Πάρις ἓν τοῦτο, ὦ Ἑρμῆ, πεῖσον αὐτάς, μὴ χαλεπῶς ἔχειν μοι τὰς δύο τὰς νενικημένας, ἀλλὰ μόνων τῶν ὀφθαλμῶν ἡγεῖσθαι τὴν διαμαρτίαν.
Ἑρμῆς οὕτω φασὶ ποιήσειν· ὥρα δέ σοι ἤδη περαίνειν τὴν κρίσιν.
Πάρις πειρασόμεθα· τί γὰρ ἂν καὶ πάθοι τις; ἐκεῖνο δὲ πρότερον εἰδέναι βούλομαι, πότερʼ ἐξαρκέσει σκοπεῖν αὐτὰς ὡς ἔχουσιν, ἢ καὶ ἀποδῦσαι δεήσει πρὸς τὸ ἀκριβὲς τῆς ἐξετάσεως;
Ἑρμῆς τοῦτο μὲν σὸν ἂν εἴη τοῦ δικαστοῦ, καὶ πρόσταττε ὅπη καὶ θέλεις.
Πάρις ὅπη καὶ θέλω; γυμνὰς ἰδεῖν βούλομαι.
Ἑρμῆς ἀπόδυτε, ὦ αὗται· σὺ δʼ ἐπισκόπει· ἐγὼ δὲ ἀπεστράφην.
Ἀφροδίτη καλῶς, ὦ Πάρι· καὶ πρώτη γε ἀποδύσομαι, ὅπως μάθῃς ὅτι μὴ μόνας ἔχω τὰς ὠλένας λευκὰς μηδὲ τῷ βοῶπις εἶναι μέγα φρονῶ, ἐπʼ ἴσης δέ εἰμι πᾶσα καὶ ὁμοίως καλή.
Ἀθήνα μὴ πρότερον ἀποδύσῃς αὐτήν, ὦ Πάρι, πρὶν ἂν τὸν κεστὸν ἀπόθηται — φαρμακὶς γάρ ἐστιν — μή σε καταγοητεύσῃ διʼ αὐτοῦ. καίτοι γε ἐχρῆν μηδὲ οὕτω κεκαλλωπισμένην παρεῖναι μηδὲ τοσαῦτα ἐντετριμμένην χρώματα καθάπερ ὡς ἀληθῶς ἑταίραν τινά, ἀλλὰ γυμνὸν τὸ κάλλος ἐπιδεικνύειν.
Πάρις Εὖ λέγουσι τὸ περὶ τοῦ κεστοῦ, καὶ ἀπόθου.
Ἀφροδίτη τί οὖν οὐχὶ καὶ σύ, ὦ Ἀθηνᾶ, τὴν κόρυν ἀφελοῦσα ψιλὴν τὴν κεφαλὴν ἐπιδεικνύεις, ἀλλʼ ἐπισείεις τὸν λόφον καὶ τὸν δικαστὴν φοβεῖς; ἢ δέδιας μή σοι ἐλέγχηται τὸ γλαυκὸν τῶν ὀμμάτων ἄνευ τοῦ φοβεροῦ βλεπόμενον;
Ἀθήνα ἰδού σοι ἡ κόρυς αὕτη ἀφῄρηται.
Ἀφροδίτη ἰδοὺ καί σοι ὁ κεστός.
Ἥρα ἀλλὰ ἀποδυσώμεθα.
Πάρις ὦ Ζεῦ τεράστιε τῆς θέας, τοῦ κάλλους, τῆς ἡδονῆς. οἵα μὲν ἡ παρθένος, ὡς δὲ βασιλικὸν αὕτη καὶ σεμνὸν ἀπολάμπει καὶ ἀληθῶς ἄξιον τοῦ Διός, ἥδε δὲ ὁρᾷ ἡδύ τι καὶ γλαφυρόν, καὶ προσαγωγὸν ἐμειδίασεν — ἀλλʼ ἤδη μὲν ἅλις ἔχω τῆς εὐδαιμονίας· εἰ δοκεῖ δέ, καὶ ἰδίᾳ καθʼ ἑκάστην ἐπιδεῖν βούλομαι, ὡς νῦν γε ἀμφίβολός εἰμι καὶ οὐκ οἶδα πρὸς ὅ τι ἀποβλέψω, πάντῃ τὰς ὄψεις περισπώμενος.
