Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.329–418: The fleet sails from Troy

Nestor tells the Argives that the time to go home has come, and they prepare the ships. Hecuba is turned into a hound and then into stone, and the ships are loaded with spoil and captives. The fleet passes Tenedos, Lesbos and Ida's last headland, while the surviving Trojans burn their dead.

Lines 14.329–418 · 777 words · click a number to copy its link
329οἱ δὲ θοῶς ἐπὶ νῆας ἔβαν μέγα καγχαλόωντες 330μέλποντες μακάρων ἱερὸν γένος ἠδʼ Ἀχιλῆα. αἶψα δὲ δαῖτʼ ἐπάσαντο βοῶν ἀπὸ μῆρα ταμόντες ἀθανάτοις· ἐρατὴ δὲ θυηπολίη πέλε πάντῃ· οἱ δέ που ἀργυρέοισι καὶ ἐν χρυσέοισι κυπέλλοις πῖνον ἀφυσσάμενοι λαρὸν μέθυ· γήθεε δέ σφι 335θυμὸς ἐελδομένων σφετέρην ἐπὶ γαῖαν ἱκέσθαι. ἀλλʼ ἄτε δὴ δόρποιο καὶ εἰλαπίνης κορέσαντο, δὴ τότε Νηλέος υἱὸς ἐελδομένοισιν ἔειπεν· κλῦτε, φίλοι, πολέμοιο μακρὴν προφυγόντες ὁμοκλήν, ὄφρα λιλαιομένοισιν ἔπος θυμῆρες ἐνίσπω· 340ἤδη γὰρ νόστοιο πέλει θυμηδέος ὥρη· ἀλλʼ ἴομεν· δὴ γάρ που Ἀχιλλέος ὄβριμον ἦτορ παύσατʼ ὀϊζυροῖο χόλου· κατέρυξε δὲ κῦμα ὄβριμον Ἐννοσίγαιος· ἐπιπνείουσι δʼ ἀῆται μείλιχοι· οὐδʼ ἔτι κῦμα κορύσσεται ἀλλʼ ἄγε νῆας 345εἰς ἁλὸς οἶδμʼ ἐρύσαντες ἀναμνησώμεθα νόστου.

Swift with glad laughter hied they to the ships,
Hymning Achilles and the Blessed Ones.
A feast they made, first severing thighs of kine
For the Immortals. Gladsome sacrifice
Steamed on all sides: in cups of silver and gold
They drank sweet wine: their hearts leaped up with hope
Of winning to their fatherland again.
But when with meats and wine all these were filled,
Then in their eager ears spake Neleus’ son:
“Hear, friends, who have ‘scaped the long turmoil of war,
That I may say to you one welcome word:
Now is the hour of heart’s delight, the hour
Of home-return. Away! Achilles soul
Hath ceased from ruinous wrath; Earth-shaker stills
The stormy wave, and gentle breezes blow;
No more the waves toss high. Haste, hale the ships
Down to the sea. Now, ho for home-return!”

