Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 5.1–120: The arms of Achilles

Thetis lays Achilles' arms in the midst of the Argives. The shield made by Hephaestus shows heaven and earth and sea, wild beasts and wars on one side, and on the other cities, harvests and dances, with the hill of Honour. Beside it lie the helmet, the corslet and the sword.

Lines 5.1–120 · 940 words · click a number to copy its link
1ἀλλʼ ὅτε δή ῥʼ ἄλλοι μὲν ἀπηνύσθησαν ἄεθλοι, δὴ τότʼ Ἀχιλλῆος μεγαλήτορος ἄμβροτα τεύχη θῆκεν ἐνὶ μέσσοισι θεὰ Θέτις· ἀμφὶ δὲ πάντη δαίδαλα μαρμαίρεσκεν, ὅσα σθένος Ἡφαίστοιο 5ἀμφὶ σάκος ποίησε θρασύφρονος Αἰακίδαο. πρῶτα μὲν εὖ ἤσκητο θεοκμήτῳ ἐπὶ ἔργῳ οὐρανὸς ἠδʼ αἰθήρ, γαίῃ δʼ ἅμα κεῖτο θάλασσα· ἐν δʼ ἄνεμοι νεφέλαι τε σελήνη τʼ ἠέλιός τε κεκριμένʼ ἄλλυδις ἄλλα, τέτυκτο δὲ τείρεα πάντα, 10ὁππόσα δινήεντα κατʼ οὐρανὸν ἀμφιφέρονται. τῷ δʼ ἄρʼ ὁμῶς ὑπένερθεν ἀπειρέσιος κέχυτʼ ἀήρ· ἐν τῷ δʼ ὄρνιθες τανυχειλέες ἀμφεποτῶντο· φαίης κε ζώοντας ἅμα πνοιῇσι φέρεσθαι. Τηθὺς δʼ ἀμφετέτυκτο καὶ Ὠκεανοῦ βαθὺ χεῦμα· 15τῶν δʼ ἄφαρ ἐξεχέοντο ῥοαὶ ποταμῶν κελαδεινῶν κυκλόθεν ἄλλυδις ἄλλη ἑλισσομένων διὰ γαίης. ἀμφὶ δʼ ἄρʼ εὖ ἤσκηντο κατʼ οὔρεα μακρὰ λέοντες σμερδαλέοι καὶ θῶες ἀναιδέες· ἐν δʼ ἀλεγειναὶ ἄρκτοι πορδάλιές τε, σύες θʼ ἅμα τῇσι πέλοντο 20ὄβριμοι ἀλγινόεντας ὑπὸ βλοσυρῇσι γένυσσι θήγοντες καναχηδὸν ἐΰ κτυπέοντας ὀδόντας· ἐν δʼ ἀγρόται μετόπισθε κυνῶν μένος ἰθύνοντες, ἄλλοι δʼ αὖ λάεσσι καὶ αἰγανέῃσι θοῇσι βάλλοντες πονέοντο καταντίον, ὡς ἐτεόν περ. 25ἐν δʼ ἄρα καὶ πόλεμοι φθισήνορες, ἐν δὲ κυδοιμοὶ ἀργαλέοι ἐνέκειντο· περικτείνοντο δὲ λαοὶ μίγδʼ ἅμʼ ἑοῖς ἵπποισι· πέδον δʼ ἅπαν αἵματι πολλῷ δευομένῳ ἤικτο κατʼ ἀσπίδος ἀκαμάτοιο.

So when all other contests had an end,
Thetis the Goddess laid down in the midst
Great-souled Achilles’ arms divinely wrought;
And all around flashed out the cunning work
Wherewith the Fire-god overchased the shield
Fashioned for Aeacus’ son, the dauntless-souled.

