Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 9.444–546: Philoctetes is healed

At the camp the Argives are glad to see him, and his wound is healed. Agamemnon asks his forgiveness and gives him gifts, and Philoctetes forgives. The Argives arm for battle at dawn.

Lines 9.444–546 · 939 words · click a number to copy its link
444οἱ δʼ ἄφαρ Ἑλλήσποντον ἐπʼ ἰχθυόεντʼ ἀφίκοντο, 445ᾗχι καὶ ἄλλαι νῆες ἔσαν· κεχάροντο δʼ Ἀχαιοί, ὡς ἴδον οὓς ποθέεσκον ἀνὰ στρατόν. οἱ δʼ ἄρα νηὸς ἀσπασίως ἀπέβησαν· ἔχεν δʼ ἄρα χεῖρας ἀραιὰς Ποίαντος θρασὺς υἱὸς ἐπʼ ἀνέρας, οἵ ῥά μιν ἄμφω λυγρὸν ἐπισκάζοντα ποτὶ χθόνα δῖαν ἄγεσκον 450ἀμφοτέρων κρατερῇσιν ἐπικλινθέντα χέρεσσιν· ἠΰτʼ ἐνὶ ξυλόχοισιν ἐς ἥμισυ μέχρι κοπεῖσαν φηγὸν ὑφʼ ὑλοτόμοιο βίης ἤ πίονα πεύκην τυτθὸν ἔθʼ ἑστηυῖαν, ὅσον λίπε δρυτόμος ἀνὴρ. πρέμνον ὑποτμήγων λιπαρόν, δάος ὄφρα πέληται 455πίσσα πυρὶ δμηθεῖσα κατʼ οὔρεα, τὴν δʼ ἀλεγεινῶς ἀχθομένην ἄνεμός τε καὶ ἀδρανίη ποτικλίνῃ ἔρνεσιν εὐθαλέεσσι, φέρουσι δέ μιν βαρέουσαν· ὣς ἄρʼ ὑπʼ ἀτλήτῳ βεβαρημένον ἄλγεϊ φῶτα θαρσαλέοι ἥρωες ἐπικλινθέντα φέρεσκον Ἀργείων ἐς ὅμιλον ἀρήιον· οἱ δʼ ἐσιδόντες 460ᾤκτειραν μάλα πάντες ἑκηβόλον ἀνέρα λυγρῷ ἕλκεϊ τειρόμενον· τὸν δὲ στερεὸν καὶ ἄνουσον ὠκύτερον ποίησε νοήματος αἰψηροῖο ἶσος ἐπουρανίοις Ποδαλείριος, εὖ μὲν ὕπερθε πάσσων φάρμακα πολλὰ καθʼ ἕλκεος, εὖ δὲ κικλήσκων 465οὔνομα πατρὸς ἑοῖο· θοῶς δʼ ἰάχησαν Ἀχαιοὶ πάντες κυδαίνοντες ὁμῶς Ἀσκληπιοῦ υἷα. καί μιν φαιδρύναντο καὶ ἀμφί ἑ χρῖσαν ἐλαίῳ προφρονέως· ὀλοὴ δὲ κατηφείη καὶ ὀϊζὺς ἀθανάτων ἰότητι κατέφθιτο· τοὶ δʼ ἀνὰ θυμὸν 470τέρποντʼ εἰσορόωντες· ὁ δʼ ἄμπνυεν ἐκ κακότητος· ἀχροίῃ δʼ ἄρʼ ἔρευθος ἐπήλυθεν, ἀργαλέῃ δὲ ἀδρανίῃ μέγα κάρτος· ἀέξετο δʼ ἅψεα πάντα. ὡς δʼ ὁπότʼ ἀλδαίνηται ἐπὶ σταχύεσσιν ἄρουρα, ἣν τὸ πάρος φθινύθουσαν ἐπέκλυσε χείματος αἰνοῦ 475ὄμβρος ἐπιβρίσας, ἡ δʼ ἀλδομένη ἀνέμοισι μειδιάᾳ τεθαλυῖα πολυκμήτῳ ἐν ἀλωῇ· ὣς ἄρα τειρομένοιο Φιλοκτήταο πάροιθε πᾶν δέμας αἶψʼ ἀνέθηλεν· ἐϋτροχάλῳ δʼ ἐνὶ κοίλῃ κάλλιπε κήδεα πάντα, τά οἱ περιδάμνατο θυμόν.

