Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 12.214–345: The Argives enter the Wooden Horse

Odysseus asks for volunteers and Sinon offers himself, and Nestor urges the chiefs on. Neoptolemus is the first to enter the Horse, and the poet names the others who follow. The rest of the army burns their tents and sails off to Tenedos.

Lines 12.214–345 · 1118 words · click a number to copy its link
214ὣς φάτο· τοὶ δʼ ἐπίθοντο Διὸς τρομέοντες ὁμοκλήν, 215ὑσμίνης δʼ ἴσχοντο, χόλον δʼ ἀπὸ νόσφι Βάλοντο ἀργαλέον, φιηότητα δʼ ὁμήθεα ποιήσαντο· καί ῥʼ οἱ μὲν νίσσοντο πρὸς οὐρανόν, οἱ δʼ ἁλὸς εἴσω, οἱ δʼ ἀνὰ γαῖαν ἔμιμνον. ἐϋπτολέμοιστ δʼ Ἀχαιοῖς υἱὸς Λαέρταο πύκα φρονέων φάτο μῦθον· 220ὦ κλυτοὶ Ἀργείων σημάντορες ὀβριμόθυμοι, νῦν μοι ἐελδομένῳ τεκμήρατε, οἵτινές ἐστε ἐκπάγλως κρατεροὶ καὶ ἀμύμονες· ἦ γὰρ ἱκάνει ἔργον ἀναγκαίης· ἀλλὰ μνησώμεθʼ Ἄρηος, ἐς δʼ ἵππον βαίνωμεν ἐΰξοον, ὄφρα κε τέκμωρ 225εὕρωμεν πολέμοιο δυσηχέος· ὣς γάρ ἄμεινον ἔσσεται ἤν κε δόλῳ καὶ μήδεσιν ἀργαλέοισιν ἄστυ μέγʼ ἐκπέρσωμεν, οὖ εἵνεκα δεῦρο μολόντες πάσχομεν ἄλγεα πολλὰ φίλης ἀπὸ τηλόθι γαίης. ἀλλʼ ἄγε δή, μένος ἠΰ καὶ ἄλκιμον ἐν φρεσί θέντες […] 230καὶ γάρ τις κατὰ δῆριν ἀνιηρῇ ὑπʼ ἀνάγκῃ θαρσήσας ἀνὰ θυμὸν ἀμείνονα φῶτα κατέκτα χειρότερος γεγαώς· μάλα γὰρ μέγα θυμὸν ἀέξει θάρσος, ὅ πέρ τε μάλιστα πέλει κλέος ἀνθ ρώποισιν. ἀλλʼ ἄγʼ, ἀριστῆες μὲν ἐῢν λόχου ἐντύνεσθε· 235οἱ δʼ ἄλλοι Τενέδοιο πρὸς ἱερὸν ἄστυ μολόντες μιμνέμεν, εἰσόκεν ἄμμε ποτὶ πτόλιν εἰρύσσωσι δήϊοι ἐλπόμενοι Τριτωνίδι δῶρον ἄγεσθαι. αἰζηῶν δέ τις ἐσθλός, ὃν οὐ σάφα Τρῶες ἴσασι, μιμνέτω ἄγχʼ ἵπποιο σιδήρεον ἐνθέμενος κῆρ· 240καί οἱ πάντα μέλοιτο μάλʼ ἔμπεδον, ὁππόσʼ ἔγωγε πρόσθʼ ἐφάμην· καὶ μή τι περὶ φρεσὶν ἄλλο νοήσῃ, ὄφρα μὴ ἀμφαδὰ Τρωσὶν Ἀχαιῶν ἔργα πέληται. ὣς φάτο· τὸν δὲ Σίνων ἀπαμείβετο κύδιμος ἀνὴρ ἄλλων δειδιότων· μάλα γὰρ μέγα ἔργον ἔμελλεν 245ἐκτελέειν· τῷ καί μιν ἐϋφρονέοντʼ ἀνὰ θυμὸν εὐρὺς ἀγάσσατο λαός· ὁ δʼ ἐν μέσσοισιν ἔειπεν· ὦ Ὀδυσεῦ καὶ πάντες Ἀχαιῶν φέρτατοι υἷες, ἔργον μὲν τόδʼ ἔγωγε λιλαιομένοισι τελέσσω, εἰ καὶ ἀεικίζωσι καὶ εἰ πυρὶ μητιόωνται 250βάλλειν ζωὸν ἐόντα· τὸ γάρ νύ μοι εὔαδε θυμῷ, ἢ θανέειν δηΐοισιν ὑπʼ ἀνδράσιν, ἢ ὑπαλύξαι Ἀργείοις μέγα κῦδος ἐελδομένοισι φέροντα.

