Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.212–292: The fight over Achilles' body

The Trojans, among them Glaucus, Aeneas and Agenor, close round the fallen Achilles to drag his body to Troy, but Aias bestrides it and thrusts them back, killing many. Glaucus threatens Aias, who answers with scorn and then kills him. Aeneas drags Glaucus' body away for the Trojans and, fighting on to strip Achilles, is pierced in the forearm by Aias and withdraws to Troy to be healed.

Lines 3.212–292 · 697 words · click a number to copy its link
212ὣς φάτο· τοὶ δὲ νέκυν κρατερόφρονος Αἰακίδαο ἄμφεβαν ἐσσυμένως, οἵ μιν φοβέοντο πάροιθεν, Γλαῦκός τʼ Αἰνείας τε καὶ ὀβριμόθυμος Ἀγήνωρ 215ἄλλοι τʼ οὐλομένοιο δαήμονες ἰωχμοῖο, εἰρύσσαι μεμαῶτες ἐς Ἰλίου ἱερὸν ἄστυ. ἀλλά οἱ οὐκ ἀμέλησε θεοῖς ἐναλίγκιος Αἴας, ἀλλὰ θοῶς περίβη· πάντας δʼ ὑπὸ δούρατι μακρῷ ὤθει ἀπὸ νέκυος. τοὶ δʼ οὐκ ἀπέληγον ὁμοκλῆς, 220ἀλλά οἱ ἀμφεμάχοντο περισταδὸν ἀΐσσοντες αἰὲν ἐπασσύτεροι, τανυχειλέες εὖτε μέλισσαι, αἱ ῥά θʼ ἑὸν περὶ σίμβλον ἀπειρέσιαι ποτέωνται ἄνδρʼ ἀπαμυνόμεναι, ὁ δʼ ἄρʼ οὐκ ἀλέγων ἐπιούσας κηροὺς ἐκτάμνησι μελίχροας, αἱ δʼ ἀκάχονται 225καπνοῦ ὑπὸ ῥιπῆς ἠδʼ ἀνέρος, ἀλλʼ ἄρα καὶ ὣς ἀντίαι ἀΐσσουσιν, ὁ δʼ οὐκ ὄθετʼ οὐδʼ ἄρα βαιόν· ὣς Αἴας τῶν οὔτι μάλʼ ἐσσυμένων ἀλέγιζεν, ἀλλʼ ἄρα πρῶτον ἐνήραθʼ ὑπὲρ μαζοῖο τυχήσας Μαιονίδην Ἀγέλαον, ἔπειτα δὲ Θέστορα δῖον. 230εἷλε δʼ ἄρʼ Ὠκύθοον καὶ Ἀγέστρατον ἠδʼ Ἀγάνιππον ζωρόν τε Νίσσον τε περικλειτόν τʼ Ἐρύμαντα, ὅς Λυκίηθεν ἵκανεν ὑπὸ μεγαλήτορι Γλαύκῳ, ναῖε δʼ ὅ γʼ αἰπεινὸν Μελανίππιον ἱρὸν Ἀθήνης ἀντία Μασσικύτοιο Χελιδονίης σχεδὸν ἄκρης, 235τὴν μέγʼ ὑποτρομέουσι τεθηπότες εἰν ἁλὶ ναῦται, εὖτε περιγνάμπτωσι μάλα στυφελὰς περὶ πέτρας. τοῦ δʼ ἄρʼ ἀποφθιμένοιο κλυτὸς πάϊς Ἱππολόχοιο παχνώθη κατὰ θυμόν, ἐπεί ῥά οἱ ἔσκεν ἑταῖρος· καί ῥα θοῶς Αἴαντα κατʼ ἀσπίδα πουλυβόειαν 240οὔτασεν, ἀλλά οἱ οὔτι διήλασεν ἐς χρόα καλόν· ῥινοὶ γάρ μιν ἔρυντο βοῶν καὶ ὑπʼ ἀσπίδι θώρηξ, ὅς ῥά οἱ ἀκαμάτοισι περὶ μελέεσσιν ἀρήρει. Γλαῦκος δʼ οὐκ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ Αἰακίδην Αἴαντα δαμασσέμεναι μενεαίνων, 245καί οἱ ἐπευχόμενος μέγʼ ἀπείλεεν ἄφρονι θυμῷ· Αἶαν, ἐπεί νύ σέ φασι μέγʼ ἔξοχον ἔμμεναι ἄλλων Ἀργείων, σοὶ δʼ αἰὲν ἐπιφρονέουσι μάλιστα ἄσπετον, ὡς Ἀχιλῆι δαΐφρονι, τῷ σε θανόντι οἴω συνθανέεσθαι ἐπʼ ἤματι τῷδε καὶ αὐτόν.

