Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 8.1–107: Neoptolemus and the Myrmidons attack

At dawn Neoptolemus calls on the Myrmidons to fight and puts on his father's arms while Thetis rejoices from the sea. The armies clash like two seas meeting. Neoptolemus kills Melaneus and Alcidamas, and Aeneas kills Aristolochus.

Lines 8.1–107 · 868 words · click a number to copy its link
1ἦμος δʼ ἠελίοιο φάος περικίδνατο γαῖαν ἐκ περάτων ἀνιόντος, ὅθι σπέος Ἠριγενείης, δὴ τότε που Τρῶες καὶ Ἀχαιῶν ὄβριμοι υἷες θωρήσσονθʼ ἑκάτερθεν ἐπειγόμενοι ποτὶ δῆριν· 5καὶ τοὺς μὲν πάϊς ἐσθλὸς Ἀχιλλέος ὀτρύνεσκεν ἀντιάαν Τρώεσσιν ἀταρβέα θυμὸν ἔχοντας, τοὺς δʼ ἄρα Τηλεφίδαο μέγα σθένος· ἦ γὰρ ἐώλπει τεῖχος μὲν χαμάδις βαλέειν νῆάς τʼ ἀμαθῦναι ἐν πυρὶ λευγαλέῳ, λαοὺς δʼ ὑπὸ χερσὶ δαΐξαι. 10ἀλλά οἱ ἐλπωρὴ μὲν ἔην ἐναλίγκιος αὔρῃ μαψιδίῃ· κῆρες δὲ μάλα σχεδὸν ἑστηυῖαι πολλὸν καγχαλάσκον ἐτώσια μητιόωντι. καὶ τότε Μυρμιδόνεσσιν Ἀχιλλέος ἄτρομος υἱὸς θαρσαλέον φάτο μῦθον ἐποτρύνων πονέεσθαι· 15κέκλυτέ μευ, θεράποντες, ἀρήϊον ἐν φρεσὶ θυμὸν θέντες, ἵνʼ Ἀργείοισιν ἄκος πολέμου ἀλεγεινοῦ δυσμενέεσσι δὲ πῆμα γενώμεθα· μηδέ τις ἡμέων ταρβείτω· κρατερὴ γὰρ ἄδην ἐκ θάρσεος ἀλκὴ γίνεται ἀνθρώποισι· δέος δὲ βίην ἀμαθύνει 20καὶ νόον· ἀλλʼ ἄγε πάντες ἐς Ἄρεα καρτύνασθε, ὄφρα μὴ ἀμπνεύσῃ Τρώων στρατός, ἀλλʼ Ἀχιλῆα φαίη ἔτι ζώοντα μετέμμεναι Ἀργείοισιν.

When from the far sea-line, where is the cave
Of Dawn, rose up the sun, and scattered light
Over the earth, then did the eager sons
Of Troy and of Achaea arm themselves
Athirst for battle: these Achilles’ son
Cheered on to face the Trojans awelessly;
And those the giant strength of Telephus’ seed
Kindled. He trusted to dash down the wall
To earth, and utterly destroy the ships
With ravening fire, and slay the Argive host.
Ah, but his hope was as the morning breeze
Delusive: hard beside him stood the Fates
Laughing to scorn his vain imaginings.

Then to the Myrmidons spake Achilles’ son,
The aweless, to the fight enkindling them:
“Hear me, mine henchmen: take ye to your hearts
The spirit of war, that we may heal the wounds
Of Argos, and be ruin to her foes.
Let no man fear, for mighty prowess is
The child of courage; but fear slayeth strength
And spirit. Gird yourselves with strength for war;
Give foes no breathing-space, that they may say
That mid our ranks Achilles liveth yet.”

