Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 14.419–547: Athena's storm

As the Argives near Euboea, Athena asks Zeus for vengeance on Aias son of Oileus and for the storm that follows. Zeus gives her his thunder and lightning, and she puts on the Aegis and darkens sea and sky. Her thunderbolt breaks Aias' ship and drowns its crew, and captive women drag Danaans down with them.

Lines 14.419–547 · 1086 words · click a number to copy its link
419καί νύ κεν Ἀργεῖοι κίον Ἑλλάδος ἱερὸν οὖδας 420πάντες ἁλὸς κατὰ βένθος ἀκηδέες, εἰ μὴ ἄρα σφι κούρη ἐριγδούποιο Διὸς νεμέσησεν Ἀθήνη· καί ῥʼ ὁπότʼ Εὐβοίης σχεδὸν ἤλυθον ἠνεμοέσσης, δὴ τότε μητιόωσα βαρὺν καὶ ἀνηλέα πότμον ἀμφὶ Λοκρῶν βασιλῆι καὶ ἄσχετον ἀσχαλόωσα 425Ζηνὶ θεῶν μεδέοντι παρισταμένη φάτο μῦθον ἀθανάτων ἀπάνευθε· χόλον δέ οἱ οὐ χάδε θυμός· Ζεῦ πάτερ, οὐκέτʼ ἀνεκτὰ θεοῖς ἐπιμηχανόωνται ἀνέρες, οὐκ ἀλέγοντες ἀνὰ φρένας οὔτε σεῦ αὐτοῦ οὔτʼ ἄλλων μακάρων, ἐπεὶ ἦ τίσις οὐκέτʼ ὀπηδεῖ 430ἀνδράσι λευγαλέοισι, κακοῦ δʼ ἄρα πλλάκις ἐσθλὸς συμφέρετʼ ἄλγεσι μᾶλλον, ἔχει δʼ ἄλληκτον ὀϊζύν· τοὔνεκʼ ἄρʼ οὔτε δίκην τις ἔθʼ ἅζεται, οὐδέ τις αἰδὼς ἔστι παρʼ ἀνθρώποισιν· ἔγωγε μὲν οὔτʼ ἐν Ὀλύμπῳ ἔσσομαι, οὔτʼ ἔτι σεῖο κεκλήσομαι, εἰ μὴ Ἀχαιῶν 435τίσομʼ ἀτασθαλίην, ἐπεὶ ἦ νύ μοι ἔνδοθι νηοῦ υἱὸς Ὀϊλῆος μέγʼ ἐνήλιτεν, οὐδʼ ἐλέαιρε Κασσάνδρην ὀρέγουσαν ἀκηδέας εἰς ἐμὲ χεῖρας πολλάκις, οὐδʼ ὅ γʼ ἔδεισεν ἐμὸν μένος, οὐδέ τι θυμῷ ᾐδέσατʼ ἀθανάτην, ἀλλʼ ἄσχετον ἔργον ἔρεξε. 440τῷ νύ μοι ἀμβροσίῃσι περὶ φρεσὶ μή τι μεγήρῃς ῥέξαι, ὅπως μοι θυμὸς ἐέλδεται, ὄφρα καὶ ἄλλοι αἰζηοὶ τρομέωσι θεῶν ἀρίδηλον ὁμοκλήν. ὣς φαμένην προσέειπε πατὴρ ἀγανοῖς ἐπέεσσιν· ὦ τέκος, οὔτι ἔγωγʼ ἀνθίσταμαι εἵνεκʼ Ἀχαιῶν, 445ἀλλὰ καὶ ἔντεα πάντα, τά μοι πάρος ἦρα φέροντες χερσὶν ὑπʼ ἀκαμάτῃσιν ἐτεκτήναντο Κύκλωπες δώσω ἐέλδομένῃ· σὺ δὲ σῷ κρατερόφρονι θυμῷ αὐτὴ χεῖμʼ ἀλεγεινὸν ἐπʼ Ἀργείοισιν ὄρινον.