Full soon to fish-fraught Hellespont they came
And the far-stretching ships. Glad were the Greeks
To see the longed-for faces. Forth the ship
With joy they stepped; and Poeas’ valiant son
On those two heroes leaned thin wasted hands,
Who bare him painfully halting to the shore
Staying his weight upon their brawny arms.
As seems mid mountain-brakes an oak or pine
By strength of the woodcutter half hewn through,
Which for a little stands on what was left
Of the smooth trunk by him who hewed thereat
Hard by the roots, that its slow-smouldering wood
Might yield him pitch—now like to one in pain
It groans, in weakness borne down by the wind,
Yet is upstayed upon its leafy boughs
Which from the earth bear up its helpless weight;
So by pain unendurable bowed down
Leaned he on those brave heroes, and was borne
Unto the war-host. Men beheld, and all
Compassionated that great archer, crushed
By anguish of his hurt. But one drew near,
Podaleirius, godlike in his power to heal.
Swifter than thought he made him whole and sound;
For deftly on the wound he spread his salves,
Calling on his physician-father’s name;
And soon the Achaeans shouted all for joy,
All praising with one voice Asclepius’ son.
Lovingly then they bathed him, and with oil
Anointed. All his heaviness of cheer
And misery vanished by the Immortals’ will;
And glad at heart were all that looked on him;
And from affliction he awoke to joy.
Over the bloodless face the flush of health
Glowed, and for wretched weakness mighty strength
Thrilled through him: goodly and great waxed all his limbs.
As when a field of corn revives again
Which erst had drooped, by rains of ruining storm
Down beaten flat, but by warm summer winds
Requickened, o’er the laboured land it smiles,
So Philoctetes’ erstwhile wasted frame
Was all requickened:—in the galley’s hold
He seemed to have left all cares that crushed his soul.

480Ἀτρεῖδαι δʼ ὁρόωντες ἅτʼ ἐκ θανάτου ἀνιόντα ἀνέρα θαυμάζεσκον· ἔφαντο γὰρ ἔμμεναι ἔργον ἀθανάτων· τὸ δʼ ἄρʼ ἦεν ἐτήτυμον, ὡς ἐνόησαν· καὶ γάρ οἱ μέγεθός τε καὶ ἀγλαΐην κατέχευεν ἐσθλὴ Τριτογένεια· φάνη δʼ ἄφαρ, οἷος ἔην περ 485τὸ πρὶν ἐν Ἀργείοισι πάρος κακότητι δαμῆναι. καὶ τότʼ ἄρʼ ἐς κλισίην Ἀγαμέμνονος ἀφνειοῖο πάντες ὁμῶς οἱ ἄριστοι ἄγον Ποιάντιον υἷα· καί μιν κυδαίνοντες ἐπʼ εἰλαπίνῃσι γέραιρον. ἀλλʼ ὅτε δὴ κορέσαντο ποτοῦ καὶ ἐδητύος ἐσθλῆς, 490δὴ τότε μιν προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων· ὦ φίλʼ, ἐπειδή περ σὲ θεῶν ἰότητι πάροιθε Δήμνῳ ἐν ἀμφιάλῳ λίπομεν, βλαφθέντε νόημα, μὴ δὴ νῦν χόλον αἰνὸν ἐνὶ φρεσὶ σῇσι βαλέσθαι· οὐ γάρ ἄνευ μακάρων τάδʼ ἐρέξαμεν, ἀλλά που αὐτοὶ 495ἤθελον ἀθάνατοι νῶιν κακὰ πολλὰ βαλέσθαι σεῦ ἀπὸ νόσφιν ἐόντος, ἐπεὶ περίοιδας ὀϊστοῖς δυσμενέας δάμνασθαι, ὅτʼ ἀντία σεῖο μάχονται. ἀνδράσι γὰρ βιότοιο πολυπλάγκτοιο κέλευθοι πᾶσαν ἀνʼ ἤπειρον πέλαγός τʼ ἀνὰ μακρὸν ἄϊστοι 500Μοιράων ἰότητι πολυσχιδέες τε πέλονται, πυκναί τε σκολιαί τε, τετραμμέναι ἄλλυδις ἄλλη· τῶν δὲ διʼ αἰζηοὶ φορέονθʼ ὑπὸ δαίμονος Αἴσῃ εἰδόμενοι φύλλοισιν ὑπὸ πνοιῇς ἀνέμοιο σευομένοις· ἀγαθὸς δὲ κακῇ ἐνέκυρσε κελεύθῳ 505πολλάκις, οὐκ ἐσθλὸς δʼ ἀγαθῇ· τὰς δʼ οὔτʼ ἀλέασθαι οὔτʼ ἄρ ἑκών τις ἑλέσθαι ἐπιχθόνιος δύνατʼ ἀνήρ· χρὴ δὲ σαόφρονα φῶτα, καὶ ἢν φορέηθʼ ὑπʼ ἀέλλαις οἴμην ἀργαλέην, στερεῇ φρενὶ τλῆναι ὀϊζύν. ἀλλʼ ἐπεὶ ἀασάμεσθα καὶ ἠλίτομεν τόδε ἔργον, 510ἐξαῦτις δώροισιν ἀρεσσόμεθʼ ἀπλήτοισι, Τρώων ἤν ποθʼ ἕλωμεν ἐϋκτίμενον πτολίεθρον· νῦν δὲ λάβʼ ἑπτὰ γυναῖκας ἐείκοσί τʼ ὠκέας ἵππους ἀθλοφόρους τρίποδάς τε δυώδεκα, τοῖς ἐπὶ θυμὸν τέρψεις ἤματα πάντα· καὶ ἐν κλισίῃσιν ἐμῇσιν 515αἰεί τοι παρὰ δαιτὶ γέρας βασιλήιον ἔσται.

