπισκοπὴν τοῦ παιδός. καὶ ὁπότε γε ἤδη ἐν τῷ ἀετῷ ἦν, συμπαριπτάμην αὐτῷ καὶ συνεκούφιζον τὸν καλόν, καὶ εἴ γε μέμνημαι, ἀπὸ ταυτησὶ τῆς πέτρας αὐτὸν ἀνήρπασεν. ὁ μὲν γὰρ ἔτυχε τότε συρίζων πρὸς τὸ ποίμνιον, καταπτάμενος δὲ ὄπισθεν αὐτοῦ ὁ Ζεὺς κούφως μάλα τοῖς ὄνυξι περιβαλὼν καὶ τῷ στόματι τὴν ἐπὶ τῇ κεφαλῇ τιάραν ἔχων ἀνέφερε τὸν παῖδα τεταραγμένον καὶ τῷ τραχήλῳ ἀπεστραμμένῳ εἰς αὐτὸν ἀποβλέποντα. τότε οὖν ἐγὼ τὴν σύριγγα λαβών, ἀποβεβλήκει γὰρ αὐτὴν ὑπὸ τοῦ δέους — ἀλλὰ γὰρ ὁ διαιτητὴς οὑτοσὶ πλησίον, ὥστε προσείπωμεν αὐτόν.

Ἑρμῆς χαῖρε, ὦ βουκόλε.

Πάρις νὴ καὶ σύ γε, ὦ νεανίσκε. τίς δὲ ὢν δεῦρο ἀφῖξαι πρὸς ἡμᾶς; ἢ τίνας ταύτας ἄγεις τὰς γυναῖκας; οὐ γὰρ ἐπιτήδειαι ὀρεοπολεῖν, οὕτως γε οὖσαι καλαί.

Ἑρμῆς ἀλλʼ οὐ γυναῖκές εἰσιν, Ἥραν δέ, ὦ Πάρι, καὶ Ἀθηνᾶν καὶ Ἀφροδίτην ὁρᾷς· κἀμὲ τὸν Ἑρμῆν ἀπέστειλεν ὁ Ζεύς — ἀλλὰ τί τρέμεις καὶ ὠχριᾷς; μὴ δέδιθι· χαλεπὸν γὰρ οὐδέν. κελεύει δέ σε δικαστὴν γενέσθαι τοῦ κάλλους αὐτῶν· ἐπεὶ γάρ, φησί, καλός τε αὐτὸς εἶ καὶ σοφὸς τὰ ἐρωτικά, σοὶ τὴν γνῶσιν ἐπιτρέπω. τοῦ δὲ ἀγῶνος τὸ ἆθλον εἴσῃ ἀναγνοὺς τὸ μῆλον.

Πάρις φέρʼ ἴδω τί καὶ βούλεται. ἡ καλή, φησίν, λαβέτω. πῶς ἂν οὖν, ὦ δέσποτα Ἑρμῆ, δυνηθείην ἐγὼ θνητὸς αὐτὸς καὶ ἀγροῖκος ὢν δικαστὴς γενέσθαι παραδόξου θέας καὶ μείζονος ἢ κατὰ βουκόλον; τὰ γὰρ τοιαῦτα κρίνειν τῶν ἁβρῶν μᾶλλον καὶ ἀστικῶν· τὸ δὲ ἐμόν, αἶγα μὲν αἰγὸς ὁποτέρα ἡ καλλίων καὶ δάμαλιν ἄλλης δαμάλεως, τάχʼ ἂν δικάσαιμι κατὰ τὴν τέχνην·