Inwrought upon that labour of a God
Were first high heaven and cloudland, and beneath
Lay earth and sea: the winds, the clouds were there,
The moon and sun, each in its several place;
There too were all the stars that, fixed in heaven,
Are borne in its eternal circlings round.
Above and through all was the infinite air
Where to and fro flit birds of slender beak:
Thou hadst said they lived, and floated on the breeze.
Here Tethys’ all-embracing arms were wrought,
And Ocean’s fathomless flow. The outrushing flood
Of rivers crying to the echoing hills
All round, to right, to left, rolled o’er the land.

Round it rose league-long mountain-ridges, haunts
Of terrible lions and foul jackals: there
Fierce bears and panthers prowled; with these were seen
Wild boars that whetted deadly-clashing tusks
In grimly-frothing jaws. There hunters sped
After the hounds: beaters with stone and dart,
To the life portrayed, toiled in the woodland sport.

29ἐν δὲ Φόβος καὶ Δεῖμος ἔσαν στονόεσσά τʼ Ἐνυὼ 30αἵματι λευγαλέῳ πεπαλαγμένη ἅψεα πάντα, ἐν δ Ἔρις οὐλομένη καὶ Ἐριννύες ὀβριμόθυμοι, ἡ μὲν ἐποτρύνουσα ποτὶ κλόνον ἄσχετον ἄνδρας ἐλθέμεν, αἱ δʼ ὀλοοῖο πυρὸς πνείουσαι ἀϋτμήν. ἀμφὶ δὲ Κῆρες ἔθυνον ἀμείλιχοι, ἐν δʼ ἄρα τῇσι 35φοίτα λευγαλέου Θανάτου μένος· ἀμφὶ δʼ ἄρʼ αὐτῷ ὑσμῖναι ἐνέκειντο δυσηχέες, ὧν περὶ πάντη ἐκ μελέων εἰς οὖδας ἀπέρρεεν αἷμα καὶ ίδρώς. ἐν δʼ ἄρα Γοργόνες ἔσκον ἀναιδέες· ἀμφὶ δʼ ἄρα σφι σμερδαλέοι πεπόνηντο περὶ πλοχμοῖσι δράκοντες 40αἰνὸν λιχμώωντες· ἀπειρέσιον δʼ ἄρα θαῦμα δαίδαλα κεῖνα πέλοντο μέγʼ ἀνδράσι δεῖμα φέροντα οὕνεκʼ ἔσαν ζωοῖσιν ἐοικότα κινυμενοισι. καὶ τὰ μὲν ἄρ πολέμοιο τεράατα πάντα τέτυκτο. εἰρήνης δʼ ἀπάνευθεν ἔσαν περικαλλέος ἔργα· 45ἀμφὶ δὲ μυρία φῦλα πολυτλήτων ἀνθρώπων ἄστεα καλὰ νέμοντο· δίκη δʼ ἐπέδερκετο πάντα· ἄλλοι δʼ ἄλλʼ ἐπὶ ἔργα χέρας φέρον· ἀμφὶ δʼ ἀλωαὶ καρποῖς ἐβρίθοντο· μέλαινα δὲ γαῖα τεθήλει. Αἰπύτατον δʼ ἐτέτυκτο θεοκμήτῳ ἐπὶ ἔργῳ 50καὶ τρηχὺ ζαθέης Ἀρετῆς ὄρος· ἐν δὲ καὶ αὐτὴ εἱστήκει φοίνικος ἐπεμβεβαυῖα κατʼ ἄκρης ὑψηλή, ψαύουσα πρὸς οὐρανόν· ἀμφὶ δὲ πάντη ἀτραπιτοὶ θαμέεσσι διειργόμεναι σκοπέλοισιν ἀνθρώπων ἀπέρυκον ἐῢν πάτον, οὕνεκα πολλοὶ 55εἰσοπίσω χάζοντο τεθηπότες αἰπὰ κέλευθα, παῦροι δʼ ἱερὸν οἶμον ἀνήιον ἱδρώοντες. ἐν δʼ ἔσαν ἀμητῆρες ἀνὰ πλατὺν ὄγμον ἰόντες σπεύδοντες δρεπάνῃσι νεήκεσι, τῶν δʼ ὑπὸ χερσὶ ἤνυτο λήιον αὖον· ἐφεσπόμενοι δʼ ἔσαν ἄλλοι πολλοὶ ἀμαλλοδετῆρες· ἀέξετο δʼ ἐς μέγα ἔργον. 60ἐν δὲ βόες ζεύγλῃσιν ὑπʼ αὐχένας αἰὲν ἔχοντες, οἱ μὲν ἀπήνας εἷλκον ἐϋσταχύεσσιν ἀμάλλαις βριθομένας, οἱ δʼ αὖθις, ἀροτρεύεσκον ἀρούρας· τῶν δὲ πέδον μετόπισθε μελαίνετο, τοὶ δʼ ἐφέποντο αἰζηοὶ μετὰ τοῖσι βοοσσόα κέντρα φέροντες 65χερσὶν ἀμοιβαδίῃς· ἀνεφαίνετο δʼ ἄσπετον ἔργον.