And Atreus’ sons beheld him marvelling
As one re-risen from the dead: it seemed
The work of hands immortal. And indeed
So was it verily, as their hearts divined;
For ‘twas the glorious Trito-born that shed
Stature and grace upon him. Suddenly
He seemed as when of old mid Argive men
He stood, before calamity struck him down.
Then unto wealthy Agamemnon’s tent
Did all their mightiest men bring Poeas’ son,
And set him chief in honour at the feast,
Extolling him. When all with meat and drink
Were filled, spake Agamemnon lord of spears:
“Dear friend, since by the will of Heaven our souls
Were once perverted, that in sea-girt Lemnos
We left thee, harbour not thine heart within
Fierce wrath for this: by the blest Gods constrained
We did it; and, I trow, the Immortals willed
To bring much evil on us, bereft of thee,
Who art of all men skilfullest to quell
With shafts of death all foes that face thee in fight.
For all the tangled paths of human life,
By land and sea, are by the will of Fate
Hid from our eyes, in many and devious tracks
Are cleft apart, in wandering mazes lost.
Along them men by Fortune’s dooming drift
Like unto leaves that drive before the wind.
Oft on an evil path the good man’s feet
Stumble, the brave finds not a prosperous path;
And none of earth-born men can shun the Fates,
And of his own will none can choose his way.
So then doth it behove the wise of heart
Though on a troublous track the winds of fate
Sweep him away to suffer and be strong.
Since we were blinded then, and erred herein,
With rich gifts will we make amends to thee
Hereafter, when we take the stately towers
Of Troy: but now receive thou handmaids seven,
Fleet steeds two-score, victors in chariot-race,
And tripods twelve, wherein thine heart may joy
Through all thy days; and always in my tent
Shall royal honour at the feast be thine.”