Then they, which feared him theretofore, in haste
Closed round the corpse of strong-heart Aeacus’ son,
Glaucus, Aeneas, battle-fain Agenor,
And other cunning men in deadly fight,
Eager to hale him thence to Ilium
The god-built burg. But Aias failed him not.
Swiftly that godlike man bestrode the dead:
Back from the corpse his long lance thrust them all.
Yet ceased they not from onslaught; thronging round,
Still with swift rushes fought they for the prize,
One following other, like to long-lipped bees
Which hover round their hive in swarms on swarms
To drive a man thence; but he, recking naught
Of all their fury, carveth out the combs
Of nectarous honey: harassed sore are they
By smoke-reek and the robber; spite of all
Ever they dart against him; naught cares he;
So naught of all their onsets Aias recked;
But first he stabbed Agelaus in the breast,
And slew that son of Maion: Thestor next:
Ocythous he smote, Agestratus,
Aganippus, Zorus, Nessus, Erymas
The war-renowned, who came from Lycia-land
With mighty-hearted Glaucus, from his home
In Melanippion on the mountain-ridge,
Athena’s fane, which Massikyton fronts
Anigh Chelidonia’s headland, dreaded sore
Of scared seafarers, when its lowering crags
Must needs be doubled. For his death the blood
Of famed Hippolochus’ son was horror-chilled;
For this was his dear friend. With one swift thrust
He pierced the sevenfold hides of Aias’ shield,
Yet touched his flesh not; stayed the spear-head was
By those thick hides and by the corset-plate
Which lapped his battle-tireless limbs. But still
From that stern conflict Glaucus drew not back,
Burning to vanquish Aias, Aeacus’ son,
And in his folly vaunting threatened him:
“Aias, men name thee mightiest man of all
The Argives, hold thee in passing-high esteem
Even as Achilles: therefore thou, I wot,
By that dead warrior dead this day shalt lie!”

250ὥς ἔφατʼ ἀκράαντον ἱεὶς ἔπος· οὐδέ τι ᾔδη, ὅσσον ἀμείνονος ἀνδρὸς ἐναντίον ἔγχος ἐνώμα. τὸν δʼ ὑποδερκόμενος προσέφη μενεδήιος Αἴας· ἆ δείλʼ, οὔ νύ τι οἶδας, ὅσον σέο φέρτερος Ἕκτωρ ἔπλετʼ ἐνὶ πτολέμοισι; μένος δʼ ἀλέεινε καὶ ἔγχος 255ἡμέτερον· πινυτὲν γὰρ ὁμῶς ἔχε κάρτεϊ θυμόν. σοὶ δʼ ἤτοι νόος ἐστὶ ποτὶ ζόφον, ὅς ῥά μοι ἔτλης ἐς μόθον ἐλθέμεναι μέγʼ ἀμείνονί περ γεγαῶτι· οὐ γάρ μευ ξεῖνος πατρώιος εὔχεαι εἶναι, οὐδέ με δωτίνῃσι παραιφάμενος πολέμοιο 260νόσφιν ἀποστρέψεις ὡς Τυδέος ὄβριμον υἷα· ἀλλὰ καὶ εἰ κείνοιο φύγες μένος, οὔ σʼ ἔτʼ ἔγωγε ζωὸν ἀπὸ πτολέμοιο μεθήσομαι ἀπονέεσθαι. ἦ ἄλλοισι πέποιθας ἀνὰ κλόνον, οἵ μετὰ σεῖο μυίῃς οὐτιδανῇσιν ἐοικότες ἀΐσσουσιν 265ἀμφὶ νέκυν Ἀχιλῆος ἀμύμονος; ἄλλʼ ἄρα καὶ τοῖς δώσω ἐπεσσύμενος θάνατον καὶ κῆρας ἐρεμνάς.

So hurled he forth a vain word, knowing not
How far in might above him was the man
Whom his spear threatened. Battle-bider Aias
Darkly and scornfully glaring on him, said
“Thou craven wretch, and knowest thou not this,
How much was Hector mightier than thou
In war-craft? yet before my might, my spear,
He shrank. Ay, with his valour was there blent
Discretion. Thou thy thoughts are deathward set,
Who dar’st defy me to the battle, me,
A mightier far than thou! Thou canst not say
That friendship of our fathers thee shall screen;
Nor me thy gifts shall wile to let thee pass
Scatheless from war, as once did Tydeus’ son.
Though thou didst ‘scape his fury, will not I
Suffer thee to return alive from war.
Ha, in thy many helpers dost thou trust
Who with thee, like so many worthless flies,
Flit round the noble Achilles’ corpse? To these
Death and black doom shall my swift onset deal.”