And there were man-devouring wars, and all
Horrors of fight: slain men were falling down
Mid horse-hoofs; and the likeness of a plain
Blood-drenched was on that shield invincible.
Panic was there, and Dread, and ghastly Enyo
With limbs all gore-bespattered hideously,
And deadly Strife, and the Avenging Spirits
Fierce-hearted—she, still goading warriors on
To the onset they, outbreathing breath of fire.
Around them hovered the relentless Fates;
Beside them Battle incarnate onward pressed
Yelling, and from their limbs streamed blood and sweat.
There were the ruthless Gorgons: through their hair
Horribly serpents coiled with flickering tongues.
A measureless marvel was that cunning work
Of things that made men shudder to behold
Seeming as though they verily lived and moved.

And while here all war’s marvels were portrayed,
Yonder were all the works of lovely peace.
The myriad tribes of much-enduring men
Dwelt in fair cities. Justice watched o’er all.
To diverse toils they set their hands; the fields
Were harvest-laden; earth her increase bore.

Most steeply rose on that god-laboured work
The rugged flanks of holy Honour’s mount,
And there upon a palm-tree throned she sat
Exalted, and her hands reached up to heaven.
All round her, paths broken by many rocks
Thwarted the climbers’ feet; by those steep tracks
Daunted ye saw returning many folk:
Few won by sweat of toil the sacred height.

And there were reapers moving down long swaths
Swinging the whetted sickles: ‘neath their hands
The hot work sped to its close. Hard after these
Many sheaf-binders followed, and the work
Grew passing great. With yoke-bands on their necks
Oxen were there, whereof some drew the wains
Heaped high with full-eared sheaves, and further on
Were others ploughing, and the glebe showed black
Behind them. Youths with ever-busy goads
Followed: a world of toil was there portrayed.