Now had the Argives all to the hallowed soil
Of Hellas won, by perils of the deep
Unscathed, but for Athena Daughter of Zeus
The Thunderer, and her indignation’s wrath.
When nigh Euboea’s windy heights they drew,
She rose, in anger unappeasable
Against the Locrian king, devising doom
Crushing and pitiless, and drew nigh to Zeus
Lord of the Gods, and spake to him apart
In wrath that in her breast would not be pent:
“Zeus, Father, unendurable of Gods
Is men’s presumption! They reck not of thee,
Of none of the Blessed reck they, forasmuch
As vengeance followeth after sin no more;
And ofttimes more afflicted are good men
Than evil, and their misery hath no end.
Therefore no man regardeth justice: shame
Lives not with men! And I, I will not dwell
Hereafter in Olympus, not be named
Thy daughter, if I may not be avenged
On the Achaeans’ reckless sin! Behold,
Within my very temple Oileus’ son
Hath wrought iniquity, hath pitied not
Cassandra stretching unregarded hands
Once and again to me; nor did he dread
My might, nor reverenced in his wicked heart
The Immortal, but a deed intolerable
He did. Therefore let not thy spirit divine
Begrudge mine heart’s desire, that so all men
May quake before the manifest wrath of Gods.”

Answered the Sire with heart-assuaging words:
“Child, not for the Argives’ sake withstand I thee;
But all mine armoury which the Cyclops’ might
To win my favour wrought with tireless hands,
To thy desire I give. O strong heart, hurl
A ruining storm thyself on the Argive fleet.”