Ἀφροδίτη οὕτω ποιῶμεν.
Πάρις ἄπιτε οὖν αἱ δύο· σὺ δέ, ὦ Ἥρα, περίμενε.
Ἥρα περιμενῶ, κἀπειδάν με ἀκριβῶς ἴδῃς, ὥρα σοι καὶ τἄλλα ἤδη σκοπεῖν εἰ καλά σοι, τὰ δῶρα τῆς ψήφου τῆς ἐμῆς. ἢν γάρ με, ὦ Πάρι, δικάσῃς εἶναι καλήν, ἁπάσης ἔσῃ τῆς Ἀσίας δεσπότης.
Πάρις οὐκ ἐπὶ δώροις μὲν τὰ ἡμέτερα. πλὴν ἄπιθι· πεπράξεται γὰρ ἅπερ ἂν δοκῇ.
Πάρις σὺ δὲ πρόσιθι ἡ Ἀθηνᾶ.
Ἀθήνα παρέστηκά σοι, καὶ ἤν με, ὦ Πάρι, δικάσῃς καλήν, οὔποτε ἥττων ἄπει ἐκ μάχης, ἀλλʼ ἀεὶ κρατῶν· πολεμιστὴν γάρ σε καὶ νικηφόρον ἀπεργάσομαι.
Πάρις οὐδέν, ὦ Ἀθηνᾶ, δεῖ μοι πολέμου καὶ μάχης· εἰρήνη γάρ, ὡς ὁρᾷς, τὰ νῦν ἐπέχει τὴν Φρυγίαν τε καὶ Λυδίαν καὶ ἀπολέμητος ἡμῖν ἡ τοῦ πατρὸς ἀρχή. θάρρει δέ· οὐ μειονεκτήσεις γάρ, κἂν μὴ ἐπὶ δώροις δικάζωμεν. ἀλλʼ ἔνδυθι ἤδη καὶ ἐπίθου τὴν κόρυν· ἱκανῶς γὰρ εἶδον. τὴν Ἀφροδίτην παρεῖναι καιρός.
PARIS I must do what I can; there is no help for it. But first let me ask,—am I just to look at them as they are, or must I go into the matter thoroughly?
HERMES That is for you to decide, in virtue of your office. You have only to give your orders; it is as you think best.
PARIS As I think best? Then I will be thorough.
HERMES Get ready, ladies. Now, Mr. Umpire.—I will look the other way.
HERA I approve your decision, Paris. I will be the first to submit myself to your inspection. You shall see that I have more to boast of than white arms and large eyes: nought of me but is beautiful.
PARIS Aphrodite, will you also prepare?
ATHENE Oh, Paris,—make her take off that girdle, first; there is magic in it; she will bewitch you. For that matter, she has no right to come thus tricked out and painted,—just like a courtesan! She ought to show herself unadorned.
PARIS They are right about the girdle, madam; it must go.
APHRODITE Oh, very well, Athene: then take off that helmet, and show your head bare, instead of trying to intimidate the judge with that waving plume. I suppose you are afraid the colour of your eyes may be noticed, without their formidable surroundings.
ATHENE Oh, here is my helmet.
APHRODITE And here is my girdle.
HERA Now then.
PARIS God of wonders! What loveliness is here! Oh, rapture! How exquisite these maiden charms! How dazzling the majesty of Heaven’s true queen! And oh, how sweet, how enthralling is Aphrodite’s smile! ‘Tis too much, too much of happiness.—But perhaps it would be well for me to view each in detail; for as yet I doubt, and know not where to look; my eyes are drawn all ways at once.
APHRODITE Yes, that will be best.
