Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 5.456–567: The death of Aias

Athena clears his mind, and Aias sees the dead sheep and, knowing that the gods have cheated his senses, thrusts Hector's sword into his throat. Teucer wants to die with him and is held back. Tecmessa, his captive-bride, wails over the body, and Agamemnon promises her that no man shall make her a slave while he and Teucer live.

Lines 5.456–567 · 1047 words · click a number to copy its link
456Αἴας δʼ, ὡς ἴδε μῆλα κατὰ χθονὸς ἀσπαίροντα, θάμβεεν ἐν φρεσὶ πάμπαν· ὀΐσατο γὰρ δόλον εἶναι ἐκ μακάρων· πάντεσσι δʼ ὑπεκλάσθη μελέεσσι βλήμενος ἄλγεσι θυμὸν ἀπήιον· οὐδʼ ἄρα πρόσσω 460ἔσθενεν ἀσχαλόων ἐπιβήμεναι οὔτʼ ἄρʼ ὀπίσσω, ἀλλʼ ἔστη σκοπιῇ ἐναλίγκιος, ἥ τʼ ἐν ὄρεσσι πασάων μάλα πολλὸν ὑπερτάτη ἐρρίζωται. ἀλλʼ ὅτε οἱ πάλι θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη, λυγρὸν ἀνεστονάχησεν, ἔπος δʼ ὀλοφύρετο τοῖον· 465ὤ μοι ἐγώ, τί νυ τόσσον ἀπέχθομαι ἀθανάτοισιν; οἵ με φρένας βλάψαντο, κακὴν δʼ ἐπὶ λύσσαν ἔθεντο, μῆλα κατακτεῖναι, τά μοι οὐκ ἔσαν αἴτια θυμοῦ. ὡς ὄφελον τίσασθαι Ὀδυσσέος ἀργαλέον κῆρ χερσὶν ἐμῇς, ἐπεὶ ἦ με κακῇ περικάββαλεν ἄτῃ 470λυγρὸς ἐὼν μάλα πάγχυ· πάθοι γε μὲν ἄλγεα θυμῷ, ὁππόσα μητιόωνται Ἐριννύες ἀνθρώποισιν ἀργαλέοις· δοῖεν δὲ καὶ ἄλλοις Ἀργείοισιν ὑσμίνας ὀλοὰς καὶ πένθεα δακρυόεντα, αὐτῷ τʼ Ἀτρείδῃ Ἀγαμέμνονι· μηδʼ ὅ γʼ ἀπήμων 475ἔλθοι ἑὸν ποτὶ δῶμα λιλαιόμενός περ ἱκέσθαι. ἀλλὰ τί μοι στυγεροῖσι μετέμμεναι ἐσθλὸν ἐόντα; ἐρρέτω Ἀργείων ὀλοὸς στρατός· ἐρρέτω αἰὼν ἄσχετος· οὐ γὰρ ἔτʼ ἐσθλὸς ἔχει γέρας, ἀλλὰ χερείων τιμήεις τε πέλει καὶ φίλτερος· ἦ γὰρ Ὀδυσσεὺς 480τίετʼ ἐν Ἀργείοισιν, ἐμεῦ δʼ ἐπὶ πάγχυ λάθοντο ἔργων θʼ, ὁππόσʼ ἔρεξα καὶ ἔτλην εἵνεκα λαῶν. ὣς εἰπὼν πάϊς ἐσθλὸς ἐϋσθενέος Τελαμῶνος Ἑκτόρεον ξίφος ὦσε διʼ αὐχένος· ἐκ δέ οἱ αἷμα ἐσσύμενον κελάρυζεν. ὁ δʼ ἐν κονίῃσι τανύσθη 485Τυφὼν ὥς, τὸν Ζηνὸς ἐνεπρήσαντο κεραυνοί· ἀμφὶ δὲ γαῖα μέλαινα μέγα στονάχησε πεσόντος.

Then Aias saw those sheep upon the earth
Gasping in death; and sore amazed he stood,
For he divined that by the Blessed Ones
His senses had been cheated. All his limbs
Failed under him; his soul was anguished-thrilled:
He could not in his horror take one step
Forward nor backward. Like some towering rock
Fast-rooted mid the mountains, there he stood.
But when the wild rout of his thoughts had rallied,
He groaned in misery, and in anguish wailed:
“Ah me! why do the Gods abhor me so?
They have wrecked my mind, have with fell madness filled,
Making me slaughter all these innocent sheep!
Would God that on Odysseus’ pestilent heart
Mine hands had so avenged me! Miscreant, he
Brought on me a fell curse! O may his soul
Suffer all torments that the Avenging Fiends
Devise for villains! On all other Greeks
May they bring murderous battle, woeful griefs,
And chiefly on Agamemnon, Atreus’ son!
Not scatheless to the home may he return
So long desired! But why should I consort,
I, a brave man, with the abominable?
Perish the Argive host, perish my life,
Now unendurable! The brave no more
Hath his due guerdon, but the baser sort
Are honoured most and loved, as this Odysseus
Hath worship mid the Greeks: but utterly
Have they forgotten me and all my deeds,
All that I wrought and suffered in their cause.”