449ὣς εἰπὼν στεροπήν τε θοὴν ὀλοόν τε κεραυνὸν 450καὶ βροντὴν στονόεσσαν ἀταρβέος ἀγχόθι κούρης θήκατο· τῆς δʼ ἄρα θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη. αὐτίκα δʼ αἰγίδα θοῦριν ἐδύσατο παμφανόωσαν, ἄρρηκτον βριαρήν τε καὶ ἀθανάτοισιν ἀγητήν· ἐν γάρ οἱ πεπόνητο κάρη βλοσυροῖο Μεδούσης 455σμερδαλέον· κρατεροὶ δὲ καὶ ἀκαμάτου πυρὸς ὁρμὴν λάβρον ἀποπνείοντες ἔσαν καθύπερθε δράκοντες· ἔβραχε δʼ αἰγὶς ἅπασα περὶ στήθεσσιν ἀνάσσης, οἷον ὅτε στεροπῇσιν ἐπιβρέμει ἄσπετος αἰθήρ. λάζετο δʼ ἔντεα πατρός, ἅπερ θεὸς οὔτις ἀείρει 460νόσφι Διὸς μεγάλοιο· τίναξε δὲ μακρὸν Ὄλυμπον· σὺν δʼ ἔχεεν νεφέλας τε καὶ ἠέρα πᾶσαν ὕπερθε· νὺξ δʼ ἐχύθη περὶ γαῖαν, ἐπήχλυσεν δὲ θάλασσα· Ζεὺς δὲ μέγʼ εἰσορόων ἐπετέρπετο· κίνυτο δʼ εὐρὺς οὐρανὸς ἀμφὶ πόδεσσι θεῆς· περὶ δʼ ἔβραχεν αἰθήρ, 465ὡς Διὸς ἀκαμάτοιο ποτὶ κλόνον ἐμμεμαῶτος. ἡ δʼ ἄφαρ ἠερόεντος ὑπὲρ πόντοιο φέρεσθαι οὐρανόθεν προέηκεν ἐς Αἴολον ἄμβροτον Ἶριν, ὄφρʼ ἀνέμους ἅμα πάντας ἐπιβρίσαντας ἰάλλῃ ἐλθέμεναι κραναοῖο Καφηρέος ἐγγύθεν ἄκρων 470νωλεμέως χριμφθέντας, ἀνοιδῆναί τε θάλασσαν, λευγαλέῃς ῥιπῇσι μεμηνότας. ἡ δʼ ἀΐουσα ἐσσυμένως οἴμησε περιγναμφθεῖσα νέφεσσι· φαίης κεν πῦρ ἔμμεν ἅμʼ ἠέρι καὶ μέλαν ὕδωρ. ἵκετο δʼ Αἰολίην, ἀνέμων ὅθι λάβρον ἀέντων 475ἄντρα πέλει στυφελῇσιν ἀρηράμενʼ ἀμφὶ πέτρῃσι κοῖλα καὶ ἠχήεντα· δόμοι δʼ ἄγχιστα πέλονται Αἰόλου Ἱπποτάδαο. κίχεν δέ μιν ἔνδον ἐόντα σύν τʼ ἀλόχῳ καὶ παισὶ δυώδεκα· καί οἱ ἔειπεν, ὁππόσʼ Ἀθηναίη Δαναῶν ἐπεμήδετο νόστῳ. 480αὐτὰρ ὅ γʼ οὐκ ἀπίθησε, μολὼν δʼ ἔκτοσθε μελάθρων χερσὶν ὑπʼ ἀκαμάτῃσιν ὅρος μέγα τύψε τριαίνῃ, ἔνθʼ ἄνεμοι κελαδεινὰ δυσηχέες ηὐλίζοντο ἐν κενεῷ κευθμῶνι· περίαχε δʼ αἰὲν ἰωὴ βρυχομένη ἀλεγεινά· βίῃ δʼ ἔρρηξε κολώνην. 485οἱ δʼ ἄφαρ ἐξεχέοντο· κέλευσε δὲ πάντας ἐρεμνὴν λαίλαπα συμφορέοντας ἀήμεναι, ὄφρʼ ἀλεγεινὸν ὀρνυμένης ἁλὸς οἶδμα Καφηρέος ἄκρα καλύψῃ. οἱ δὲ θοῶς ὤρνυντο πάρος βασιλῆος ἀκοῦσαι πᾶν ἔπος· ἐσσυμένοισι δʼ ἐπεστενάχιζε θάλασσα 490ἄσχετον· ἠλιβάτοισι δʼ ἐοικότα κύματʼ ὄρεσσιν ἄλλοθεν ἄλλα φέροντο. κατεκλάσθη δʼ ἄρʼ Ἀχαιῶν θυμὸς ἐνὶ στέρνοισιν, ἐπεὶ νέας ἄλλοτε μέν που ὑψηλὴν φέρε κῦμα διʼ ἠέρος, ἄλλοτε δʼ αὖτε οἷα κατὰ κρημνοῖο κυλινδομένας φορέεσκε 495βυσσόν ἐς ἠερόεντα· βίη δέ τις ἄσχετος αἰεὶ ψάμμον ἀναβλύζεσκε διοιγομένοιο κλύδωνος. οἱ δʼ ἄρʼ ἀμηχανίη βεβολημένοι οὔτʼ ἐπʼ ἐρετμῷ χεῖρα βαλεῖν ἐδύναντο τεθηπότες οὔτʼ ἄρα λαίφη ἔσθενον ἀμφὶ κέρα λελιημένοι εἰρύσσασθαι 500ῥηγνύμενʼ ἐξ ἀνέμων, οὐδʼ ἔμπαλιν ἰθύνασθαι ἐς πλόον· ἀργαλέαι γὰρ ἐπεκλονέοντο θύελλαι· οὐδὲ κυβερνήτῃσι πέλεν μένος εἰσέτι νηῶν χερσὶν ἐπισταμένῃσι θοῶς οἰήϊα νωμᾶν· πάντα γὰρ ἄλλυδις ἄλλα κακαὶ διέχευον ἄελλαι. 505οὐδέ τις ἐλπωρὴ βιότου πέλεν, οὕνεκʼ ἐρεμνὴ νὺξ ἅμα καὶ μέγα χεῖμα καὶ ἀθανάτων χόλος αἰνὸς ὦρτο· Ποσειδάων γὰρ ἀνηλέα πόντον ὄρινεν ἦρα κασιγνήτοιο φέρων ἐρικυδέϊ κούρῃ, ἥ ῥα καὶ αὐτὴ ὕπερθεν ἀμείλιχα μαιμώωσα 510θῦνε μετʼ ἀστεροπῇσιν· ἐπέκτυπε δʼ οὐρανόθεν Ζεὺς κυδαίνων ἀνὰ θυμὸν ἑὸν τέκος, ἀμφὶ δὲ πᾶσαι νῆσοί τʼ ἤπειροί τε κατεκλύζοντο θαλάσσῃ Εὐβοίης οὐ πολλὸν ἀπόπροθεν, ᾗχι μάλιστα τεῦχεν ἀμειλίκτοισιν ἐπʼ ἄλγεσιν ἄλγεα δαίμων 515Ἀργείοις. στοναχὴ δὲ καὶ οἰμωγὴ κατὰ νῆας ἔπλετʼ ἀπολλυμένων· κανάχιζε δὲ δούρατα νηῶν ἀγνυμένων· αἱ γάρ ῥα συνωχαδὸν ἀλλήλῃσιν αἰὲν ἐπερρήγνυντο· πόνος δʼ ἄπρηκτος ὀρώρει· καί ῥʼ οἱ μὲν κώπῃσιν ἀπωσέμεναι μεμαῶτες 520νῆας ἐπεσσυμένας αὐτοῖς ἅμα δούρασι λυγροὶ κάππεσον ἐς μέγα βένθος, ἀμειλίκτῳ δʼ ὑπὸ πότμῳ κάτθανον, οὕνεκʼ ἄρα σφιν ἐπέχραον ἄλλοθεν ἄλλα νηῶν δούρατα μακρά· συνηλοίηντο δὲ πάντων σώματα λευγαλέως· οἱ δʼ ἐν νήεσσι πεσόντες 525κεῖντο καταφθιμένοισιν ἐοικότες· οἱ δʼ ὑπʼ ἀνάγκης νήχοντʼ ἀμφιπεσόντες ἐϋξέστοισιν ἐρετμοῖς· ἄλλοι δʼ αὖ σανίδεσσιν ἐπέπλεον· ἔβραχε δʼ ἅλμη βυσσόθεν, ὥστε θάλασσαν ἰδʼ οὐρανὸν ἠδὲ καὶ αἶαν φαίνεσθʼ ἀλλήλοισιν ὁμῶς συναρηρότα πάντα.