66ἐν δʼ αὐλοὶ κιθάραι τε παρʼ εἰλαπίνῃσι πέλοντο· ἐν δὲ νέων παρὰ ποσσὶ χοροὶ ἵσταντο γυναικῶν· αἱ δʼ ἄρʼ ἔσαν ζωῇσιν ἀλίγκια ποιπνύουσαι. ἄγχι δʼ ἄρʼ ὀρχηθμοῦ τε καὶ εὐφροσύνης ἐρατεινῆς 70ἀφρὸν ἔτʼ ἀμφὶ κόμῃσιν ἔχουσʼ ἀνεδύετο πόντου Κύπρις ἐϋστέφανος, τὴν δʼ Ἵμερος ἀμφεποτᾶτο μειδιόων ἐρατεινὰ σύν ἠϋκόμοις Χαρίτεσσιν. ἐν δʼ ἄρʼ ἔσαν Νηρῆος ὑπερθύμοιο θύγατρες ἐξ ἁλὸς εὐρυπόροιο κασιγνήτην ἀνάγουσαι 75ἐς γάμον Αἰακίδαο δαΐφρονος· ἀμφὶ δὲ πάντες ἀθάνατοι δαίνυντο μακρὴν ἀνὰ Πηλίου ἄκρην· ἀμφὶ δʼ ἄρʼ ὕδρηλοί τε καὶ εὐθαλέες λειμῶνες ἔσκον ἀπειρεσίοισι κεκασμένοι ἄνθεσι ποίης, ἄλσεά τε κρῆναί τε διειδέες ὕδατι καλῷ. 80νῆες δὲ στονόεσσαι ὑπὲρ πόντοιο φέροντο, αἱ μὲν ἄρʼ ἐσσύμεναι ἐπικάρσιαι, αἱ δὲ κατʼ ἰθὺ νισσόμεναι· περὶ δέ σφιν ἀέξετο κῦμʼ ἀλεγεινὸν ὀρνύμενον· ναῦται δὲ τεθηπότες ἄλλοθεν ἄλλος ἐσσυμένας φοβέοντο καταιγίδας, ὡς ἐτεόν περ, 85λαίφεα λεύκʼ ἐρύοντες, ἵνʼ ἐκ θανάτοιο φύγωσιν· οἱ δʼ ἕζοντʼ ἐπʼ ἐρετμὰ πονεύμενοι· ἀμφὶ δὲ νηυσὶ πυκνὸν ἐρεσσομένῃσι μέλας λευκαίνετο πόντος. τοῖς δʼ ἔπι κυδιόων μετὰ κήτεσιν εἰναλίοισιν ἤσκητʼ Ἐννοσίγαιος· ἀελλόποδες δέ μιν ἵπποι 90ὡς ἐτεὸν σπεύδοντες ὑπὲρ πόντοιο φέρεσκον χρυσείῃ μάστιγι πεπληγότες· ἀμφὶ δὲ κῦμα στόρνυτʼ ἐπεσσυμένων, ὁμαλὴ δʼ ἄρα πρόσθε γαλήνη ἔπλετο· τοὶ δʼ ἑκάτερθεν ἀολλέες ἀμφὶς ἄνακτα ἀγρόμενοι δελφῖνες ἀπειρέσιον κεχάροντο 95σαίνοντες βασιλῆα, κατʼ ἠερόεν δʼ ἁλὸς οἶδμα νηχομένοις εἴδοντο καὶ ἀργύρεοί περ ἐόντες. ἄλλα δὲ μυρία κεῖτο κατʼ ἀσπίδα τεχνήεντα χερσὶν ὑπʼ ἀθανάτῃς πυκινόφρονος Ἡφαίστοιο· πάντα δʼ ἄρʼ ἐστεφάνωτο βαθὺς ῥόος Ὠκεανοῖο, 100οὕνεκʼ ἔην ἔκτοσθε κατʼ ἄντυγος, ᾗ ἔνι πᾶσα ἀσπὶς ἐνεστήρικτο, δέδεντο δὲ δαίδαλα πάντα.

And there a banquet was, with pipe and harp,
Dances of maids, and flashing feet of boys,
All in swift movement, like to living souls.

Hard by the dance and its sweet winsomeness
Out of the sea was rising lovely-crowned
Cypris, foam-blossoms still upon her hair;
And round her hovered smiling witchingly
Desire, and danced the Graces lovely-tressed.

And there were lordly Nereus’ Daughters shown
Leading their sister up from the wide sea
To her espousals with the warrior-king.
And round her all the Immortals banqueted
On Pelion’s ridge far-stretching. All about
Lush dewy watermeads there were, bestarred
With flowers innumerable, grassy groves,
And springs with clear transparent water bright.

