Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.422–513: The lament for Achilles

The Myrmidons mourn round the body. Aias, old Phoenix and Agamemnon each speak their grief, and the whole camp joins in the wailing.

Lines 3.422–513 · 798 words · click a number to copy its link
422Μυρμιδόνες δʼ ἄλληκτον ἀνεστενάχοντʼ Ἀχιλῆα εἰλόμενοι περὶ νεκρὸν ἀμύμονος οἷο ἄνακτος· ἠπίου, ὃς πάντεσσιν ἴσος πάρος ἦεν ἑταῖρος· 425οὐ γὰρ ὑπερφίαλος πέλεν ἀνδράσιν οὐδʼ ὀλοόφρων, ἀλλὰ σαοφροσύνῃ καὶ κάρτεϊ πάντʼ ἐκέκαστο. Αἴας δʼ ἐν πρώτοισι μέγα στενάχων ἐγεγώνει πατροκασιγνήτοιο φίλον ποθέων ἅμα παῖδα, βλήμενον ἐκ θεόφιν· θνητῶν γε μὲν οὔτινι βλητὸς 430ἦεν, ὅσοι ναίουσιν ἐπὶ χθονὸς εὐρυπέδοιο. τὸν τότε κῆρ ἀχέων ὀλοφύρετο φαίδιμος Αἴας, ἄλλοτε μὲν κλισίας Πηληιάδαο δαμέντος ἐσφοιτῶν, ὁτὲ δʼ αὖτε παρὰ ψαμάθοισι θαλάσσης ἐκχύμενος μάλα πουλύς, ἔπος δʼ ὀλοφύρατο τοῖον· 435ὦ Ἀχιλεῦ μέγα ἕρκος ἐϋσθενέων Ἀργείων, κάτθανες ἐν Τροίῃ Φθίης ἑκὰς εὐρυπέδοιο ἔκποθεν ἀπροφάτοιο λυγρῷ βεβλημένος ἰῷ, τόν ῥα ποτὶ κλόνον ἄνδρες ἀνάλκιδες ἰθύνουσιν· οὐ γάρ τις πίσυνός γε σάκος μέγα νωμήσασθαι 440ἠδὲ περὶ κροτάφοισιν ἐπισταμένως ἐς Ἄρηα εὖ θέσθαι πήληκα καὶ ἐν παλάμῃ δόρυ πῆλαι καὶ χαλκὸν δηΐοισι περὶ στέρνοισι δαΐξαι ἰοῖσίν γʼ ἀπάνευθεν ἀπεσσύμενος πολεμίζει· εἰ γάρ σευ κατέναντα τότʼ ἤλυθεν, ὅς σʼ ἔβαλέν περ, 445οὐκ ἄν ἀνουτητί γε τεοῦ φύγεν ἔγχεος ὁρμήν· ἀλλὰ Ζεὺς τάχα που τάδε μήδετο πάντʼ ἀπολέσσαι, ἡμέων δʼ ἐν καμάτοισιν ἐτώσια ἔργα τίθησιν· ἤδη γὰρ Τρώεσσι κατʼ Ἀργείων τάχα νίκην νεύσει, ἐπεὶ τόσσον περ Ἀχαιῶν ἕρκος ἀπηύρα. 450ὦ πόποι, ὡς ἄρα πάγχυ γέρων ἐν δώμασι Πηλεύς ὀχθήσει μέγα πένθος ἀτερπέϊ γήραϊ κύρσας· αὐτὴ μὲν φήμη μιν ἀπορραίσει τάχα θυμόν· ὧδε δέ οἱ καὶ ἄμεινον ὀϊζύος αἶψα λαθέσθαι· εἰ δέ κεν οὐ φθίσῃ ἑ κακὴ περὶ υἱέος ὄσσα, 455ἆ δειλὸς χαλεποῖς ἐνὶ πένθεσι γῆρας ἰάψει αἰὲν ἐπʼ ἐσχαρόφιν βίοτον κατέδων ὀδύνῃσι, Πηλεύς, ὃς μακάρεσσι φίλος περιώσιον ἦεν·

Ceaselessly wailed the Myrmidons Achilles,
A ring of mourners round the kingly dead,
That kind heart, friend alike to each and all,
To no man arrogant nor hard of mood,
But ever tempering strength with courtesy.