Then down before the aweless Maid he cast
Swift lightning, thunder, and deadly thunderbolt;
And her heart leapt, and gladdened was her soul.
She donned the stormy Aegis flashing far,
Adamantine, massy, a marvel to the Gods,
Whereon was wrought Medusa’s ghastly head,
Fearful: strong serpents breathing forth the blast
Of ravening fire were on the face thereof.
Crashed on the Queen’s breast all the Aegis-links,
As after lightning crashes the firmament.
Then grasped she her father’s weapons, which no God
Save Zeus can lift, and wide Olympus shook.
Then swept she clouds and mist together on high;
Night over earth was poured, haze o’er the sea.
Zeus watched, and was right glad as broad heaven’s floor
Rocked ‘neath the Goddess’s feet, and crashed the sky,
As though invincible Zeus rushed forth to war.
Then sped she Iris unto Acolus,
From heaven far-flying over misty seas,
To bid him send forth all his buffering winds
O’er iron-bound Caphereus’ cliffs to sweep
Ceaselessly, and with ruin of madding blasts
To upheave the sea. And Iris heard, and swift
She darted, through cloud-billows plunging down—
Thou hadst said: “Lo, in the sky dark water and fire!”
And to Aeolia came she, isle of caves,
Of echoing dungeons of mad-raging winds
With rugged ribs of mountain overarched,
Whereby the mansion stands of Aeolus
Hippotas’ son. Him found she therewithin
With wife and twelve sons; and she told to him
Athena’s purpose toward the homeward-bound
Achaeans. He denied her not, but passed
Forth of his halls, and in resistless hands
Upswung his trident, smiting the mountain-side
Within whose chasm-cell the wild winds dwelt
Tempestuously shrieking. Ever pealed
Weird roarings of their voices round its vaults.
Cleft by his might was the hill-side; forth they poured.
He bade them on their wings bear blackest storm
To upheave the sea, and shroud Caphereus’ heights.
Swiftly upsprang they, ere their king’s command
Was fully spoken. Mightily moaned the sea
As they rushed o’er it; waves like mountain-cliffs
From all sides were uprolled. The Achaeans’ hearts
Were terror-palsied, as the uptowering surge
Now swung the ships up high through palling mist,
Now hurled them rolled as down a precipice
To dark abysses. Up through yawning deeps
Some power resistless belched the boiling sand
From the sea’s floor. Tossed in despair, fear-dazed,
Men could not grasp the oar, nor reef the sail
About the yard-arm, howsoever fain,
Ere the winds rent it, could not with the sheets
Trim the torn canvas, buffeted so were they
By ruining blasts. The helmsman had no power
To guide the rudder with his practised hands,
For those ill winds hurled all confusedly.
No hope of life was left them: blackest night,
Fury of tempest, wrath of deathless Gods,
Raged round them. Still Poseidon heaved and swung
The merciless sea, to work the heart’s desire
Of his brother’s glorious child; and she on high
Stormed with her lightnings, ruthless in her rage.
Thundered from heaven Zeus, in purpose fixed
To glorify his daughter. All the isles
And mainlands round were lashed by leaping seas
Nigh to Euboea, where the Power divine
Scourged most with unrelenting stroke on stroke
The Argives. Groan and shriek of perishing men
Rang through the ships; started great beams and snapped
With ominous sound, for ever ship on ship
With shivering timbers crashed. With hopeless toil
Men strained with oars to thrust back hulls that reeled
Down on their own, but with the shattered planks
Were hurled into the abyss, to perish there
By pitiless doom; for beams of foundering ships
From this, from that side battered out their lives,
And crushed were all their bodies wretchedly.
Some in the ships fell down, and like dead men
Lay there; some, in the grip of destiny,
Clinging to oars smooth-shaven, tried to swim;
Some upon planks were tossing. Roared the surge
From fathomless depths: it seemed as though sea, sky,
And land were blended all confusedly.