There ships with sighing sheets swept o’er the sea,
Some beating up to windward, some that sped
Before a following wind, and round them heaved
The melancholy surge. Seared shipmen rushed
This way and that, adread for tempest-gusts,
Hauling the white sails in, to ‘scape the death—
It all seemed real—some tugging at the oars,
While the dark sea on either side the ship
Grew hoary ‘neath the swiftly-plashing blades.

And there triumphant the Earth-shaker rode
Amid sea-monsters’ stormy-footed steeds
Drew him, and seemed alive, as o’er the deep
They raced, oft smitten by the golden whip.
Around their path of flight the waves fell smooth,
And all before them was unrippled calm.
Dolphins on either hand about their king
Swarmed, in wild rapture of homage bowing backs,
And seemed like live things o’er the hazy sea
Swimming, albeit all of silver wrought.

Marvels of untold craft were imaged there
By cunning-souled Hephaestus’ deathless hands
Upon the shield. And Ocean’s fathomless flood
Clasped like a garland all the outer rim,
And compassed all the strong shield’s curious work.

102τῇ δʼ ἄρα παρκατέκειτο κόρυς μέγα βεβριθυῖα· Ζεὺς δέ οἱ ἀμφετέτυκτο μέγʼ ἀσχαλόωντι ἐοικώς, οὐρανῷ ἐμβεβαώς· περὶ δʼ ἀθάνατοι πονέοντο 105Τιτήνων ἐριδαινομένων Διὶ συμμεμαῶτες· τοὺς δʼ ἤδη κρατερὸν πῦρ ἄμφεχεν· ἐκ δὲ κεραυνοὶ ἄλληκτοι νιφάδεσσιν ἐοικότες ἐξεχέοντο οὐρανόθεν· Ζηνὸς γὰρ ἀάσπετον ὤρνυτο κάρτος· οἱ δʼ ἄρʼ ἔτʼ αἰθομένοισιν ἐοικότες ἀμπνείεσκον. 110ἀμφὶ δὲ θώρηκος γύαλον παρεκέκλιτο καλὸν ἄρρηκτον βριαρόν τε, τὸ χάνδανε Πηλείωνα. κνημῖδες δʼ ἤσκηντο πελώριαι· ἀμφὶ δʼ ἐλαφραὶ μούνῳ ἔσαν Ἀχιλῆι μάλα στιβαραί περ ἐοῦσαι. ἀγχόθι δʼ ἄσχετον ἆορ ἄδην περιμαρμαίρεσκε 115χρυσείῳ τελαμῶνι κεκασμένον ἀργυρέῳ τε κουλεῷ ᾧ ἔπι κώπη ἀρηραμένη ἐλέφαντος θεσπεσίοις τεύχεσσι μετέπρεπε παμφανόωσα. τοῖς δὲ παρεκτετάνυστο κατὰ χθονὸς ὄβριμον ἔγχος, Πηλιὰς ὑψικόμῃσιν ἐειδομένη ἐλάτῃσι 120λύθρου ἔτι πνείουσα καὶ αἵματος Ἑκτορέοιο.

And therebeside the massy helmet lay.
Zeus in his wrath was set upon the crest
Throned on heaven’s dome; the Immortals all around
Fierce-battling with the Titans fought for Zeus.
Already were their foes enwrapped with flame,
For thick and fast as snowflakes poured from heaven
The thunderbolts: the might of Zeus was roused,
And burning giants seemed to breathe out flames.

And therebeside the fair strong corslet lay,
Unpierceable, which clasped Peleides once:
There were the greaves close-lapping, light alone
To Achilles; massy of mould and huge they were.

And hard by flashed the sword whose edge and point
No mail could turn, with golden belt, and sheath
Of silver, and with haft of ivory:
Brightest amid those wondrous arms it shone.
Stretched on the earth thereby was that dread spear,
Long as the tall-tressed pines of Pelion,
Still breathing out the reek of Hector’s blood.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy Book 5, lines 1–120: The arms of Achilles