23ὣς εἰπὼν ὤμοισι πατρώια δύσατο τεύχη πάντοθε μαρμαίροντα· Θέτις δʼ ἠγάλλετο θυμῷ 25ἐξ ἁλὸς εἰσορόωσα μέγα σθένος υἱωνοῖο. καί ῥα θοῶς οἴμησε πρὸ τείχεος αἰπεινοῖο ἐμβεβαὼς ἵπποισιν ἑοῦ πατρὸς ἀθανάτοισιν· οἷος δʼ ἐκ περάτων ἀναφαίνεται ὠκεανοῖο ἠέλιος θηητὸν ἐπὶ χθόνα πῦρ ἀμαρύσσων, 30πῦρ, ὅτε οἱ πώλοισι καὶ ἅρματι συμφέρετʼ ἀστὴρ Σείριος, ὅς τε βροτοῖσι φέρει πολυκηδέα νοῦσον· τοῖος ἐπὶ Τρώων στρατὸν ἤιεν ὄβριμος ἥρως υἱὸς Ἀχιλλῆος· φόρεον δέ μιν ἄμβροτοι ἵπποι, τούς οἱ ἐελδομένῳ νηῶν ἄπο λαὸν ἐλάσσαι 35ὤπασεν Αὐτομέδων· ὃς γάρ σφεας ἡνιόχευεν· ἵπποι δʼ αὖτʼ ἐχάρησαν ἑὸν φορέοντες ἄνακτα εἴκελον Αἰακίδῃ· τῶν δʼ ἄφθιτον ἦτορ ἐώλπει ἔμμεναι ἀνέρα κεῖνον Ἀχιλλέος οὔτι χερείω. ὣς δὲ καὶ Ἀργεῖοι μέγα καγχαλόωντες ἄγερθεν 40ἀμφὶ Νεοπτολέμοιο βίην ἄμοτον μεμαῶτες λευγαλέοις σφήκεσσιν ἐοικότες, οὕς τε κλονήσῃ […] χηραμοῦ ἐκποτέονται, ἐελδόμενοι χρόα θεῖναι ἀνδρόμεον, πάντες δὲ περὶ στέγος ὁρμαίνοντες τεύχουσιν μέγα πῆμα παρεσσυμένοισι βροτοῖσιν 45ὣς οἵ γʼ ἐκ νηῶν καὶ τείχεος ἐξεχέοντο μαιμώωντες Ἄρηι· πολὺς δʼ ἐστείνετο χῶρος. πᾶν πεδίον δʼ ἀπάνευθεν ἐλάμπετο τεύχεσι φωτῶν ἠελίου καθύπερθεν ἀπείριτα μαρμαίροντος· οἷον δὲ νέφος εἶσι διʼ ἠέρος ἀπλήτοιο 50πνοιῇσιν μεγάλῃσιν ἐλαυνόμενον Βορέαο, ἦμος δὴ νιφετός τε πέλει καὶ χείματος ὥρη ἀργαλέη, πάντῃ δὲ περιστέφει οὐρανὸν ὄρφνη· ὣς τῶν πλήθετο γαῖα συνερχομένων ἑκάτερθε νηῶν βαιὸν ἄπωθε· κόνις δʼ εἰς οὐρανὸν εὐρὺν 55πέπτατʼ ἀειρομένη· κανάχιζε δὲ τεύχεα φωτῶν, σὺν δὲ καὶ ἅρματα πολλά· διεσσύμενοι δʼ ἐπὶ μῶλον ἵπποι ἐπεχρεμέτιζον· ἐὴ δʼ ἐκέλευεν ἔκαοτον ἀλκὴ ἀνιηρὴν ἐς φύλοπιν ὀτρύνουσα.

Then clad he with his father’s flashing arms
His shoulders. Then exulted Thetis’ heart
When from the sea she saw the mighty strength
Of her son’s son. Then forth with eagle-speed
Afront of that high wall he rushed, his ear
Drawn by the immortal horses of his sire.
As from the ocean-verge upsprings the sun
In glory, flashing fire far over earth—
Fire, when beside his radiant chariot-team
Races the red star Sirius, scatterer
Of woefullest diseases over men;
So flashed upon the eyes of Ilium’s host
That battle-eager hero, Achilles’ son.
Onward they whirled him, those immortal steeds,
The which, when now he longed to chase the foe
Back from the ships, Automedon, who wont
To rein them for his father, brought to him.
With joy that pair bore battleward their lord,
So like to Aeacus’ son, their deathless hearts
Held him no worser than Achilles’ self.
Laughing for glee the Argives gathered round
The might resistless of Neoptolemus,
Eager for fight as wasps [whose woodland bower
The axe] hath shaken, who dart swarming forth
Furious to sting the woodman: round their nest
Long eddying, they torment all passers by;
So streamed they forth from galley and from wall
Burning for fight, and that wide space was thronged,
And all the plain far blazed with armour-sheen,
As shone from heaven’s vault the sun thereon.
As flees the cloud-rack through the welkin wide
Scourged onward by the North-wind’s Titan blasts,
When winter-tide and snow are hard at hand,
And darkness overpalls the firmament;
So with their thronging squadrons was the earth
Covered before the ships. To heaven uprolled,
Dust hung on hovering wings’ men’s armour clashed;
Rattled a thousand chariots; horses neighed
On-rushing to the fray. Each warrior’s prowess
Kindled him with its trumpet-call to war.