PARIS Withdraw then, you and Athene; and let Hera remain.
HERA So be it; and when you have finished your scrutiny, you have next to consider, how you would like the present which I offer you. Paris, give me the prize of beauty, and you shall be lord of all Asia.
PARIS I will take no presents. Withdraw. I shall judge as I think right. Approach, Athene.
ATHENE Behold. And, Paris, if you will say that I am the fairest, I will make you a great warrior and conqueror, and you shall always win, in every one of your battles.
PARIS But I have nothing to do with fighting, Athene. As you see, there is peace throughout all Lydia and Phrygia, and my father’s dominion is uncontested. But never mind; I am not going to take your present, but you shall have fair play. You can robe again and put on your helmet; I have seen. And now for Aphrodite.
Ἀφροδίτη αὕτη σοι ἐγὼ πλησίον, καὶ σκόπει καθʼ ἓν ἀκριβῶς μηδὲν παρατρέχων, ἀλλʼ ἐνδιατρίβων ἑκάστῳ τῶν μερῶν. εἰ δʼ ἐθέλεις, ὦ καλέ, καὶ τάδε μου ἄκουσον. ἐγὼ γὰρ πάλαι ὁρῶσά σε νέον ὄντα καὶ καλὸν ὁποῖον οὐκ οἶδα εἴ τινα ἕτερον ἡ Φρυγία τρέφει, μακαρίζω μὲν τοῦ κάλλους, αἰτιῶμαι δὲ τὸ μὴ ἀπολιπόντα τοὺς σκοπέλους καὶ ταυτασὶ τὰς πέτρας κατʼ ἄστυ ζῆν, ἀλλὰ διαφθείρειν τὸ κάλλος ἐν ἐρημίᾳ. τί μὲν γὰρ ἂν σὺ ἀπολαύσειας τῶν ὀρῶν; τί δʼ ἂν ἀπόναιντο τοῦ σοῦ κάλλους αἱ βόες; ἔπρεπεν δὲ ἤδη σοι καὶ γεγαμηκέναι, μὴ μέντοι ἀγροῖκόν τινα καὶ χωρῖτιν, οἷαι κατὰ τὴν Ἴδην αἱ γυναῖκες, ἀλλά τινα ἐκ τῆς Ἑλλάδος, ἢ Ἀργόθεν ἢ ἐκ Κορίνθου ἢ Λάκαιναν οἵαπερ ἡ Ἑλένη ἐστίν, νέα τε καὶ καλὴ καὶ κατʼ οὐδὲν ἐλάττων ἐμοῦ, καὶ τὸ δὴ μέγιστον, ἐρωτική. ἐκείνη γὰρ εἰ καὶ μόνον θεάσαιτό σε, εὖ οἶδα ἐγὼ ὡς ἅπαντα ἀπολιποῦσα καὶ παρασχοῦσα ἑαυτὴν ἔκδοτον ἕψεται καὶ συνοικήσει. πάντως δὲ καὶ σὺ ἀκήκοάς τι περὶ αὐτῆς.
Πάρις οὐδέν, ὦ Ἀφροδίτη· νῦν δὲ ἡδέως ἂν ἀκούσαιμί σου τὰ πάντα διηγουμένης.
Ἀφροδίτη αὕτη θυγάτηρ μέν ἐστι Λήδας ἐκείνης τῆς καλῆς ἐφʼ ἣν ὁ Ζεὺς κατέπτη κύκνος γενόμενος.
Πάρις ποία δὲ τὴν ὄψιν ἐστί;
Ἀφροδίτη λευκὴ μέν, οἵαν εἰκὸς ἐκ κύκνου γεγενημένην, ἁπαλὴ δέ, ὡς ἐν ᾠῷ τραφεῖσα, γυμνὰς τὰ πολλὰ καὶ παλαιστική, καὶ οὕτω δή τι περισπούδαστος ὥστε καὶ πόλεμον ἀμφʼ αὐτῇ γενέσθαι, τοῦ Θησέως ἄωρον ἔτι ἁρπάσαντος. οὐ μὴν ἀλλʼ ἐπειδήπερ εἰς ἀκμὴν κατέστη, πάντες οἱ ἄριστοι τῶν Ἀχαιῶν ἐπὶ τὴν μνηστείαν ἀπήντησαν, προεκρίθη δὲ Μενέλεως τοῦ Πελοπιδῶν γένους. εἰ δὴ θέλοις, ἐγώ σοι καταπράξομαι τὸν γάμον.