Then Aias first, deep-groaning, uttered forth
His yearning o’er his father’s brother’s son
God-stricken—ay, no man had smitten him
Of all upon the wide-wayed earth that dwell!
Him glorious Aias heavy-hearted mourned,
Now wandering to the tent of Peleus’ son,
Now cast down all his length, a giant form,
On the sea-sands; and thus lamented he:
“Achilles, shield and sword of Argive men,
Thou hast died in Troy, from Phthia’s plains afar,
Smitten unwares by that accursed shaft,
Such thing as weakling dastards aim in fight!
For none who trusts in wielding the great shield,
None who for war can skill to set the helm
Upon his brows, and sway the spear in grip,
And cleave the brass about the breasts of foes,
Warreth with arrows, shrinking from the fray.
Not man to man he met thee, whoso smote;
Else woundless never had he ‘scaped thy lance!
But haply Zeus purposed to ruin all,
And maketh all our toil and travail vain—
Ay, now will grant the Trojans victory
Who from Achaea now hath reft her shield!
Ah me! how shall old Peleus in his halls
Take up the burden of a mighty grief
Now in his joyless age! His heart shall break
At the mere rumour of it. Better so,
Thus in a moment to forget all pain.
But if these evil tidings slay him not,
Ah, laden with sore sorrow eld shall come
Upon him, eating out his heart with grief
By a lone hearth Peleus so passing dear
Once to the Blessed! But the Gods vouchsafe
No perfect happiness to hapless men.”

458ἀλλʼ οὐ πάντα τελοῦσι θεοὶ μογεροῖσι βροτοῖσιν. ὣς ὁ μὲν ἀσχαλόων ὀλοφύρετο Πηλείωνα. 460Φοῖνιξ δʼ δὖθʼ ὁ γεραιὸς ἀάσπετα κωκύεσκεν ἀμφιχυθεὶς δέμας ἠῢ θρασύφρονος Αἰακίδαο· καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνύμενος πινυτὸν κῆρ· ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἄχος αἰὲν ἄφυκτον κάλλιπες· ὡς ὄφελόν με χυτὴ κατὰ γαῖα κεκεύθει 465πρὶν σέο πότμον ἰδέσθαι ἁμείλιχον· οὐ γὰρ ἔμοιγε ἄλλο χερειότερον ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα, οὐδʼ ὅτε πατρίδʼ ἐμὴν λιπόμην ἀγανούς τε τοκῆας φεύγων ἐς Πηλῆα διʼ Ἑλλάδος, ὅς μʼ ὑπέδεκτο, καί μοι δῶρα πόρεν, Δολόπεσσι δὲ θῆκεν ἀνάσσειν 470καὶ σέ γʼ ἐν ἀγκοίνῃσι φορεύμενος ἀμφὶ μέλαθρον κόλπῳ ἐμῷ κατέθηκε καὶ ἐνδυκέως ἐπέτελλε νηπίαχον κομέειν, ὡσεὶ φίλον υἷα γεγῶτα· τῷ πιθόμην· σὺ δʼ ἐμοῖσι περὶ στέρνοισι γεγηθὼς πολλάκι παππάζεσκες ἔτʼ ἄκριτα χείλεσι βάζων, 475καί μευ νηπιέῃσιν ἄδην ἐνὶ σῇσι δίηνας στήθεά τʼ ἠδὲ χιτῶνας· ἔχον δέ σε χερσὶν ἐμῇσι πολλὸν καγχαλόων, ἐπεὶ ἦ νύ μοι ἦτορ ἐώλπει θρέψειν κηδεμονῆα βίου καὶ γήραος ἄλκαρ. καὶ τὰ μὲν ἐλπομένῳ βαιὸν χρόνον ἔπλετο πάντα. 480νῦν δὲ σύγʼ οἴχῃ ἄϊστος ὑπὸ ζόφον· ἀμφὶ δʼ ἐμὸν κῆρ ἄχνυτʼ ὀϊζυρῶς, ἐπεὶ ἦ νύ με κῆδος ἰάπτει λευγαλέον· τὸ καὶ εἴθε καταφθίσειε γοῶντα πρὶν Πηλῆα πυθέσθαι ἀμύμονα, τόν περ ὀΐω κωκύσειν ἀλίαστον, ὅτʼ ἀμφί ἑ φῆμις ἵκηται· 485οἴκτιστον γὰρ νῶιν ὑπὲρ σέθεν ἔσσεται ἄλγος πατρί τε σῷ καὶ ἐμοί, τοί περ μέγα σεῖο θανόντος ἀχνύμενοι τάχα γαῖαν ὑπὲρ Διὸς ἄσχετον Αἶσαν δυσόμεθʼ ἐσσυμένως· καί κεν πολὺ λώιον εἴη, ἢ ζώειν ἀπάνευθεν ἀοσσητῆρος ἑοῖο.