59ὡς δʼ ὅτε κύματα μακρὰ δύο κλονέουσιν ἀῆται 60σμερδαλέον βρομέοντες ἀνὰ πλατὺ χεῦμα θαλάσσης ἔκποθεν ἀλλήλοισι περιρρηγνύντες ἀέλλας, ὁππότε χεῖμʼ ἀλεγεινὸν ἀν’ εὐρέα βένθεα πόντου μαίνετʼ, ἀμαιμακέτη δὲ περιστένει Ἀμφιτρίτη κύμασι λευγαλέοισι, τὰ δʼ ἄλλοθεν ἄλλα φέρονται 65οὔρεσιν ἠλιβάτοισιν ἐοικότα, τῶν δʼ ἀλεγεινὴ ὀρνυμένων ἑκάτερθε πέλει κατὰ πόντον ἰωή· ὣς οἳ γʼ ἀμφοτέρωθεν ἐπʼ Ἄρεα συμφορέοντο σμερδαλέον μεμαῶτες· ἔρις δʼ ὀρόθυνε καὶ ἀλκὴ. σὺν δʼ ἔβαλον βροντῇσιν ἐοικότες ἤ στεροπῇσιν, 70αἵ τε μέτα κτυπέουσι διʼ ἠέρος, ὁππότʼ ἀῆται λάβροι ἐριδμαίνωσι, καὶ ὁππότε λάβρον ἀέντες σὺν νέφεα ῥήξωσι Διὸς μέγα χωομένοιο ἀνδράσιν, οἵ τʼ ἐρίτιμον ὑπὲρ Θέμιν ἔργα κάμωνται· ὣς οἵ γʼ ἀλλήλοισιν ἐπέχραον· ἔγχεϊ δʼ ἔγχος 75συμφέρετʼ, ἀσπίδι δʼ ἀσπίς, ἐπʼ ἀνέρα δʼ ἤιεν ἀνὴρ. πρῶτος δʼ ὄβριμος υἱὸς ἐϋπτολέμου Ἀχιλῆος δάμνατʼ ἐῢν Μελανῆα καὶ ἀγλαὸν Ἀλκιδάμαντα υἷας Ἀλεξινόμοιο δαΐφρονος, ὅς τʼ ἐνὶ κοίλῃ Καύνῳ ναιετάασκε διειδέος ἀγχόθι λίμνης 80Ἴμβρῳ ὑπὸ νιφόεντι παραὶ ποσὶ Ταρβήλοιο. κτεῖνε δὲ Κασσάνδροιο θοὸν ποσὶ παῖδα Μένητα, ὃν τέκε δῖα Κρέουσα παρὰ προχοῇς ποταμοῖο Λίνδου ἐϋρρείταο, μενεπτολέμων ὅθι Καρῶν πείρατα καὶ Λυκίης ἐρικύδεος ἄκρα πέλονται. 85εἷλε δʼ ἄρʼ αἰχμητῆρα Μόρυν Φρυγίηθε μολόντα· τῷ δʼ ἄρʼ ὁμῶς Πόλυβόν τε καὶ Ἱππομέδοντα κατέκτα, τὸν μὲν ὑπὸ κραδίην, τὸν δʼ ἐς κληῖδα τυχήσας· δάμνατο δʼ ἄλλοθεν ἄλλον· ἐπέστενε δʼ αἶα νέκυσσι Τρώων· οἱ δʼ ὑπόεικον ἐοικότες αὐαλέοισι 90θάμνοις, οὓς ὀλοοῖο πυρὸς κατεδάμνατʼ ἀϋτμὴ ῥηιδίως ἐπιόντος ὀπωρινοῦ Βορέαο· ὣς τοῦ ἐπεσσυμένοιο κατηρείποντο φάλαγγες.

