Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 7.1–97: Podaleirius mourns Machaon

The Argives go out again to meet Eurypylus while others bury Nireus and Machaon under a single mound. Podaleirius lies in the dust at his brother's tomb and would kill himself. Nestor finds him and consoles him, speaking of his own lost son, and leads him back to the ships.

Lines 7.1–97 · 852 words · click a number to copy its link
1ἦμος δʼ οὐρανὸς ἄστρα κατέκρυφεν, ἔγρετο δʼ Ἠὼς λαμπρὸν παμφανόωσα, κνέφας δʼ ἀνεχάσσατο νυκτός, δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων, οἱ μὲν ἔβαν προπάροιθε νεῶν κρατερὴν ἐπὶ δῆριν 5ἀντίον Εὐρυπύλοιο μεμαότες, οἱ δʼ ἀπάτερθεν αὐτοῦ πὰρ νήεσσι Μαχάονα ταρχύσαντο Νιρέα θʼ, ὃς μακάρεσσιν ἀειγενέεσσιν ἐῴκει κάλλεΐ τʼ ἀγλαΐῃ τε· βίῃ δʼ οὐκ ἄλκιμος ἦεν· οὐ γὰρ ἅμʼ ἀνθρώποισι θεοὶ τελέουσιν ἅπαντα· 10ἀλλʼ ἐσθλῷ κακὸν ἄγχι παρίσταται ἔκ τινος αἴσης· ὣς Νιρῆι ἄνακτι παρʼ ἀγλαΐῃ ἐρατεινῇ κεῖτʼ ἀλαπαδνοσύνη· Δαναοὶ δέ οἱ οὐκ ἀμέλησαν, ἀλλά ἑ ταρχύσαντο καὶ ὠδύραντʼ ἐπὶ τύμβῳ, ὅσσα Μαχάονα δῖον, ὃν ἀθανάτοισι θεοῖσιν 15ἶσον ἀεὶ τίεσκον, ἐπεὶ πυκνὰ μήδεα ᾔδη αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.

When heaven hid his stars, and Dawn awoke
Outspraying splendour, and night’s darkness fled,
Then undismayed the Argives’ warrior-sons
Marched forth without the ships to meet in fight
Eurypylus, save those that tarried still
To render to Machaon midst the ships
Death-dues, with Nireus—Nireus, who in grace
And goodlihead was like the Deathless Ones,
Yet was not strong in bodily might: the Gods
Grant not perfection in all things to men;
But evil still is blended with the good
By some strange fate: to Nireus’ winsome grace
Was linked a weakling’s prowess. Yet the Greeks
Slighted him not, but gave him all death-dues,
And mourned above his grave with no less grief
Than for Machaon, whom they honoured aye,
For his deep wisdom, as the immortal Gods.
One mound they swiftly heaped above these twain.

17καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης· ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν· 20καί ῥʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι· νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ ὅ γε σῆμα λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι. 25καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι πολλὰ παρηγορέοντες· ὁ δʼ οὐκ ἀπέληγεν ἀνίης. καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ, 30εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδʼ ἀμέλησεν αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα 35οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς. καί ῥʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν· ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ, ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα 40μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα· οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα· αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος 45ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω παῖδʼ ὀλέσας δηίοισιν ὑπʼ ἀνδράσιν εὖ μὲν ἄκοντι εὖ δὲ σαοφροσύνῃσι κεκασμένον. οὐδέ τις ἄλλος αἰζηῶν φιλέεσκεν ἑὸν πατέρʼ ὡς ἐμὲ κεῖνος, κάτθανε δʼ εἵνεκʼ ἐμεῖο σαωσέμεναι μενεαίνων 50ὃν πατέρʼ· ἀλλά οἱ εἶθαρ ἀποκταμένοιο πάσασθαι σῖτον ἔτλην καὶ ζωὸς ἔτʼ Ἠριγένειαν ἰδέσθαι, εὖ εἰδώς, ὅτι πάντες ὁμὴν Ἀΐδαο κέλευθον νισσόμεθʼ ἄνθρωποι, πᾶσίν τʼ ἐπὶ τέρματα κεῖται λυγρὰ μόρου στονόεντος. ἔοίκε δὲ θνητὸν ἐόντα 55πάντα φέρειν, ὁπόσʼ ἐσθλὰ διδοῖ θεὸς ἠδʼ ἀλεγεινά.