So spake the brave son of strong Telamon,
Then thrust the sword of Hector through his throat.
Forth rushed the blood in torrent: in the dust
Outstretched he lay, like Typhon, when the bolts
Of Zeus had blasted him. Around him groaned
The dark earth as he fell upon her breast.

487καὶ τότε δὴ Δαναοὶ κίον ἀθρόοι, ὡς ἐσίδοντο κείμενον ἐν κονίῃσι· πάρος δέ οἱ οὔτις ἵκανεν ἐγγύς, ἐπεὶ μάλα πάντας ἔχεν δέος εἰσορόωντας. 490αἶψα δʼ ἄρα κταμένῳ περικάππεσον· ἀμφὶ δὲ κρᾶτα πρηνέες ἐκχύμενοι κόνιν ἄσπετον ἀμφεχέοντο, καί σφιν ὀδυρομένων γόος αἰθέρα δῖον ἵκανεν· ὡς δʼ ὅταν εἰροπόκων ὀΐων ἄπο νήπια τέκνα ἀνέρες ἐξελάσωσιν, ἵνα σφίσι δαῖτα κάμωνται, 495αἱ δὲ μέγα σκαίρουσι διηνεκέως μεμακυῖαι μητέρες ἐκ τεκέων σηκούς πέρι χηρωθέντας· ὥς οἵ γʼ ἀμφʼ Αἴαντα μέγα στένον ἤματι κείνῳ πανσυδίῃ· μέγα δέ σφιν ἐπέβραχε δάσκιος Ἴδη καὶ πεδίον καὶ νῆες ἀπειρεσίη τε θάλασσα. 500Τεῦκρος δʼ ἀμφʼ αὐτῷ μάλα μήδετο κῆρας ἐπισπεῖν ἀργαλέας· τὸν δʼ ἄλλοι ἀπὸ ξίφεος μεγάλοιο εἶργον. ὁ δʼ ἀσχαλόων περικάππεσε τεθνειῶτι δάκρυα πολλὰ χέων ἀδινώτερα νηπιάχοιο, ὅς τε παρʼ ἐσχαρεῶνι τέφρην περιειμένος ὤμοις 505κάκ κεφαλῆς μάλα πάμπαν ὀδύρεται ὀρφανὸν ἦμαρ μητρὸς ἀποφθιμένης, ἥ μιν τρέφε νήιδα πατρός· ὣς ὅ γε κωκύεσκε κασιγνήτοιο δαμέντος ἑρπύζων περὶ νεκρόν, ἔπος δʼ ὀλοφύρετο τοῖον· Αἶαν καρτερόθυμε, τί ἤ νύ τοι ἐβλάβετʼ ἦτορ 510οἷ αὐτῷ στονόεντα φόνον καὶ πῆμα βαλέσθαι; ἦ ἵνα Τρώιοι υἷες ὀϊζύος ἀμπνεύσωσιν, Ἀργείους δʼ ὀλέσωσι σέθεν κταμένοιο κιόντες; οὐ γὰρ τοῖσδʼ ἔτι θάρσος ὅσον πάρος ὀλλυμένοισιν ἔσσεται ἐν πολέμῳ· σὺ γὰρ ἔπλεο πήματος ἄλκαρ· 515οὐδʼ ἔτʼ ἐμοὶ νόστοιο τέλος σέο δεῦρο θανόντος ἁνδάνει, ἀλλὰ καὶ αὐτὸς ἐέλδομαι ἐνθάδʼ ὀλέσθαι, ὄφρα με σὺν σοὶ γαῖα φερέσβιος ἀμφικαλύπτῃ· οὐ γάρ μοι τοκέων τόσσον μέλει, εἴ που ἔτʼ εἰσίν, εἴ που ἔτʼ ἀμφινέμονται ἔτι ζωοὶ Σαλαμῖνα, 520ὅσσον σεῖο θανόντος, ἐπεὶ σύ μοι ἔπλεο κῦδος.

