Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 5.121–236: Aias and Odysseus claim the arms

Thetis offers the arms to the best of the Argives, and Aias and Odysseus rise to claim them. Nestor speaks privately to Idomeneus and Agamemnon, warning that this contest will cost the army dear. The three refuse to judge between the heroes.

Lines 5.121–236 · 1075 words · click a number to copy its link
121καὶ τότʼ ἐν Ἀργείοισι Θέτις κυανοκρήδεμνος θεσπέσιον φάτο μῦθον ἀκηχεμένη Ἀχιλῆος· νῦν μὲν δὴ κατʼ ἀγῶνος ἀέθλια πάντα τελέσθη, ὅσσʼ ἐπὶ παιδὶ θανόντι μέγʼ ἀχνυμένη κατέθηκα· 125ἀλλʼ ἴτω ὅς τʼ ἐσάωσε νέκυν καὶ ἄριστος Ἀχαιῶν, καί νύ κέ οἱ θηητὰ καὶ ἄμβροτα τεύχἐ ἕσασθαι δώσω, ἅ καὶ μακάρεσσι μέγʼ εὔαδεν ἀθανάτοισιν. ὥς φάτο· τοὶ δʼ ἀνόρουσαν ἐριδμαίνοντʼ ἐπέεσσιν υἱὸς Λαέρταο καὶ ἀντιθέου Τελαμῶνος 130Αἴας, ὅς μέγα πάντας ὑπείρεχεν ἐν Δαναοῖσιν, ἀστὴρ ὡς ἀρίδηλος ἀνʼ οὐρανὸν αἰγλήεντα ἕσπερος, ὅς μέγα πᾶσι μετʼ ἀστράσι παμφαίνησι· τῷ εἰκὼς τεύχεσσι παρίστατο Πηλείδαο· ᾔτεε δʼ Ἰδομενῆα κριτὴν καὶ Νηλέος υἷα 135ἠδʼ ἄρα μητιόεντʼ Ἀγαμέμνονα· τοὺς γὰρ ἐώλπει ἴδμεναι ἀτρεκέως ἐρικυδέος ἔργα μόθοιο· ὥς δʼ αὕτως Ὀδυσεὺς κείνοις ἐπὶ πάγχυ πεποίθει·

Then mid the Argives Thetis sable-stoled
In her deep sorrow for Achilles spake;
“Now all the athlete-prizes have been won
Which I set forth in sorrow for my child.
Now let that mightiest of the Argives come
Who rescued from the foe my dead: to him
These glorious and immortal arms I give
Which even the blessed Deathless joyed to see.”

Then rose in rivalry, each claiming them,
Laertes’ seed and godlike Telamon’s son,
Aias, the mightiest far of Danaan men:
He seemed the star that in the glittering sky
Outshines the host of heaven, Hesperus,
So splendid by Peleides’ arms he stood;
“And let these judge,” he cried, “Idomeneus,
Nestor, and kingly-counselled Agamemnon,”
For these, he weened, would sureliest know the truth
Of deeds wrought in that glorious battle-toil.
“To these I also trust most utterly,”
Odysseus said, “for prudent of their wit
Be these, and princeliest of all Danaan men.”