As leap the long sea-rollers, onward hurled
By two winds terribly o’er th’ broad sea-flood
Roaring from viewless bournes, with whirlwind blasts
Crashing together, when a ruining storm
Maddens along the wide gulfs of the deep,
And moans the Sea-queen with her anguished waves
Which sweep from every hand, uptowering
Like precipiced mountains, while the bitter squall,
Ceaselessly veering, shrieks across the sea;
So clashed in strife those hosts from either hand
With mad rage. Strife incarnate spurred them on,
And their own prowess. Crashed together these
Like thunderclouds outlightening, thrilling the air.
With shattering trumpet-challenge, when the blasts
Are locked in frenzied wrestle, with mad breath
Rending the clouds, when Zeus is wroth with men
Who travail with iniquity, and flout
His law. So grappled they, as spear with spear
Clashed, shield with shield, and man on man was hurled.

And first Achilles’ war-impetuous son
Struck down stout Melaneus and Alcidamas,
Sons of the war-lord Alexinomus,
Who dwelt in Caunus mountain-cradled, nigh
The clear lake shining at Tarbelus’ feet
‘Neath snow-capt Imbrus. Menes, fleetfoot son
Of King Cassandrus, slew he, born to him
By fair Creusa, where the lovely streams
Of Lindus meet the sea, beside the marches
Of battle-biding Carians, and the heights
Of Lycia the renowned. He slew withal
Morys the spearman, who from Phrygia came;
Polybus and Hippomedon by his side
He laid, this stabbed to the heart, that pierced between
Shoulder and neck: man after man he slew.
Earth groaned ‘neath Trojan corpses; rank on rank
Crumbled before him, even as parched brakes
Sink down before the blast of ravening fire
When the north wind of latter summer blows;
So ruining squadrons fell before his charge.

93Αἰνείας δʼ ἐδάμασσεν Ἀριστόλοχον μενεχάρμην πλήξας χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν 95ὀστέα σὺν πήληκι· λίπεν δʼ ἄφαρ ὀστέα θυμός. Τυδείδης δʼ Εὔμαιον ἕλεν θοόν, ὅς ῥά τʼ ἔναιε Δάρδανον αἰπήεσσαν, ἵνʼ Ἀγχίσαο πέλονται εὐναί, ὅπου Κυθέρειαν ἐν ἀγκοίνῃσι δάμασσεν. ἔνθʼ Ἀγαμέμνων κτεῖνεν ἐῢν Στράτον· οὐδʼ ὅ γε Θρῄκην 100ἵκετʼ ἀπὸ πτολέμοιο, φίλης δʼ ἑκὰς ἔφθιτο πάτρης. Μηριόνης δʼ ἐδάμασσε Χλέμον Πεισήνορος υἷα ἀντιθέου Γλαύκοιο φίλον καὶ πιστὸν ἑταῖρον ὅς ῥά τε ναιετάασκε παρὰ προχοῇς Λιμυροῖο, καί ῥά μιν ὡς βασιλῆα περικτίονες τίον ἄνδρες 105Γλαύκου ἀποκταμένοιο καὶ οὐκέτι κοιρανέοντος, πάντες, ὅσοι Φοίνικος ἕδος περὶ πάγχυ νέμοντο αἰπύ τε Μασσικύτοιο ῥίον ῥωχμόν τε Χιμαίρης.

Meanwhile Aeneas slew Aristolochus,
Crashing a great stone down on his head: it brake
Helmet and skull together, and fled his life.
Fleetfoot Eumaeus Diomede slew; he dwelt
In craggy Dardanus, where the bride-bed is
Whereon Anchises clasped the Queen of Love.
Agamemnon smote down Stratus: unto Thrace
Returned he not from war, but died far off
From his dear fatherland. And Meriones
Struck Chlemus down, Peisenor’s son, the friend
Of god-like Glaucus, and his comrade leal,
Who by Limurus’ outfall dwelt: the folk
Honoured him as their king, when reigned no more
Glaucus, in battle slain,—all who abode
Around Phoenice’s towers, and by the crest
Of Massicytus, and Chimaera’s glen.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.