Πάρις αὗται δὲ πᾶσαί τε ὁμοίως καλαὶ καὶ οὐκ οἶδʼ ὅπως ἄν τις ἀπὸ τῆς ἑτέρας ἐπὶ τὴν ἑτέραν μεταγάγοι τὴν ὄψιν ἀποσπάσας· οὐ γὰρ ἐθέλει ἀφίστασθαι ῥᾳδίως, ἀλλʼ ἔνθα ἂν ἀπερείσῃ τὸ πρῶτον, τούτου ἔχεται καὶ τὸ παρὸν ἐπαινεῖ· κἂν ἐπʼ ἄλλο μεταβῇ, κἀκεῖνο καλὸν ὁρᾷ καὶ παραμένει, καὶ ὑπὸ τῶν πλησίον παραλαμβάνεται. καὶ ὅλως περικέχυταί μοι τὸ κάλλος αὐτῶν καὶ ὅλον περιείληφέ με καὶ ἄχθομαι, ὅτι μὴ καὶ αὐτὸς ὥσπερ ὁ Ἄργος ὅλῳ βλέπειν δύναμαι τῷ σώματι. δοκῶ δʼ ἄν μοι καλῶς δικάσαι πάσαις ἀποδοὺς τὸ μῆλον. καὶ γὰρ αὖ καὶ τόδε, ταύτην μὲν εἶναι συμβέβηκεν τοῦ Διὸς ἀδελφὴν καὶ γυναῖκα, ταύτας δὲ θυγατέρας· πῶς οὖν οὐ χαλεπὴ καὶ οὕτως ἡ κρίσις;

Ἑρμῆς οὐκ οἶδα· πλὴν οὐχ οἷόν τε ἀναδῦναι πρὸς τοῦ Διὸς κεκελευσμένον.

HERMES Come; I’ll lead the way myself. I spent some time on Ida, while Zeus was courting Ganymede. Many is the time that I have been sent here to keep watch over the boy; and when at last the eagle came, I flew by his side, and helped him with his lovely burden. This is the very rock, if I remember; yes, Ganymede was piping to his sheep, when down swooped the eagle behind him, and tenderly, oh, so tenderly, caught him up in those talons, and with the turban in his beak bore him off, the frightened boy straining his neck the while to see his captor. I picked up his pipes—he had dropped them in his fright and—ah! here is our umpire, close at hand. Let us accost him.—Good-morrow, herdsman!

PARIS Good-morrow, youngster. And who may you be, who come thus far afield? And these dames? They are over comely, to be wandering on the mountain-side.

HERMES ‘These dames,’ good Paris, are Hera, Athene, and Aphrodite; and I am Hermes, with a message from Zeus. Why so pale and tremulous? Compose yourself; there is nothing the matter. Zeus appoints you the judge of their beauty. ‘Because you are handsome, and wise in the things of love’ (so runs the message), ‘I leave the decision to you; and for the prize,—read the inscription on the apple.’

PARIS Let me see what it is about. FOR THE FAIR, it says. But, my lord Hermes, how shall a mortal and a rustic like myself be judge of such unparalleled beauty? This is no sight for a herdsman’s eyes; let the fine city folk decide on such matters. As for me, I can tell you which of two goats is the fairer beast; or I can judge betwixt heifer and heifer;—‘tis my trade. But here, where all are beautiful alike, I know not how a man may leave looking at one, to look upon another. Where my eyes fall, there they fasten,—for there is beauty: I move them, and what do I find? more loveliness! I am fixed again, yet distracted by neighbouring charms. I bathe in beauty: I am enthralled: ah, why am I not all eyes like Argus? Methinks it were a fair award, to give the apple to all three. Then again: one is the wife and sister of Zeus; the others are his daughters. Take it where you will, ‘tis a hard matter to judge.

HERMES So it is, Paris. At the same time—Zeus’s orders! There is no way out of it.

PARIS Well, please point out to them, Hermes, that the losers must not be angry with me; the fault will be in my eyes only.

HERMES That is quite understood. And now to work.

People and places in this passage

English translation by H. W. Fowler and F. G. Fowler (1905). Original text: A. M. Harmon (ed.), Lucian, vol. III, Loeb Classical Library, London: William Heinemann; Cambridge, MA: Harvard University Press, 1921 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.