Πάρις πῶς φής; τὸν τῆς γεγαμημένης;
Ἀφροδίτη νέος εἶ σὺ καὶ ἀγροῖκος, ἐγὼ δὲ οἶδα ὡς χρὴ τὰ τοιαῦτα δρᾶν.
Πάρις πῶς; ἐθέλω γὰρ καὶ αὐτὸς εἰδέναι.
Ἀφροδίτη σὺ μὲν ἀποδημήσεις ὡς ἐπὶ θέαν τῆς Ἑλλάδος, κἀπειδὰν ἀφίκῃ εἰς τὴν Λακεδαίμονα, ὄψεταί σε ἡ Ἑλένη. τοὐντεῦθεν δὲ ἐμὸν ἂν εἴη τὸ ἔργον, ὅπως ἐρασθήσεταί σου καὶ ἀκολουθήσει.
Πάρις τοῦτο αὐτὸ καὶ ἄπιστον εἶναί μοι δοκεῖ, τὸ ἀπολιποῦσαν τὸν ἄνδρα ἐθελῆσαι βαρβάρῳ καὶ ξένῳ συνεκπλεῦσαι.
Ἀφροδίτη θάρρει τούτου γε ἕνεκα. παῖδε γάρ μοι ἐστὸν δύο καλώ, Ἵμερος καὶ Ἔρως, τούτω σοι παραδώσω ἡγεμόνε τῆς ὁδοῦ γενησομένω· καὶ ὁ μὲν Ἔρως ὅλος παρελθὼν εἰς αὐτὴν ἀναγκάσει τὴν γυναῖκα ἐρᾶν, ὁ δʼ Ἵμερος αὐτῷ σοι περιχυθεὶς τοῦθʼ ὅπερ ἐστίν, ἱμερτόν τε θήσει καὶ ἐράσμιον. καὶ αὐτὴ δὲ συμπαροῦσα δεήσομαι καὶ τῶν Χαρίτων ἀκολουθεῖν· καὶ οὕτως ἅπαντες αὐτὴν ἀναπείσομεν.
Πάρις ὅπως μὲν ταῦτα χωρήσει, ἄδηλον, ὦ Ἀφροδίτη· πλὴν ἐρῶ γε ἤδη τῆς Ἑλένης καὶ οὐκ οἶδʼ ὅπως καὶ ὁρᾶν αὐτὴν οἴομαι καὶ πλέω εὐθὺ τῆς Ἑλλάδος καὶ τῇ Σπάρτῃ ἐπιδημῶ καὶ ἐπάνειμι ἔχων τὴν γυναῖκα — καὶ ἄχθομαι ὅτι μὴ ταῦτα ἤδη πάντα ποιῶ.
APHRODITE Here I am; take your time, and examine carefully; let nothing escape your vigilance. And I have something else to say to you, handsome Paris. Yes, you handsome boy, I have long had an eye on you; I think you must be the handsomest young fellow in all Phrygia. But it is such a pity that you don’t leave these rocks and crags, and live in a town; you will lose all your beauty in this desert. What have you to do with mountains? What satisfaction can your beauty give to a lot of cows? You ought to have been married long ago; not to any of these dowdy women hereabouts, but to some Greek girl; an Argive, perhaps, or a Corinthian, or a Spartan; Helen, now, is a Spartan, and such a pretty girl—quite as pretty as I am—and so susceptible! Why, if she once caught sight of you, she would give up everything, I am sure, to go with you, and a most devoted wife she would be. But you have heard of Helen, of course?