516ὣς εἰπὼν ἥρωι πόρεν περικαλλέα δῶρα. τὸν δʼ ἄρα Ποίαντος προσέφη κρατερόφρονος υἱός· ὦ φίλος, οὔ τοι ἐγὼν ἔτι χώομαι, οὐδὲ μὲν ἄλλῳ Ἀργείων, τῶν εἴ τις ἔτʼ ἤλιτεν εἵνεκʼ ἐμεῖο· 520οἶδα γάρ, ὡς στρεπτὸς νόος ἀνδράσι γίνεται ἐσθλοῖς, οὐδʼ αἰεὶ χαλεπὸν θέμις ἔμμεναι οὐδʼ ἀσύφηλον, ἀλλʼ ὁτὲ μὲν σμερδνὸν τελέθειν, ὁτὲ δʼ ἤπιον εἶναι. νῦν δʼ ἴομεν ποτὶ κοῖτον, ἐπεὶ χατέοντι μάχεσθαι βέλτερον ὑπνώειν ἢ ἐπὶ πλέον εἰλαπινάζειν. 525ὣς εἰπών ἀπόρουσε καὶ ἐς κλισίην ἀφίκανε σφῶν ἑτάρων· οἱ δʼ αἶψα φιλοπτολέμῳ βασιλῆι εὐνὴν ἐντύνοντο μέγα φρεσὶ καγχαλόωντες· αὐτὰρ ὅ γʼ ἀσπασίως κατελέξατο μέχρις ἐπʼ ἠώ. νὺξ δʼ ἀνεχάσσατο δῖα· φάος δʼ ἐρύθηνε κολώνας 530ἠελίου, καὶ πάντα βροτοὶ περιποίπνυον ἔργα. Ἀργεῖοι δʼ ὀλοοῖο μέγʼ ἱέμενοι πολέμοιο οἱ μὲν δούρατα θῆγον ἐΰξοα, τοὶ δὲ βέλεμνα, ἄλλοι δʼ αἰγανέας· ἅμα δʼ ἠοῖ δαῖτα πένοντο αὐτοῖς ἠδʼ ἵπποισι· πάσαντο δὲ πάντες ἐδωδήν. 535τοῖσιν δὴ Ποίαντος ἀμύμονος ὄβριμος υἱός τοῖον ἔπος μετέειπεν ἐποτρύνων πονέεσθαι· εἰ δʼ ἄγε νῦν πολέμοιο μεδώμεθα· μηδέ τις ἡμέων μιμνέτω ἐν νήεσσι, πάρος κλυτὰ τείχεα λῦσαι Τροίης εὐπύργοιο, καταπρῆσαί τε πόληα. 540ὣς φάτο· τοῖσι δὲ θυμὸς ὑπὸ κραδίῃ μέγʼ ἰάνθη· δῦσαν δʼ ἐν τεύχεσσι καὶ ἀσπάσιν· ἐκ δʼ ἄρα νηῶν πανσυδίῃ μελίῃσι κεκασμένοι ἐσεύοντο καὶ βοέοις σακέεσσι καὶ ἀμφιφάλοις κορύθεσσιν· ἄλλος δʼ ἄλλον ἔρειδε κατὰ στίχας· οὐδέ κε φαίης 545κείνων ἐσσυμένων ἑκὰς ἔμμεναι ἄλλον ἀπʼ ἄλλου· ὣς ἄρʼ ἴσαν θαμινοὶ καὶ ἀρηρότες ἀλλήλοισι

He spake, and gave the hero those fair gifts.
Then answered Poeas’ mighty-hearted son;
“Friend, I forgive thee freely, and all beside
Whoso against me haply hath trangressed.
I know how good men’s minds sometimes be warped:
Nor meet it is that one be obdurate
Ever, and nurse mean rancours: sternest wrath
Must yield anon unto the melting mood.
Now pass we to our rest; for better is sleep
Than feasting late, for him who longs to fight.”

He spake, and rose, and came to his comrades’ tent;
Then swiftly for their war-fain king they dight
The couch, while laughed their hearts for very joy.
Gladly he laid him down to sleep till dawn.

So passed the night divine, till flushed the hills
In the sun’s light, and men awoke to toil.
Then all athirst for war the Argive men
‘Gan whet the spear smooth-shafted, or the dart,
Or javelin, and they brake the bread of dawn,
And foddered all their horses. Then to these
Spake Poeas’ son with battle-kindling speech:
“Up! let us make us ready for the war!
Let no man linger mid the galleys, ere
The glorious walls of Ilium stately-towered
Be shattered, and her palaces be burned!”

Then at his words each heart and spirit glowed:
They donned their armour, and they grasped their shields.
Forth of the ships in one huge mass they poured
Arrayed with bull-hide bucklers, ashen spears,
And gallant-crested helms. Through all their ranks
Shoulder to shoulder marched they: thou hadst seen
No gap ‘twixt man and man as on they charged;
So close they thronged, so dense was their array.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 9.444–546: Philoctetes is healed