Dreading Zeus’ menace gave they heed to her,
From strife refrained, and cast away their wrath,
And were made one in peace and amity.
Some heavenward soared, some plunged into the sea,
On earth stayed some. Amid the Achaean host
Spake in his subtlety Laertes’ son:
“O valorous-hearted lords of the Argive host,
Now prove in time of need what men ye be,
How passing-strong, how flawless-brave! The hour
Is this for desperate emprise: now, with hearts
Heroic, enter ye yon carven horse,
So to attain the goal of this stern war.
For better it is by stratagem and craft
Now to destroy this city, for whose sake
Hither we came, and still are suffering
Many afflictions far from our own land.
Come then, and let your hearts be stout and strong
For he who in stress of fight hath turned to bay
And snatched a desperate courage from despair,
Oft, though the weaker, slays a mightier foe.
For courage, which is all men’s glory, makes
The heart great. Come then, set the ambush, ye
Which be our mightiest, and the rest shall go
To Tenedos’ hallowed burg, and there abide
Until our foes have haled within their walls
Us with the Horse, as deeming that they bring
A gift unto Tritonis. Some brave man,
One whom the Trojans know not, yet we lack,
To harden his heart as steel, and to abide
Near by the Horse. Let that man bear in mind
Heedfully whatsoe’er I said erewhile.
And let none other thought be in his heart,
Lest to the foe our counsel be revealed.”

Then, when all others feared, a man far-famed
Made answer, Sinon, marked of destiny
To bring the great work to accomplishment.
Therefore with worship all men looked on him,
The loyal of heart, as in the midst he spake:
“Odysseus, and all ye Achaean chiefs,
This work for which ye crave will I perform—
Yea, though they torture me, though into fire
Living they thrust me; for mine heart is fixed
Not to escape, but die by hands of foes,
Except I crown with glory your desire.”

253ὣς φάτο θαρσαλέως· μέγα δʼ Ἀργεῖοι κεχάροντο· καί τις ἔφη· ὡς τῷδε θεὸς μέγα θάρσος ἔδωκε 255σήμερον· οὐ γὰρ πρόσθεν ἔην θρασύς· ἀλλά ἑ δαίμων ὀτρύνει πάντεσσι κακὸν Τρώεσσι γενέσθαι ἢ νῶιν· νῦν γάρ που ὀΐομαι ἐσσυμένως περ ἀργαλέου πολέμοιο τέκμωρ ἀΐδηλον ἔσεσθαι. ὣς ἄρʼ ἔφη κατὰ λαὸν ἀρηϊφίλων τις Ἀχατῶν· 260Νέστωρ δʼ αὖθʼ ἑτέρωθεν ἐποτρύνων μετέειπε· νῦν χρειώ, φίλα τέκνα , βίης καὶ θάρσεος ἐσθλοῦ· νῦν γὰρ τέρμα πόνοιο θεοὶ καὶ ἀμύμονα νίκην ἧμιν ἐελδομένοισι φίλας ἐς χεῖρας ἄγουσιν· ἀλλʼ ἄγε θαρσαλέως πολυχανδέος ἔνδοθεν ἵππου 265βαίνετʼ, ἐπεὶ μερόπεσσι κλέος μέγα θάρσος ὀπάξει· ὡς ὄφελον μέγα κάρτος ἐμοῖς ἔτι γούνασι κεῖτο, οἶον ὅτʼ Αἴσονος υἱὸς ἔσω νεὸς ὠκυπόροιο Ἀργῴης καλέεσκεν ἀριστέας, ὁππότʼ ἔγωγε πρῶτος ἀριστήων καταβήμεναι ὁρμαίνεσκον, 270εἰ μὴ ἄρʼ ἀντίθεος Πελίης ἀέκοντά μʼ ἔρυκε· νῦν δέ με γῆρας ἔπεισι πολύστονον· ἀλλʼ ἄρα καὶ ὥς, ὡς νέος ἡβώων, καταβήσομαι ἔνδοθεν ἵππου θαρσαλέως· θάρσος δὲ κλέος καὶ κῦδος ὁπάσσει. ὣς φάμενον προσέειπε πάϊς ξανθοῦ Ἀχιλῆος· 275ὧ Νέστορ, σὺ μέν ἐσσὶ νόῳ προφερέστατος ἀνδρῶν πάντων· ἀλλά σε γῆρας ἀμείλιχον ἀμφιμέμαρπεν, οὐδέ τοι ἔμπεδός ἐστι βίη χατέοντι πόνοιο· τῷ σε χρὴ Τενέδοιο πρὸς ῇόνας ἀπονέεσθαι· ἐς δὲ λόχον νέοι ἄνδρες ἔθʼ ὑσμίνης ἀκόρητοι 280βησόμεθʼ ὡς σύ, γεραιέ, λιλαιομένοις ἐπιτέλλεις.