PARIS No, ma’am; but I should like to hear all about her now.
APHRODITE Well, she is the daughter of Leda, the beautiful woman, you know, whom Zeus visited in the disguise of a swan.
PARIS And what is she like?
APHRODITE She is fair, as might be expected from the swan, soft as down (she was hatched from an egg, you know), and such a lithe, graceful figure; and only think, she is so much admired, that there was a war because Theseus ran away with her; and she was a mere child then. And when she grew up, the very first men in Greece were suitors for her hand, and she was given to Menelaus, who is descended from Pelops.—Now, if you like, she shall be your wife.
PARIS What, when she is married already?
APHRODITE Tut, child, you are a simpleton: I understand these things.
PARIS I should like to understand them too.
APHRODITE You will set out for Greece on a tour of inspection: and when you get to Sparta, Helen will see you; and for the rest—her falling in love, and going back with you—that will be my affair.
PARIS But that is what I cannot believe,—that she will forsake her husband to cross the seas with a stranger, a barbarian.
APHRODITE Trust me for that. I have two beautiful children, Love and Desire. They shall be your guides. Love will assail her in all his might, and compel her to love you: Desire will encompass you about, and make you desirable and lovely as himself; and I will be there to help. I can get the Graces to come too, and between us we shall prevail.
PARIS How this will end, I know not. All I do know is, that I am in love with Helen already. I see her before me—I sail for Greece I am in Sparta—I am on my homeward journey, with her at my side! Ah, why is none of it true?
Ἀφροδίτη μὴ πρότερον ἐρασθῇς, ὦ Πάρι, πρὶν ἐμὲ τὴν προμνήστριαν καὶ νυμφαγωγὸν ἀμείψασθαι τῇ κρίσει· πρέποι γὰρ ἂν κἀμὲ νικηφόρον ὑμῖν συμπαρεῖναι καὶ ἑορτάζειν ἅμα καὶ τοὺς γάμους καὶ τὰ ἐπινίκια. πάντα γὰρ ἔνεστί σοι — τὸν ἔρωτα, τὸ κάλλος, τὸν γάμον — τουτουὶ τοῦ μήλου πρίασθαι.
Πάρις δέδοικα μή μου ἀμελήσῃς μετὰ τὴν κρίσιν.
Ἀφροδίτη βούλει οὖν ἐπομόσομαι;
Πάρις μηδαμῶς, ἀλλʼ ὑπόσχου πάλιν.
Ἀφροδίτη ὑπισχνοῦμαι δή σοι τὴν Ἑλένην παραδώσειν γυναῖκα, καὶ ἀκολουθήσειν γέ σοι αὐτὴν καὶ ἀφίξεσθαι παρʼ ὑμᾶς εἰς τὴν Ἴλιον· καὶ αὐτὴ παρέσομαι καὶ συμπράξω τὰ πάντα.
Πάρις καὶ τὸν Ἔρωτα καὶ τὸν Ἵμερον καὶ τὰς Χάριτας ἄξεις;
Ἀφροδίτη θάρρει, καὶ τὸν Πόθον καὶ τὸν Ὑμέναιον ἔτι πρὸς τούτοις παραλήψομαι.
Πάρις οὐκοῦν ἐπὶ τούτοις δίδωμι τὸ μῆλον· ἐπὶ τούτοις λάμβανε.
APHRODITE Wait. Do not fall in love yet. You have first to secure my interest with the bride, by your award. The union must be graced with my victorious presence: your marriage-feast shall be my feast of victory. Love, beauty, wedlock; all these you may purchase at the price of yonder apple.
PARIS But perhaps after the award you will forget all about me?
APHRODITE Shall I swear?
PARIS No; but promise once more.
APHRODITE I promise that you shall have Helen to wife; that she shall follow you, and make Troy her home; and I will be present with you, and help you in all.
PARIS And bring Love, and Desire, and the Graces?
APHRODITE Assuredly; and Passion and Hymen as well.
PARIS Take the apple: it is yours.