138οἱ γὰρ ἔσαν πινυτοὶ καὶ ἀμύμονες ἐν Δαναοῖσι. Νέστωρ δʼ Ἰδομενῆι καὶ Ἀτρέος υἱέϊ δίῳ 140ἄμφω ἐελδομένοισιν ἔπος φάτο νόσφιν ἀπʼ ἄλλων· ὦ φίλοι, ἦ μέγα πῆμα καὶ ἄσχετον ἤματι τῷδε ἡμῖν συμφορέουσιν ἀκηδέες Οὐρανίωνες Αἴαντος μεγάλοιο περιφραδέος τʼ Ὀδυσῆος ἐσσυμένων ἐπὶ δῆριν ἀάσχετον ἀργαλέην τε· 145τῶν γάρ ῥʼ ὁπποτέρῳ δώῃ θεὸς εὖχος ἀρέσθαι γηθήσει κατὰ θυμόν, ὁ δʼ αὖ μέγα πένθος ἀέξει πάντας ἀτεμβόμενος Δαναούς, περὶ δʼ ἔξοχα πάντων ἡμέας· οὐδʼ ἔτι κεῖνος ἐν ἡμῖν ὡς τὸ πάροιθε στήσεται ἐν πολέμῳ· μέγα δʼ ἔσσεται ἄλγος Ἀχαιοῖς, 150κείνων ὅντινα δεινὸς ἕλῃ χόλος, οὕνεκα πάντων ἡρώων προφέρουσιν, ὁ μὲν πολέμῳ, ὁ δὲ βουλῇ. ἀλλʼ ἄγʼ ἐμοὶ πείθεσθον, ἐπεί ῥα γεραίτερός εἰμι λίην, οὐκ ὀλίγον περ, ἔχω δʼ ἐπὶ γήραϊ πολλῷ καὶ νόον, οὕνεκεν ἐσθλὰ καὶ ἄλγεα πολλὰ μόγησα· 155αἰεὶ δʼ ἐν βουλῇσι γέρων πολύϊδρις ἀμείνων ὁπλοτέρου πέλει ἀνδρός, ἐπεὶ μάλα μυρία οἶδε· τοὔνεκα Τρωσὶν ἐφῶμεν ἐΰφροσι [ταῦτα] δικάσσαι ἀντιθέῳ τʼ Αἴαντι φιλοπτολέμῳ τʼ Ὀδυσῆι, ὅντινα δήιοι ἄνδρες ὑποτρομέουσι μάλιστα, ἠδʼ ὅτις ἐξεσάωσε νέκυν Πηληιάδαο 160ἐξ ὀλοοῦ πολέμοιο· δορύκτητοι γὰρ ἐν ἡμῖν πολλοὶ Τρῶες ἔασι νεοδμήτῳ ὑπʼ ἀνάγκῃ· οἵ ῥα δίκην ἰθεῖαν ἐπὶ σφίσι ποιήσονται. οὔτινι ἦρα φέροντες, ἐπεὶ μάλα πάντας Ἀχαιοὺς ἶσον ἀπεχθαίρουσι κακῆς μεμνημένοι ἄτης. 165ὥς φάμενον προσέειπεν ἐϋμμελίης Ἀγαμέμνων· ὦ γέρον, ὡς οὔτις πινυτώτερος ἄλλος ἐν ἡμῖν σεῖο πέλει Δαναῶν οὔτʼ ἂρ νέος οὔτε παλαιός, ὅς φῂς Ἀργείοισιν ἀνηλεγέως χαλεπῆναι ἄνδρα τόν, ὅντινα τῶνδε θεοὶ μετόπισθε βάλωνται 170νίκης· οἱ γὰρ ἄριστοι ἐπὶ σφίσι δηριόωνται· καί ῥά μοι ἔνδοθεν ἦτορ ἐνὶ φρεσὶ ταῦτα μενοινᾷ, ὄφρα δορυκτήτοισι δικασπολίην ὀπάσωμεν· τοὺς καὶ ἀτεμβόμενός τις ὀλέθρια μήσεται ἔργα Τρωσὶν ἐϋπτολέμοισι, χόλον δʼ οὐκ ἄμμιν ὀπάσσει.

But to Idomeneus and Atreus’ son
Spake Nestor apart, and willingly they heard:
“Friends, a great woe and unendurable
This day the careless Gods have laid on us,
In that into this lamentable strife
Aias the mighty hath been thrust by them
Against Odysseus passing-wise. For he,
To whichsoe’er God gives the victor’s glory—
O yea, he shall rejoice! But he that loseth—
All for the grief in all the Danaans’ hearts
For him! And ours shall be the deepest grief
Of all; for that man will not in the war
Stand by us as of old. A sorrowful day
It shall be for us, whichsoe’er of these
Shall break into fierce anger, seeing they
Are of our heroes chiefest, this in war,
And that in counsel. Hearken then to me,
Seeing that I am older far than ye,
Not by a few years only: with mine age
Is prudence joined, for I have suffered and wrought
Much; and in counsel ever the old man,
Who knoweth much, excelleth younger men.
Therefore let us ordain to judge this cause
‘Twixt godlike Aias and war-fain Odysseus,
Our Trojan captives. They shall say whom most
Our foes dread, and who saved Peleides’ corse
From that most deadly fight. Lo, in our midst
Be many spear-won Trojans, thralls of Fate;
And these will pass true judgment on these twain,
To neither showing favour, since they hate
Alike all authors of their misery.”

He spake: replied Agamemnon lord of spears:
“Ancient, there is none other in our midst
Wiser than thou, of Danaans young or old,
In that thou say’st that unforgiving wrath
Will burn in him to whom the Gods herein
Deny the victory; for these which strive
Are both our chiefest. Therefore mine heart too
Is set on this, that to the thralls of war
This judgment we commit: the loser then
Shall against Troy devise his deadly work
Of vengeance, and shall not be wroth with us.”