Stoutly he spake: right glad the Argives were;
And one said: “How the Gods have given to-day
High courage to this man! He hath not been
Heretofore valiant. Heaven is kindling him
To be the Trojans’ ruin, but to us
Salvation. Now full soon, I trow, we reach
The goal of grievous war, so long unseen.”

So a voice murmured mid the Achaean host.
Then, to stir up the heroes, Nestor cried:
“Now is the time, dear sons, for courage and strength:
Now do the Gods bring nigh the end of toil:
Now give they victory to our longing hands.
Come, bravely enter ye this cavernous Horse.
For high renown attendeth courage high.
Oh that my limbs were mighty as of old,
When Aeson’s son for heroes called, to man
Swift Argo, when of the heroes foremost I
Would gladly have entered her, but Pelias
The king withheld me in my own despite.
Ah me, but now the burden of years—O nay,
As I were young, into the Horse will I
Fearlessly! Glory and strength shall courage give.”

Answered him golden-haired Achilles’ son:
“Nestor, in wisdom art thou chief of men;
But cruel age hath caught thee in his grip:
No more thy strength may match thy gallant will;
Therefore thou needs must unto Tenedos’ strand.
We will take ambush, we the youths, of strife
Insatiate still, as thou, old sire, dost bid.”

281ὣς φάτο· τοῦ δʼ ἄγχιστα κιὼν Νηλήιος υἱὸς ἀμφοτέρας οἱ ἔκυσσε χέρας κεφαλήν τʼ ἐφύπερθεν, οὕνεχʼ ὑπέσχετο πρῶτος ἐς εὐρέα δύμεναι ἵππον, αὐτὸν δʼ αὖτε κέλευε γεραίτερον ἔκτοθι μίμνειν 285ἄλλοις σὺν Δαναοῖσιν· ἐέλδετο γὰρ πονέεσθαι· καί ῥά μιν ἰωχμοῖο λιλαιόμενον προσέειπεν· ἐσσὶ πατρὸς κείνοιο βίῃ καὶ εΰφρονι μύθῳ ἀντιθέου Ἀχιλῆος· ἔολπα δὲ σῇσι χέρεσσιν Ἀργείους Πριάμοιο διαπραθέειν κλυτὸν ἄστυ· 290ὀψὲ δʼ ἄρʼ ἐκ καμάτοιο μέγα κλέος ἔσσεται ἡμῖν πολλὰ πονησαμένοισι κατὰ κλόνον ἄλγεα λυγρά· ἄλγεα μὲν παρὰ ποσσὶ θεοὶ θέσαν ἀνθρώποισιν, ἐσθλὰ δὲ πολλὸν ἄπωθε· πόνον δʼ ἐς μέσσον ἔλασσαν· τούνεκα ῥηιδίη μέν ἐς ἀργαλέην κακότητα 295αἰζηοῖσι κέλευθος, ἀνιηρὴ δʼ ἐπὶ κῦδος, μέσφʼ ὅτε τις στονόεντα πόνον διὰ ποσσὶ περήσῃ. ὣς φάτο· τὸν δʼ Ἀχιλῆος ἀμείβετο κύδιμος υἱός· ὦ γέρον, ὡς σύ γʼ ἔολπας ἐνὶ φρεσί, τοῦτο πέλοιτο ἡμῖν εὐχομένοισιν, ἐπεὶ πολὺ λώιον οὕτως· 300εἰ δʼ ἑτέρως ἐθέλουσι θεοί , καὶ τοῦτο τετύχθω· βουλοίμην γὰρ ὑπʼ Ἄρεϊ ἐϋκλειῶς ἀπολέσθαι, ἠὲ φυγὼν Τροίηθεν ὀνείδεα πολλὰ φέρεσθαι. ὣς εἰπὼν ὤμοισι κατʼ ἄμβροτα θήκατο τεύχη πατρὸς ἑοῦ· τοὶ δʼ αἶψα καὶ αὐτοὶ θωρήχθησαν 305ἡρώων οἱ ἄριστοι, ὅσοις θρασὺς ἔπλετο θυμός. τούς μοι νῦν καθʼ ἕκαστον ἀνειρομένῳ σάφα Μοῦσαι ἔσπεθʼ , ὅσοι κατέβησαν ἄσω πολυχανδέος ἵππου· ὑμεῖς γὰρ πᾶσάν μοι ἐνὶ φρεσὶ θήκατʼ ἀοιδήν, πρίν μοι ἔτʼ ἀμφὶ παρειὰ κατασκίδνασθαι ἴουλον, 310σμύρνης ἐν δαπέδοισι περικλυτὰ μῆλα νέμοντι τρὶς τόσον Ἑρμοῦ ἄπωθεν, ὅσον βοόωντος ἀκοῦσαι, Ἀρτέμιδος περὶ νηὸν Ἐλευθερίῳ ἐνὶ κήπῳ, οὔρεΐ τʼ οὔτε λίην χθαμαλῷ οὔθʼ ὑψόθι πολλῷ.