Then thronging came the Danaans, when they saw
Low laid in dust the hero; but ere then
None dared draw nigh him, but in deadly fear
They watched him from afar. Now hasted they
And flung themselves upon the dead, outstretched
Upon their faces: on their heads they cast
Dust, and their wailing went up to the sky.
As when men drive away the tender lambs
Out of the fleecy flock, to feast thereon,
And round the desolate pens the mothers leap
Ceaselessly bleating, so o’er Aias rang
That day a very great and bitter cry.
Wild echoes pealed from Ida forest-palled,
And from the plain, the ships, the boundless sea.

Then Teucer clasping him was minded too
To rush on bitter doom: howbeit the rest
Held from the sword his hand. Anguished he fell
Upon the dead, outpouring many a tear
More comfortlessly than the orphan babe
That wails beside the hearth, with ashes strewn
On head and shoulders, wails bereavement’s day
That brings death to the mother who hath nursed
The fatherless child; so wailed he, ever wailed
His great death-stricken brother, creeping slow
Around the corpse, and uttering his lament:
“O Aias, mighty-souled, why was thine heart
Distraught, that thou shouldst deal unto thyself
Murder and bale? All, was it that the sons
Of Troy might win a breathing-space from woes,
Might come and slay the Greeks, now thou art not?
From these shall all the olden courage fail
When fast they fall in fight. Their shield from harm
Is broken now! For me, I have no will
To see mine home again, now thou art dead.
Nay, but I long here also now to die,
That so the earth may shroud me—me and thee
Not for my parents so much do I care,
If haply yet they live, if haply yet
Spared from the grave, in Salamis they dwell,
As for thee, O my glory and my crown!”

521ἦ ῥα μέγα στενάχων· ἐπὶ δʼ ἔστενε δῖα Τέκμησσα Αἴαντος παράκοιτις ἀμύμονος, ἥνπερ ἐοῦσαν ληιδίην σφετέρην ἄλοχον θέτο, καί μιν ἄνασσαν πάντων ἔμμεν ἔτευξεν, ὅσων ἀνὰ δῶμα γυναῖκες 525ἐδνωταὶ μεδέουσι παρʼ ἀνδράσι κουριδίοισιν· ἡ δέ οἱ ἀκαμάτῃσιν ὑπʼ ἀγκοίνῃσι δαμεῖσα Εὐρυσάκην τέκεθʼ υἱὸν ἐοικότα πάντα τοκῆι· ἀλλʼ ὁ μὲν οὖν ἔτι τυτθὸς ἐνὶ λεχέεσσι λέλειπτο· ἡ δὲ μέγα στενάχουσα φίλῳ περικάππεσε νεκρῷ 530ἐντυπὰς ἐν κονίῃσι καλὸν δέμας αἰσχύνουσα· καί ῥʼ ὀλοφυδνὸν ἄϋσε μέγʼ ἀχνυμένη κέαρ ἔνδον· ὤ μοι ἐγὼ δύστηνος, ἐπεὶ θάνες, οὔτι δαϊχθεὶς δυσμενέων παλάμῃσιν ἀνὰ μόθον, ἀλλὰ σοὶ αὐτῷ· τῷ μοι πένθος ἄλαστον ἐποίχεται· οὐ γὰρ ἐώλπειν 535σεῖο καταφθιμένοιο πολύστονον ἦμαρ ἰδέσθαι ἐν Τροίῃ· τὰ δὲ πάντα κακαὶ διὰ Κῆρες ἔχευαν· ὥς μʼ ὄφελον τὸ πάροιθε περὶ τραφερὴ χάνε γαῖα, πρὶν σέο πότμον ἰδέσθαι ἀμείλιχον· οὐ γὰρ ἔμοιγε ἄλλο χερειότερόν ποτʼ ἐσήλυθεν ἐς φρένα πῆμα, 540οὐδʼ ὅτε με πρώτιστον ἐμῆς ἀποτηλόθι πάτρης καὶ τοκέων εἴρυσσας ἅμʼ ἄλλῃς ληιάδεσσι πόλλʼ ὀλοφυρομένην, ἐπεὶ ἦ νύ με τὸ πρὶν ἄνασσαν αἰδοίην περ ἐοῦσαν ἐπήιε δούλιον ἦμαρ· ἀλλά μοι οὔτε πάτρης θυμηδέος οὔτε τοκήων 545μέμβλεται οἰχομένων, ὁπόσον σέο δῃωθέντος, οὕνεκά μοι δειλῇ θυμήρεα πάντα μενοίνας, καί ῥά μʼ ἔθηκας ἄκοιτιν ὁμόφρονα, καί ῥά μʼ ἔφησθα τεύξειν αὐτίκʼ ἄνασσαν ἐϋκτιμένης Σαλαμῖνος νοστήσας Τροίηθε· τὰ δʼ θεὸς ἄμμι τέλεσσεν· 550ἀλλὰ σὺ μέν μοι ἄϊστος ἀποίχεαι, οὐδέ νύ σοί περ μέμβλετʼ ἐμεῦ καὶ παιδός, ὅς οὐ πατρὶ τέρψεται ἦτορ, οὐ σέο κοιρανίης ἐπιβήσεται, ἀλλά μιν ἄλλοι δμῶα λυγρόν τεύξουσιν, ἐπεὶ πατρὸς οὐκέτʼ ἐόντος νηπίαχοι κομέονται ὑπʼ ἄνδρεσσιν μάλα πολλὸν 555χειροτέροις· ὀλοῇ γὰρ ὑπʼ ὀρφανίῃ βαρὺς αἰὼν παισὶ πέλει, καὶ πήματʼ ἐπʼ ἄλλοθεν ἄλλα χέονται· καὶ δέ με δειλαίην τάχα δούλιον ἵξεται ἦμαρ οἰχομένου σέο πρόσθεν, ὅ μοι θεὸς ὥς ἐτέτυξο.