So he in grief lamented Peleus’ son.
Then ancient Phoenix made heart-stricken moan,
Clasping the noble form of Aeacus’ seed,
And in wild anguish wailed the wise of heart:
“Thou art reft from me, dear child, and cureless pain
Hast left to me! Oh that upon my face
The veiling earth had fallen, ere I saw
Thy bitter doom! No pang more terrible
Hath ever stabbed mine heart no, not that hour
Of exile, when I fled from fatherland
And noble parents, fleeing Hellas through,
Till Peleus welcomed me with gifts, and lord
Of his Dolopians made me. In his arms
Thee through his halls one day he bare, and set
Upon my knees, and bade me foster thee,
His babe, with all love, as mine own dear child:
I hearkened to him: blithely didst thou cling
About mine heart, and, babbling wordless speech,
Didst call me `father’ oft, and didst bedew
My breast and tunic with thy baby lips.
Ofttimes with soul that laughed for glee I held
Thee in mine arms; for mine heart whispered me
`This fosterling through life shall care for thee,
Staff of thine age shall be.’ And that mine hope
Was for a little while fulfilled; but now
Thou hast vanished into darkness, and to me
Is left long heart-ache wild with all regret.
Ah, might my sorrow slay me, ere the tale
To noble Peleus come! When on his ears
Falleth the heavy tidings, he shall weep
And wail without surcease. Most piteous grief
We twain for thy sake shall inherit aye,
Thy sire and I, who, ere our day of doom,
Mourning shall go down to the grave for thee—
Ay, better this than life unholpen of thee!”

490ἦ ῥʼ ὁ γέρων ἀλίαστον ἐνὶ φρεσὶ πένθος ἀέξων. πὰρ δέ οἱ Ἀτρείδης ὀλοφύρετο δάκρυα χεύων· ᾤμωξεν δʼ ὀδύνῃσι μέγʼ αἰθόμενος κέαρ ἔνδον· ὤλεο, Πηλείδη, Δαναῶν μέγα φέρτατε πάντων, ὤλεο, καὶ στρατὸν εὐρὺν ἀνερκέα θῆκας Ἀχαιῶν· 495ῥηίτεροι δʼ ἄρα σεῖο καταφθιμένοιο πέλονται δυσμενέσιν· σὺ δὲ χάρμα πεσὼν μέγα Τρωσὶν ἔθηκας, οἵ σε πάρος φοβέοντο λέονθʼ ὡς αἰόλα μῆλα· νῦν δʼ ἐπὶ νηυσὶ θοῇσι λιλαιόμενοι μαχέονται. Ζεῦ πάτερ, ἦ ῥά τι καὶ σὺ βροτοὺς ψευδέσσι λόγοισι 500θέλγεις, ὃς κατένευσας ἐμοὶ Πριάμοιο ἄνακτος ἄστυ διαπραθέειν, νῦν δʼ οὐ τελέεις ὅσʼ ὑπέστης, ἀλλὰ λίην ἀπάφησας ἐμὰς φρένας· οὐ γὰρ ὀΐω εὑρέμεναι πολέμοιο τέκμωρ φθιμένου Ἀχιλῆος. ὣς ἔφατʼ ἀχνύμενος κέαρ ἔνδοθεν· ἀμφὶ δὲ λαοὶ 505κώκυον ἐκ θυμοῖο θρασὺν περὶ Πηλείωνα· τοῖς δʼ ἄρʼ ἐπεβρόμεον νῆες περιμυρομένοισιν· ἠχὴ δʼ ἄσπετος ὦρτο διʼ αἰθέρος ἀκαμάτοιο. ὡς δʼ ὅτε κύματα μακρὰ βίῃ μεγάλου ἀνέμοιο ὀρνύμενʼ ἐκ πόντοιο πρὸς ἠιόνας φορέονται 510σμερδαλέον, πάντη δἐ προσαγνυμένης ἁλὸς αἰεὶ ἀκταὶ ὁμῶς ῥηγμῖσιν ἀπειρέσιαι βοόωσι· τοῖος ἄρʼ ἀμφὶ νέκυν Δαναῶν στόνος αἰνὸς ὀρώρει μυρομένων ἄλληκτον ἀταρβέα Πηλείωνα.

So moaned his ever-swelling tide of grief.
And Atreus’ son beside him mourned and wept
With heart on fire with inly smouldering pain:
“Thou hast perished, chiefest of the Danaan men,
Hast perished, and hast left the Achaean host
Fenceless! Now thou art fallen, are they left
An easier prey to foes. Thou hast given joy
To Trojans by thy fall, who dreaded thee
As sheep a lion. These with eager hearts
Even to the ships will bring the battle now.
Zeus, Father, thou too with deceitful words
Beguilest mortals! Thou didst promise me
That Priam’s burg should be destroyed; but now
That promise given dost thou not fulfil,
But thou didst cheat mine heart: I shall not win
The war’s goal, now Achilles is no more.”

So did he cry heart-anguished. Mourned all round
Wails multitudinous for Peleus’ son:
The dark ships echoed back the voice of grief,
And sighed and sobbed the immeasurable air.
And as when long sea-rollers, onward driven
By a great wind, heave up far out at sea,
And strandward sweep with terrible rush, and aye
Headland and beach with shattered spray are scourged,
And roar unceasing; so a dread sound rose
Of moaning of the Danaans round the corse,
Ceaselessly wailing Peleus’ aweless son.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.