Then strode the son of Neleus to his side,
And kissed his hands, and kissed the head of him
Who offered thus himself the first of all
To enter that huge horse, being peril-fain,
And bade the elder of days abide without.
Then to the battle-eager spake the old:
“Thy father’s son art thou! Achilles’ might
And chivalrous speech be here! O, sure am I
That by thine hands the Argives shall destroy
The stately city of Priam. At the last,
After long travail, glory shall be ours,
Ours, after toil and tribulation of war;
The Gods have laid tribulation at men’s feet
But happiness far off, and toil between:
Therefore for men full easy is the path
To ruin, and the path to fame is hard,
Where feet must press right on through painful toil.”

He spake: replied Achilles’ glorious son:
“Old sire, as thine heart trusteth, be it vouchsafed
In answer to our prayers; for best were this:
But if the Gods will otherwise, be it so.
Ay, gladlier would I fall with glory in fight
Than flee from Troy, bowed ‘neath a load of shame.”

Then in his sire’s celestial arms he arrayed
His shoulders; and with speed in harness sheathed
Stood the most mighty heroes, in whose healers
Was dauntless spirit. Tell, ye Queens of Song,
Now man by man the names of all that passed
Into the cavernous Horse; for ye inspired
My soul with all my song, long ere my cheek
Grew dark with manhood’s beard, what time I fed
My goodly sheep on Smyrna’s pasture-lea,
From Hermus thrice so far as one may hear
A man’s shout, by the fane of Artemis,
In the Deliverer’s Grove, upon a hill
Neither exceeding low nor passing high.