267ὣς εἰπὼν Τρώεσσιν ἐνεστρωφᾶτο, λέων ὡς ἐν κυσὶν ἀγρεντῇσι κατʼ ἄγκεα μακρὰ καὶ ὕλην. πολλοὺς δʼ αἶψʼ ἐδάμασσε μεμαότας εὖχος ἀρέσθαι 270Τρῶας ὁμῶς Λυκίοισι· περιτορομέοντο δὲ λαοί, ἰχθύες ὡς ἀνὰ πόντον ἐπερχομένου ἀλεγεινοῦ κήτεος ἤ δελφῖνος ἁλιτρεφέος μεγάλοιο ὣς Τρῶες φοβέοντο βίην Τελαμωνιάδαο αἰὲν ἐπεσσυμένοιο κατὰ κλόνον· ἀλλʼ ἄρα καὶ ὥς 275μάρναντʼ, ἀμφὶ δὲ νεκρὸνʼ Αχιλλέος ἄλλοθεν ἄλλοι μυρίοι ἐν κονίῃσιν, ὅπως σύες ἀμφὶ λέοντα, κτείνοντʼ· οὐλομένη δὲ περὶ σφίσι δῆρις ὀρώρει. ἔνθα καὶ Ἱππολόχοιο δαΐφρονα δάμνατο παῖδα Αἴας ὀβριμόθυμος· ὁ δʼ ὕπτιος ἀμφʼ Ἀχιλῆα 280κάππεσεν, εὖτʼ ἐν ὄρεσσι περὶ στερεὴν δρύα θάμνος· ὣς ὅ γε δουρὶ δαμεὶς περικάππεσε Πηλείωνι βλήμενος· ἀμφὶ δὲ οἱ κρατερὸς πάϊς Ἀγχίσαο πολλὰ πονησάμενος σὺν ἀρηιφίλοις ἑτάροισιν εἴρυσεν ἐς Τρῶας, καὶ ἐς Ἰλίου ἱερὸν ἄστυ 285δῶκε φέρειν ἑτάροισι μέγʼ ἀχνυμένοις περὶ θυμῷ. αὐτὸς δʼ ἀμφʼ Ἀχιλῆι μαχέσκετο· τὸν δʼ ἄρα δουρὶ μυῶνος καθύπερθεν ἀρήιος οὔτασεν Αἴας χειρὸς δεξιτερῆς· ὁ δʼ ἄρʼ ἐσσυμένως ἀπόρουσεν ἐξ ὀλοοῦ πολέμοιο, κίεν δʼ ἄφαρ ἄστεος εἴσω· 290ἀμφὶ δέ οἱ πονέοντο περίφρονες ἰητῆρες, οἵ ῥά οἱ αἷμα κάθηραν ἀφʼ ἕλκεος, ἄλλα τε πάντα τεῦχον, ὅσʼ οὐταμένων ὀλοὰς ἀκέονται ἀνίας.

Then on the Trojans this way and that he turned,
As mid long forest-glens a lion turns
On hounds, and Trojans many and Lycians slew
That came for honour hungry, till he stood
Mid a wide ring of flinchers; like a shoal
Of darting fish when sails into their midst
Dolphin or shark, a huge sea-fosterling;
So shrank they from the might of Telamon’s son,
As aye he charged amidst the rout. But still
Swarmed fighters up, till round Achilles’ corse
To right, to left, lay in the dust the slain
Countless, as boars around a lion at bay;
And evermore the strife waxed deadlier.
Then too Hippolochus’ war-wise son was slain
By Aias of the heart of fire. He fell
Backward upon Achilles, even as falls
A sapling on a sturdy mountain-oak;
So quelled by the spear on Peleus’ son he fell.
But for his rescue Anchises’ stalwart son
Strove hard, with all his comrades battle-fain,
And haled the corse forth, and to sorrowing friends
Gave it, to bear to Ilium’s hallowed burg.
Himself to spoil Achilles still fought on,
Till warrior Aias pierced him with the spear
Through the right forearm. Swiftly leapt he back
From murderous war, and hasted thence to Troy.
There for his healing cunning leeches wrought,
Who stanched the blood-rush, and laid on the gash
Balms, such as salve war-stricken warriors’ pangs.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 3.212–292: The fight over Achilles' body