So cried he groaning sore; with answering moan
Queenly Tecmessa wailed, the princess-bride
Of noble Aias, captive of his spear,
Yet ta’en by him to wife, and household-queen
O’er all his substance, even all that wives
Won with a bride-price rule for wedded lords.
Clasped in his mighty arms, she bare to him
A son Eurysaces, in all things like
Unto his father, far as babe might be
Yet cradled in his tent. With bitter moan
Fell she on that dear corpse, all her fair form
Close-shrouded in her veil, and dust-defiled,
And from her anguished heart cried piteously:
“Alas for me, for me now thou art dead,
Not by the hands of foes in fight struck down,
But by thine own! On me is come a grief
Ever-abiding! Never had I looked
To see thy woeful death-day here by Troy.
Ah, visions shattered by rude hands of Fate!
Oh that the earth had yawned wide for my grave
Ere I beheld thy bitter doom! On me
No sharper, more heart-piercing pang hath come—
No, not when first from fatherland afar
And parents thou didst bear me, wailing sore
Mid other captives, when the day of bondage
Had come on me, a princess theretofore.
Not for that dear lost home so much I grieve,
Nor for my parents dead, as now for thee:
For all thine heart was kindness unto me
The hapless, and thou madest me thy wife,
One soul with thee; yea, and thou promisedst
To throne me queen of fair-towered Salamis,
When home we won from Troy. The Gods denied
Accomplishment thereof. And thou hast passed
Unto the Unseen Land: thou hast forgot
Me and thy child, who never shall make glad
His father’s heart, shall never mount thy throne.
But him shall strangers make a wretched thrall:
For when the father is no more, the babe
Is ward of meaner men. A weary life
The orphan knows, and suffering cometh in
From every side upon him like a flood.
To me too thraldom’s day shall doubtless come,
Now thou hast died, who wast my god on earth.”

559ὥς φ;μένην προσέειπε φίλα φρονέων Ἀγαμέμνων· 560ὦ γύναι, οὔ νύ σέ τις δμωήν ποτε θήσεται ἄλλος Τεύκρου ἔτι ζώοντος ἀμύμονος ἠδʼ ἐμεῦ αὐτοῦ· ἀλλά σε τίσομεν αἰέν ἀπειρεσίοις γεράεσσι, τίσομεν ὥστε θεήν, καὶ σὸν τέκος, ὡς ἔτʼ ἐόντος ἀντιθέου Αἴαντος, ὅς ἔπλετο κάρτος Ἀχαιῶν. 565αἴθʼ ὄφελον μηδʼ ἄλγος Ἀχαιίδα θήκατο πάσῃ αὐτὸς ἐῇ ὑπὸ χειρὶ δαμείς· οὐ γάρ μιν ἀπείρων δυσμενέων σθένε λαός ὑπʼ Ἄρεϊ δῃώσασθαι.

Then in all kindness Agamemnon spake:
“Princess, no man on earth shall make thee thrall,
While Teucer liveth yet, while yet I live.
Thou shalt have worship of us evermore
And honour as a Goddess, with thy son,
As though yet living were that godlike man,
Aias, who was the Achaeans’ chiefest strength.
Ah that he had not laid this load of grief
On all, in dying by his own right hand!
For all the countless armies of his foes
Never availed to slay him in fair fight.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy Book 5, lines 456–567: The death of Aias