175ὣς φάτο· τοὶ δʼ ἕνα θυμὸν ἐνὶ στέρνοισιν ἔχοντες ἀμφαδὸν ἠνήναντο δικασπολίην ἀλεγεινήν· τῶν δʼ ἄρʼ ἀναινομένων Τρώων ἐρικυδέες υἷες ἕζοντʼ ἐν μέσσοισι δορύκτητοί περ ἐόντες, ὄφρα θέμιν καὶ νεῖκος ἀρήιον ἰθύνωσιν. 180Αἴας δʼ ἐν μέσσοισι μέγʼ ἀσχαλόων φάτο μῦθον· ὦ Ὀδυσεῦ φρένας αἰνέ, τί τοι νόον ἤπαφε δαίμων ἶσον ἐμοὶ φρονέειν περὶ κάρτεος ἀκαμάτοιο; ἦ φῂς αἰνὸν ὅμιλον ἐρυκακέειν Ἀχιλῆος βλημένου ἐν κονίῃσιν, ὅτʼ ἀμφί ἑ Τρῶες ἔβησαν, 185ὁππότʼ ἐγὼ κείνοισι φόνον στονόεντʼ ἐφέηκα σεῖο καταπτώσσοντος; ἐπεί νύ σε γείνατο μήτηρ δείλαιον καὶ ἄναλκιν, ἀφαυρότερόν περ ἐμεῖο, ὅσσον τίς τε κύων μεγαλοβρύχοιο λέοντος· οὐ γάρ τοι στέρνοισι πέλει μενεδήιον ἦτορ, 190ἀλλὰ σοὶ ἀμφιμέμηλε δόλος καὶ ἀτάσθαλα ἔργα. ἠὲ τόδʼ ἐξελάθου, ὅτʼ ἐς Ἰλίου ἱερὸν ἄστυ ἐλθέμεναι ἀλέεινες ἅμʼ ἀγρομένοισιν Ἀχαιοῖς, καί σε καταπτώσσοντα καὶ οὐκ ἐθέλοντʼ ἐφέπεσθαι ἤγαγον Ἀτρεῖδαι; ὡς μὴ ὤφειλες ἱκέσθαι· 195σῇς γὰρ ὑπʼ ἐννεσίῃσι κλυτὸν Ποιάντιον υἷα Λήμνῳ ἐν ἠγαθέῃ λίπομεν μεγάλα στενάχοντα· οὐκ οἴῳ δʼ ἄρα τῷ γε λυγρὴν ἐπεμήσαο λώβην, ἀλλὰ καὶ ἀντιθέῳ Παλαμήδεϊ θῆκας ὄλεθρον, ὃς σέο φέρτερος ἔσκε βίῃ καὶ ἐΰφρονι βουλῇ. 200νῦν δʼ ἤδη καὶ ἐμεῖο καταντίον ἐλθέμεν ἔτλης, οὔτʼ εὐεργεσίης μεμνημένος, οὔτε τι θυμῷ ἁζόμενος σέο πολλὸν ὑπέρτερον, ὅς σʼ ἐνὶ χάρμῃ ἐξεσάωσα πάροιθεν ὑποτρομέοντα κυδοιμὸν δυσμενέων, ὅτε σʼ ἄλλοι ἀνὰ μόθον οἰωθέντα 205κάλλιπον ἐν δηίων ὁμάδῳ φεύγοντα καὶ αὐτόν· ὡς ὄφελον καὶ ἐμεῖο θρασὺ σθένος ἐν δαῒ κείνῃ αὐτὸς Ζεὺς ἐφόβησεν ἀπʼ αἰθέρος, ὄφρα σε Τρῶες ἀμφιτόμοις ξιφέεσσι διαμελεϊστὶ κέδασσαν δαῖτα κυσὶ σφετέροισι, καὶ οὐκ ἂν ἐμεῖο μενοίνας 210ἐλθέμεναι κατέναντα δολοφροσύνῃσι πεποιθώς. σχέτλιε, τίπτε βίῃ πολὺ φέρτατος ἔμμεναι ἄλλων εὐχόμενος μέσσοισιν ἔχεις νέας, οὐδέ τι θυμῷ ἔτλης ὥσπερ ἔγωγε θοὰς ἔκτοσθεν ἐρύσσαι νῆας; ἐπεί νύ σε τάρβος ἐπήιεν. οὐδὲ μὲν αἰνὸν 215πῦρ νηῶν ἀπάλαλκες· ἐγὼ δʼ ὑπʼ ἀταρβέϊ θυμῷ ἔστην καὶ πυρὸς ἄντα καὶ Ἕκτορος, ὅς μοι ὕπεικε πάντη ἐν ὑσμίνῃ· σὺ δέ μιν περιδείδιες αἰεί. ὡς ὄφελον τόδε νῶιν ἐνὶ πτολέμῳ τις ἄεθλον θῆκεν, ὅτʼ ἀμφʼ Ἀχιλῆι δεδουπότι δῆρις ὀρώρει, 220ὄφρʼ ἐκ δυσμενέων με καὶ ἀργαλέοιο κυδοιμοῦ ἔδρακες ἔντεα καλὰ ποτὶ κλισίας φορέοντα αὐτῷ ὁμῶς Ἀχιλῆι δαΐφρονι· νῦν δʼ ἄρα μύθων ἰδρείῃ πίσυνος μεγάλων ἐπιμαίεαι ἔργων· οὐ γάρ τοι σθένος ἐστὶν ἐν ἔντεσιν ἀκαμάτοισι 225δύμεναι Αἰακίδαο δαΐφρονος, οὐδὲ μέγʼ ἔγχος νωμῆσαι παλάμῃσιν· ἐμοὶ δʼ ἄρα πάντα τέτυκται ἄρμενα, καί μοι ἔοικε φορήμεναι ἀγλαὰ τεύχη οὔτι καταισχύνοντι θεοῦ περικαλλέα δῶρα. ἀλλὰ τί ἢ μύθοισιν ἐριδμαίνοντε κακοῖσιν 230ἕσταμεν ἀμφʼ Ἀχιλῆος ἀμύμονος ἀγλαὰ τεύχη; ἀλλʼ ἄγε χαλκείῃς πειρήσομεν ἐγχείῃσιν ὅστις φέρτερός ἐστιν ἐνὶ φθισήνορι χάρμῃ ἀλκῆς γὰρ τόδʼ ἄεθλον ἀρήιον, οὐκ ἀλεγεινῶν θῆκεν ἐνὶ μέσσοισιν ἐπέων Θέτις ἀργυρόπεζα· μύθων δʼ εἰν ἀγορῇ χρειὼ πέλει ἀνθρώποισιν· 235οἶδα γὰρ ὡς σέο πολλὸν ἀγαυότερος καὶ ἀρείων εἰμί· γένος δέ μοί ἐστιν, ὅθεν μεγάλῳ Ἀχιλῆι.