Then in the plain once more did murderous war
Madden: the multitudinous clash and cry
Rose, as the shields were shattered with huge stones,
Were pierced with lances. So they toiled in fight;
But all this while lay Podaleirius
Fasting in dust and groaning, leaving not
His brother’s tomb; and oft his heart was moved
With his own hands to slay himself. And now
He clutched his sword, and now amidst his herbs
Sought for a deadly drug; and still his friends
Essayed to stay his hand and comfort him
With many pleadings. But he would not cease
From grieving: yea, his hands had spilt his life
There on his noble brother’s new-made tomb,
But Nestor heard thereof, and sorrowed sore
In his affliction, and he came on him
As now he flung him on that woeful grave,
And now was casting dust upon his head,
Beating his breast, and on his brother’s name
Crying, while thralls and comrades round their lord
Groaned, and affliction held them one and all.
Then gently spake he to that stricken one:
“Refrain from bitter moan and deadly grief,
My son. It is not for a wise man’s honour
To wail, as doth a woman, o’er the fallen.
Thou shalt not bring him up to light again
Whose soul hath fleeted vanishing into air,
Whose body fire hath ravined up, whose bones
Earth has received. His end was worthy his life.
Endure thy sore grief, even as I endured,
Who lost a son, slain by the hands of foes,
A son not worse than thy Machaon, good
With spears in battle, good in counsel. None
Of all the youths so loved his sire as he
Loved me. He died for me yea, died to save
His father. Yet, when he was slain, did I
Endure to taste food, and to see the light,
Well knowing that all men must tread one path
Hades-ward, and before all lies one goal,
Death’s mournful goal. A mortal man must bear
All joys, all griefs, that God vouchsafes to send.”

56ὣς φάθʼ· ὁ δʼ ἀχνύμενός μιν ἀμείβετο· τοῦ δʼ ἀλεγεινὸν ἔρρεεν εἰσέτι δάκρυ καὶ ἀγλαὰ δεῦε γένεια· ὦ πάτερ, ἄσχετον ἄλγος ἐμὸν καταδάμναται ἦτορ ἀμφὶ κασιγνήτοιο περίφρονος, ὅς μʼ ἀτίταλλεν 60οἰχομένοιο τοκῆος ἐς οὐρανὸν ὡς ἑὸν υἷα σφῇσιν ἐν ἀγκοίνῃσι καὶ ἰητήρια νούσων ἐκ θυμοῖο δίδαξε· μιῇ δʼ ἐνὶ δαιτὶ καὶ εὐνῇ τερπόμεθα ξυνοῖσιν ἰαινόμενοι κτεάτεσσι· τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐδʼ ἔτι κείνου 65τεθναότος φάος ἐσθλὸν ἐέλδομαι εἰσοράασθαι. ὣς φάτο· τὸν δʼ ὁ γεραιὸς ἀκηχέμενον προσέειπε. πᾶσι μὲν ἀνθρώποισιν ἴσον κακὸν ὤπασε δαίμων ὀρφανίην, πάντας δὲ καὶ ἡμέας αἶα καλύψει, οὐ μὲν ἄρʼ ἐκτελέσαντας ὁμὴν βιότοιο κέλευθον, 70οὐδʼ οἵην τις ἕκαστος ἐέλδεται, οὕνεχʼ ὕπερθεν ἐσθλά τε καὶ τὰ χέρεια θεῶν ἐν γούνασι κεῖται μυρία, εἰς ἓν πάντα μεμιγμένα· καὶ τὰ μὲν οὔτις δέρκεται ἀθανάτων, ἀλλʼ ἀπροτίοπτα τέτυκται ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένα· τοῖς δʼ ἐπὶ χεῖρας 75οἴη Μοῖρα τίθησι καὶ οὐχ ὁρόωσʼ ἀπʼ Ὀλύμπου ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος οὐκ εἰκώς. ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο· 80τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι. 85παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε ζωέμεν. ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ ψυχάς, ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δʼ ἄμφω 90σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι, καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν. ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ 95ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα· ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.

Made answer that heart-stricken one, while still
Wet were his cheeks with ever-flowing tears:
“Father, mine heart is bowed ‘neath crushing grief
For a brother passing wise, who fostered me
Even as a son. When to the heavens had passed
Our father, in his arms he cradled me:
Gladly he taught me all his healing lore;
We shared one table; in one bed we lay:
We had all things in common these, and love.
My grief cannot forget, nor I desire,
Now he is dead, to see the light of life.”

Then spake the old man to that stricken one:
“To all men Fate assigns one same sad lot,
Bereavement: earth shall cover all alike,
Albeit we tread not the same path of life,
And none the path he chooseth; for on high
Good things and bad lie on the knees of
Gods Unnumbered, indistinguishably blent.
These no Immortal seeth; they are veiled
In mystic cloud-folds. Only Fate puts forth
Her hands thereto, nor looks at what she takes,
But casts them from Olympus down to earth.
This way and that they are wafted, as it were
By gusts of wind. The good man oft is whelmed
In suffering: wealth undeserved is heaped
On the vile person. Blind is each man’s life;
Therefore he never walketh surely; oft
He stumbleth: ever devious is his path,
Now sloping down to sorrow, mounting now
To bliss. All-happy is no living man
From the beginning to the end, but still
The good and evil clash. Our life is short;
Beseems not then in grief to live. Hope on,
Still hope for better days: chain not to woe
Thine heart. There is a saying among men
That to the heavens unperishing mount the souls
Of good men, and to nether darkness sink
Souls of the wicked. Both to God and man
Dear was thy brother, good to brother-men,
And son of an Immortal. Sure am I
That to the company of Gods shall he
Ascend, by intercession of thy sire.”

Then raised he that reluctant mourner up
With comfortable words. From that dark grave
He drew him, backward gazing oft with groans.
To the ships they came, where Greeks and Trojan men
Had bitter travail of rekindled war.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.