530ἡ δʼ ἄρʼ Οὐλύμποιο βαρύκτυπος Ἀτρυτώνη οὔτι καταισχύνεσκε βίην πατρός· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ ἴαχεν. ἡ δʼ Αἴαντι χόλον καὶ πῆμα φέρουσα ἔμβαλε νηὶ κεραυνόν· ἄφαρ δέ μιν ἄλλυδις ἄλλῃ ἐσκέδασεν διὰ τυτθά· περίαχε δʼ αἶα καὶ αἰθήρ· 535ἐκλύσθη δʼ ἄρα πᾶσα περίδρομος Ἀμφιτρίτη. οἱ δʼ ἔκτοσθε νεὸς πέσον ἀθρόοι· ἀμφὶ δʼ ἄρʼ αὐτοὺς κύματα μακρὰ φέροντο· περὶ στεροπῇσι δʼ ἀνάσσης αἴγλη μαρμαίρεσκε διὰ κνέφας ἀΐσσουσα· οἱ δʼ ἄποτον λάπτοντες ἁλὸς πολυηχέος ἅλμην 540θυμὸν ἀποπνείοντες ὑπὲρ πόντοιο φέροντο. Ληιάσιν δʼ ἄρα χάρμα καὶ ὀλλυμένῃσι τέτυκτο· καί ῥʼ αἱ μὲν κατέδυσαν ἔσω ἁλὸς ἀμφιβαλοῦσαι χεῖρας ἑοῖς τεκέεσσι δυσάμμοροι· αἱ δʼ ἀλεγεινὰ δυσμενέων περὶ κρᾶτα βάλον χέρας, οἷς ἅμα λυγραὶ 545σπεῦδον ἀποφθίσασθαι ἑῆς ἀντάξια λώβης τινύμεναι Δαναούς· ἡ δʼ ὑψόθεν εἰσορόωσα τέρπεθʼ ἑὸν κατὰ θυμὸν ἀγαυὴ Τριτογένεια.

Still from Olympus thundering Atrytone
Wielded her Father’s power unshamed, and still
The welkin shrieked around. Her ruin of wrath
Now upon Aias hurled she: on his ship
Dashed she a thunderbolt, and shivered it
Wide in a moment into fragments small,
While earth and air yelled o’er the wreck, and whirled
And plunged and fell the whole sea down thereon.
They in the ship were all together flung
Forth: all about them swept the giant waves,
Round them leapt lightnings flaming through the dark.
Choked with the strangling surf of hissing brine,
Gasping out life, they drifted o’er the sea.

But even in death those captive maids rejoiced,
As some ill-starred ones, clasping to their breasts
Their babes, sank in the sea; some flung their arms
Round Danaans’ horror-stricken heads, and dragged
These down with them, so rendering to their foes
Requital for foul outrage down to them.
And from on high the haughty Trito-born
Looked down on all this, and her heart was glad.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.