He spake, and these three, being of one mind,
In hearing of all men refused to judge
Judgment so thankless: they would none of it.
Therefore they set the high-born sons of Troy
There in the midst, spear-thralls although they were,
To give just judgment in the warriors’ strife.
Then in hot anger Aias rose, and spake:
“Odysseus, frantic soul, why hath a God
Deluded thee, to make thee hold thyself
My peer in might invincible? Dar’st thou say
That thou, when slain Achilles lay in dust,
When round him swarmed the Trojans, didst bear back
That furious throng, when I amidst them hurled
Death, and thou coweredst away? Thy dam
Bare thee a craven and a weakling wretch
Frail in comparison of me, as is
A cur beside a lion thunder-voiced!
No battle-biding heart is in thy breast,
But wiles and treachery be all thy care.
Hast thou forgotten how thou didst shrink back
From faring with Achaea’s gathered host
To Ilium’s holy burg, till Atreus’ sons
Forced thee, the cowering craven, how loth soe’er,
To follow them—would God thou hadst never come!
For by thy counsel left we in Lemnos’ isle
Groaning in agony Poeas’ son renowned.
And not for him alone was ruin devised
Of thee; for godlike Palamedes too
Didst thou contrive destruction—ha, he was
Alike in battle and council better than thou!
And now thou dar’st to rise up against me,
Neither remembering my kindness, nor
Having respect unto the mightier man
Who rescued thee erewhile, when thou didst quaff
In fight before the onset of thy foes,
When thou, forsaken of all Greeks beside,
Midst tumult of the fray, wast fleeing too!
Oh that in that great fight Zeus’ self had stayed
My dauntless might with thunder from his heaven!
Then with their two-edged swords the Trojan men
Had hewn thee limb from limb, and to their dogs
Had cast thy carrion! Then thou hadst not presumed
To meet me, trusting in thy trickeries!
Wretch, wherefore, if thou vauntest thee in might
Beyond all others, hast thou set thy ships
In the line’s centre, screened from foes, nor dared
As I, on the far wing to draw them up?
Because thou wast afraid! Not thou it was
Who savedst from devouring fire the ships;
But I with heart unquailing there stood fast
Facing the fire and Hector ay, even he
Gave back before me everywhere in fight.
Thou—thou didst fear him aye with deadly fear!
Oh, had this our contention been but set
Amidst that very battle, when the roar
Of conflict rose around Achilles slain!
Then had thine own eyes seen me bearing forth
Out from the battle’s heart and fury of foes
That goodly armour and its hero lord
Unto the tents. But here thou canst but trust
In cunning speech, and covetest a place
Amongst the mighty! Thou—thou hast not strength
To wear Achilles’ arms invincible,
Nor sway his massy spear in thy weak hands!
But I they are verily moulded to my frame:
Yea, seemly it is I wear those glorious arms,
Who shall not shame a God’s gifts passing fair.
But wherefore for Achilles’ glorious arms
With words discourteous wrangling stand we here?
Come, let us try in strife with brazen spears
Who of us twain is best in murderous right!
For silver-footed Thetis set in the midst
This prize for prowess, not for pestilent words.
In folkmote may men have some use for words:
In pride of prowess I know me above thee far,
And great Achilles’ lineage is mine own.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.