314πρῶτος μὲν κατέβαινεν ἐς ἵππον κητώεντα 315υἱὸς Ἀχιλλῆος, σὺν δὲ κρατερὸς Μενέλαος ἠδʼ Ὀδυσεὺς Σθένελός τε καὶ ἀντίθεος Διομήδης· βῆ δὲ Φιλοκτήτης τε καὶ Ἄντικλος ἠδὲ Μενεσθεύς, σὺν δὲ Θόας ἐρίθυμος ἰδὲ ξανθὸς Πολυποίτης, Αἴας τʼ Εὐρύπυλός τε καὶ ἰσόθεος Θρασυμήδης, 320Μηριόνης τε καὶ Ἰδομενεὺς ἀριδεικέτω ἄμφω, σὺν δʼ ἄρʼ ἐϋμμελίης Ποδαλείριος Εὐρύμαχός τε Τεῦκρός τʼ ἀντίθεος καὶ Ἰάλμενος ὀβριμόθυμος, Θάλπιος Ἀντίμαχός τε μενεπτόλεμός τε Λεοντεύς· σὺν δʼ Εὔμηλος ἔβη θεοείκελος Εὐρύαλός τε 325Δημοφόων τε καὶ Ἀμφίμαχος κρατερός τʼ Ἀγαπήνωρ, σὺν δʼ Ἀκάμας τε Μέγης τε κραταιοῦ Φυλέος υἱός· ἄλλοι δʼ αὖ κατέβαινον, ὅσοι ἔσαν ἔξοχʼ ἄριστοι, ὅσσους χάνδανεν ἵππος ἐΰξοος ἐντὸς ἐέργειν. ἐν δέ σφιν πύματος κατεβήσατο δῖος Ἐπειός, 330ὅς ῥα καὶ ἵππον ἔτευξεν· ἐπίστατο δʼ ᾦ ἐνὶ θυμῷ ἠμὲν ἀναπτύξαι κείνου πτύχας ἠδʼ ἐπερεῖσαι· τοὔνεκα δὴ πάντων βῆ δεύτατος· εἴρυσε δʼ εἴσω κλίμακας, ᾖς ἀνέβησαν· ὁ δʼ αὖ μάλα πάντʼ ἐπερείσας αὐτοῦ πὰρ κληῖδι καθέζετο· τοὶ δὲ σιωπῇ 335πάντες ἔσαν μεσσηγὺς ὁμῶς νίκης καὶ ὀλέθρου. οἱ δʼ ἄλλοι νήεσιν ἐπέπλεον εὐρέα πόντον ἃς κλισίας πρήσαντες, ὅπῃ πάρος αὐτοὶ ἴαυον. τοῖσι δὲ κοιρανέοντε δύω κρατερόφρονε φῶτε σήμαινον, Νέστωρ τε καὶ αἰχμητὴς Ἀγαμέμνων· 340τοὺς δὲ καἰ ἐλδομένους καταβήμεναι ἔνδοθεν ἵππου Ἀργεῖοι κατέρυξαν, ἵνʼ ἐν νήεσσι μένοντες λαοῖς σημαίνωσιν, ἐπεὶ πολὺ λώιον ἄνδρες ἔργον ἐποίχονται, ὁπότʼ εἰσορόωσιν ἄνακτες· τοὔνεκʼ ἄρʼ ἔκτοθι μίμνον ἀριστῆές περ ἐόντες. 345οἱ δὲ θοῶς ἀφίκοντο πρὸς ἠιόνας Τενέδοιο·

Into that cavernous Horse Achilles’ son
First entered, strong Menelaus followed then,
Odysseus, Sthenelus, godlike Diomede,
Philoctetes and Menestheus, Anticlus,
Thoas and Polypoetes golden-haired,
Aias, Eurypylus, godlike Thrasymede,
Idomeneus, Meriones, far-famous twain,
Podaleirius of spears, Eurymachus,
Teucer the godlike, fierce Ialmenus,
Thalpius, Antimachus, Leonteus staunch,
Eumelus, and Euryalus fair as a God,
Amphimachus, Demophoon, Agapenor,
Akamas, Meges stalwart Phyleus’ son—
Yea, more, even all their chiefest, entered in,
So many as that carven Horse could hold.
Godlike Epeius last of all passed in,
The fashioner of the Horse; in his breast lay
The secret of the opening of its doors
And of their closing: therefore last of all
He entered, and he drew the ladders up
Whereby they clomb: then made he all secure,
And set himself beside the bolt. So all
In silence sat ‘twixt victory and death.

But the rest fired the tents, wherein erewhile
They slept, and sailed the wide sea in their ships.
Two mighty-hearted captains ordered these,
Nestor and Agamemnon lord of spears.
Fain had they also entered that great Horse,
But all the host withheld them, bidding stay
With them a-shipboard, ordering their array:
For men far better work the works of war
When their kings oversee them; therefore these
Abode without, albeit mighty men.
So came they swiftly unto Tenedos’ shore,
And dropped the anchor-stones, then leapt in haste
Forth of the ships, and silent waited there
Keen-watching till the signal-torch should flash.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.