346ὣς φάτʼ ἐελδομένοις· οἱ δʼ ἐς πλόον ἐντύνοντο. ἔνθα τέρας θηητὸν ἐπιχθονίοισι φαάνθη, οὕνεκα δὴ Πριάμοιο δάμαρ πολυδακρύτοιο ἐκ βροτοῦ ἀλγινόεσσα κύων γένετʼ· ἀμφὶ δὲ λαοὶ 350θάμβεον ἀγρόμενοι· τῆς δʼ ἅψεα λάϊνα πάντα θῆκε θεός, μέγα θαῦμα καὶ ἐσσομένοισι βροτοῖσι· καὶ τὴν μὲν Κάλχαντος ὑπʼ ἐννεσίῃσιν Ἀχαιοὶ νηὸς ἐπʼ ὠκυπόροιο πέραν θέσαν Ἑλλησπόντου. καρπαλίμως δʼ ἄρα νῆας ἔσω ἁλὸς εἰρύσσαντες 355κτήματα πάντʼ ἐβάλονθʼ, ὁπόσʼ Ἴλιον εἰσανιόντες ληΐσσαντο πάροιθε περικτίονας δαμάσαντες, ἠδʼ ὁπόσʼ ἐξ αὐτῆς ἄγον Ἰλίου, οἷσι μάλιστα γήθεον, οὕνεκʼ ἕσαν μάλα μυρία· τοῖς δʼ ἅμα πολλαὶ ληιάδες συνέποντο μάλʼ ἀχνύμεναι κατὰ θυμόν· 360αὐτοὶ δʼ ἐντὸς ἵκοντο νεῶν. ἀλλʼ οὔ σφισι Κάλχας ἕσπετʼ ἐπειγομένοισιν ἔσω ἁλός, ἀλλὰ καὶ ἄλλους Ἀργείους κατέρυκε· Καφηρίσι γὰρ περὶ πέτρῃς δείδιεν αἰνὸν ὄλεθρον ἐπεσσύμενον Δαναοῖσιν. οἱ δέ οἱ οὔτι πίθοντο· παρήπαφε γὰρ νόον ἀνδρῶν 365αἶσα κακή· μοῦνος δὲ θεοπροπίας εὖ εἰδὼς Ἀμφίλοχος, θοὸς υἱὸς ἀμύμονος Ἀμφιαράου, μίμνεν ὁμῶς Κάλχαντι περίφρονι· τοῖσι γὰρ ἦεν αἴσιμον ἀμφοτέροισιν ἑῆς ἀπὸ τηλόθι γαίης Παμφύλων Κιλίκων τε ποτὶ πτολίεθρα νέεσθαι. 370ἀλλὰ τὰ μὲν μετόπισθε θεοὶ θέσαν· αὐτὰρ Ἀχαιοὶ νηῶν πείσματʼ ἔλυσαν ἀπὸ χθονὸς ἠδὲ καὶ εὐνὰς ἐσσυμένως ἀνάειραν· ἐπίαχε δʼ Ἑλλήσποντος σπερχομένων· νῆες δὲ περικλύζοντο θαλάσσῃ· ἀμφὶ δʼ ἄρα σφίσι πολλὰ περὶ πρώρῃσιν ἔκειντο 375ἔντἐ ἀποκταμένων· καθύπερθε δὲ σήματα νίκης μυρίʼ ἀπῃώρηντο· κατεστέψαντο δὲ νῆας καὶ κεφαλὶς καὶ δοῦρα καὶ ἀσπίδας, οἷσι μάχοντο ἀντία δυσμενέων· ἀπὸ δὲ πρώρηθεν ἄνακτες εἰς ἅλα κυανέην λεῖβον μέθυ πολλὰ θεοῖσιν 380εὐχόμενοι μακάρεσσιν ἀκηδέα νόστον ὀπάσσαι· εὐχωλαὶ δʼ ἀνέμοισι μίγεν καὶ ἀπόπροθι νηῶν μαψιδίως νεφέεσσι καὶ ἠέρι συμφορέοντο.

Eager they heard, and ready made the ships.
Then was a marvellous portent seen of men;
For all-unhappy Priam’s queen was changed
From woman’s form into a pitiful hound;
And all men gathered round in wondering awe.
Then all her body a God transformed to stone—
A mighty marvel for men yet unborn!
At Calchas’ bidding this the Achaeans bore
In a swift ship to Hellespont’s far side.
Then down to the sea in haste they ran the keels:
Their wealth they laid aboard, even all the spoil
Taken, or ever unto Troy they came,
From conquered neighbour peoples; therewithal
Whatso they took from Ilium, wherein most
They joyed, for untold was the sum thereof.
And followed with them many a captive maid
With anguished heart: so went they aboard the ships.
But Calchas would not with that eager host
Launch forth; yea, he had fain withheld therefrom
All the Achaeans, for his prophet-soul
Foreboded dread destruction looming o’er
The Argives by the Rocks Capherean.
But naught they heeded him; malignant
Fate Deluded men’s souls: only Amphilochus
The wise in prophet-lore, the gallant son
Of princely Amphiaraus, stayed with him.
Fated were these twain, far from their own land,
To reach Pamphylian and Cilician burgs;
And this the Gods thereafter brought to pass.

But now the Achaeans cast the hawsers loose
From shore: in haste they heaved the anchor-stones.
Roared Hellespont beneath swift-flashing oars;
Crashed the prows through the sea. About the bows
Much armour of slain foes was lying heaped:
Along the bulwarks victory-trophies hung
Countless. With garlands wreathed they all the ships,
Their heads, the spears, the shields wherewith they had fought
Against their foes. The chiefs stood on the prows,
And poured into the dark sea once and again
Wine to the Gods, to grant them safe return.
But with the winds their prayers mixed; far away
Vainly they floated blent with cloud and air.

383αἱ δʼ ἄρα παπταίνεσκον ἐς Ἴλιον ἀχνύμεναι κῆρ ληιάδες· καὶ πολλὰ κινυρόμεναι γοάασκον 385κρύβδην Ἀργείων μέγʼ ἐνὶ φρεσὶ πένθος ἔχουσαι· καί ῥʼ αἱ μὲν περὶ γούνατʼ ἔχον χέρας· αἱ δὲ μέτωπα χερσὶν ἐπηρείδοντο δυσάμμορι· αἱ δʼ ἄρα τέκνα ἄμφεχον ἀγκοίνῃσι· τὰ δʼ οὔπω δούλιον ἦμαρ ἔστενον οὐδὲ πάτρης ἐπὶ πήμασιν, ἀλλʼ ἐπὶ μαζῷ θυμὸν ἔχον· κηδέων γὰρ ἀπόπροθι νήπιον ἦτορ. 390πάσῃσιν δʼ ἑλέλυντο κόμαι καὶ στήθεα λυγρὰ ἀμφʼ ὀνύχεσσι δέδρυπτο· παρειῇσιν δʼ ἔπι δάκρυ αὐαλέον περίκειτο, κατείβετο δʼ ἄλλʼ ἐφύπερθε πυκνὸν ἀπὸ βλεφάρων· δέρκοντο δὲ τλήμονα πάτρην αἰθομένην ἔτι πάγχυ, πολὺν δʼ ἀνὰ καπνὸν ἰόντα· 395ἀμφὶ δὲ Κασσάνδρην περικυδέα παπταίνουσαι πᾶσαί μιν θηεῦντο θεοπροπίης ἀλεγεινῆς μνωόμεναι· ἡ δέ σφιν ἐπεγγελάασκε γοώσαις, καίπερ ἀκηχεμένη στυγεροῖς ἐπὶ πήμασι πάτρης. Τρώων δʼ ὅσσοι ἄλυξαν ἀνηλέος ἐκ πολέμοιο, 400ἀγρόμενοι κατὰ ἄστυ περὶ νέκυας πονέοντο θαπτέμεναι μεμαῶτες· ἄγεν δʼ ἀλεγεινὸν ἐς ἔργον Ἀντήνωρ· αὐτὴν δὲ πυρὴν πολέεσσι τίθεντο. Ἀργεῖοι δʼ ἄλληκτον ἐνὶ φρεσὶ καγχαλόωντες ἄλλοτε μὲν κώπῃσι διέπρησσον μέλαν ὕδωρ, 405ἄλλοτε δʼ ἱστία νηυσὶ μεμαότες ἐντύνοντο ἐσσυμένως· ὀπίσω δὲ θοῶς ἀπελείπετο πᾶσα Δαρδανίη καὶ τύμβος Ἀχιλλέος· οἱ δʼ ἀνὰ θυμὸν καίπερ ἰαινόμενοι κταμένων μνησθέντες ἑταίρων ἀργαλέως ἀκάχοντο καὶ ἀλλοδαπῶν ἐπὶ γαῖαν 410ὄσσε βάλον. ἡ δέ σφιν ἐφαίνετο τηλόθι νηῶν χαζομένη· τοὶ δʼ αἶψα παρʼ ἀγχιάλοιο φέροντο ῥηγμῖνας Τενέδοιο· παρημείβοντο δὲ Χρῦσαν καὶ Φοίβου Σμινθῆος ἕδος ζαθέοιό τε Κίλλης· Λέσβος δʼ ἠνεμόεσσʼ ἀνεφαίνετο· κάμπτετο δʼ ἄκρη 415ἐσσυμένως Λεκτοῖο, τόθι ῥίον ὕστατον Ἴδης. λαίφεα δὲ πρησθέντα περίαχεν· ἀμφὶ δὲ πρώραις ἔβραχεν οἶδμα κελαινόν· ἐπεσκιόωντο δὲ μακρὰ κύματα· λευκαίνοντο δʼ ὑπὲρ πόντοιο κέλευθοι.

With anguished hearts the captive maids looked back
On Ilium, and with sobs and moans they wailed,
Striving to hide their grief from Argive eyes.
Clasping their knees some sat; in misery some
Veiled with their hands their faces; others nursed
Young children in their arms: those innocents
Not yet bewailed their day of bondage, nor
Their country’s ruin; all their thoughts were set
On comfort of the breast, for the babe’s heart
Hath none affinity with sorrow. All
Sat with unbraided hair and pitiful breasts
Scored with their fingers. On their cheeks there lay
Stains of dried tears, and streamed thereover now
Fresh tears full fast, as still they gazed aback
On the lost hapless home, wherefrom yet rose
The flames, and o’er it writhed the rolling smoke.
Now on Cassandra marvelling they gazed,
Calling to mind her prophecy of doom;
But at their tears she laughed in bitter scorn,
In anguish for the ruin of her land.

Such Trojans as had scaped from pitiless war
Gathered to render now the burial-dues
Unto their city’s slain. Antenor led
To that sad work: one pyre for all they raised.

But laughed with triumphing hearts the Argive men,
As now with oars they swept o’er dark sea-ways,
Now hastily hoised the sails high o’er the ships,
And fleeted fast astern Dardania-land,
And Hero Achilles’ tomb. But now their hearts,
How blithe soe’er, remembered comrades slain,
And sorely grieved, and wistfully they looked
Back to the alien’s land; it seemed to them
Aye sliding farther from their ships. Full soon
By Tenedos’ beaches slipt they: now they ran
By Chrysa, Sminthian Phoebus’ holy place,
And hallowed Cilla. Far away were glimpsed
The windy heights of Lesbos. Rounded now
Was Lecton’s foreland, where is the last peak
Of Ida. In the sails loud hummed the wind,
Crashed round the prows the dark surge: the long waves
Showed shadowy hollows, far the white wake gleamed.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 14.329–418: The fleet sails from Troy