Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 4.465–595: Funeral games: leaping, javelin, chariot-race and horse-race

Agapenor wins the long jump and Euryalus the javelin, and no one dares box against Aias. Menelaus wins the chariot-race, in which Thoas and Eurypylus are thrown from their cars, and the text breaks off in the middle of the race. Agamemnon then wins the horse-race with Sthenelus second, and Thetis gives gifts to all the riders, while Odysseus is kept out by his wound.

Lines 4.465–595 · 1122 words · click a number to copy its link
465οἱ δʼ ἄρα δηριόωντες ἐφʼ ἅλματι πολλοὶ ἀνέσταν. τῶν δʼ ἄρʼ ὑπέρθορε πολλὸν ἐϋμμελίης Ἀγαπήνωρ σήματα· τοὶ δʼ ὁμάδησαν ἑπʼ ἀνέρι μακρὰ θορόντι· καί οἱ τεύχεα καλὰ πόρεν μεγάλοιο Κύκνοιο δῖα Θέτις· τὸν γάρ ῥα φόνῳ ἔπι Πρωτεσιλάου 470πολλῶν θυμὸν ἑλόντα κατέκτανε Πηλέος υἱὸς πρῶτον ἀριστήων· Τρῶας δʼ ἄχος ἀμφεκάλυψεν. αἰγανέῃ δʼ ἄρα πολλὸν ὑπέρβαλε δῃριόωντας Εὐρύαλος· λαοὶ δὲ μέγʼ ἴαχον· οὐ γὰρ ἔφαντο κεῖνον ὑπερβαλέειν οὐδὲ πτερόεντι βελέμνῳ. 475τοὔνεκά οἱ φιάλην πολυχανδέα δῶκε φέρεσθαι μήτηρ Αἰακίδαο δαΐφρονος, ἥν ποτʼ Ἀχιλλεὺς ἀργυρέην κτεάτισσε βαλὼν ὑπὸ δουρὶ Μύνητα, ὁππότε Λυρνησσοῖο διέπραθεν ὄλβιον ἄστυ. Αἴας δʼ ὀβριμόθυμος ἐελδόμενος πονέεσθαι 480χερσὶν ὁμῶς καὶ ποσσὶν ἀνιστάμενος καλέεσκεν ἐς μέσον ἡρώων τὸν ὑπέρτατον. οἱ δʼ ὁρόωντες θάμβεον ὄβριμον ἄνδρα καὶ ἄλκιμον· οὐδέ τις ἔτλη ἄντα μολεῖν· πάντων γὰρ ὑπέκλασε δεῖμʼ ἀλεγεινὸν ἠνορέην, φοβέοντο δʼ ἀνὰ φρένα, μή τινα χερσὶ 485τύψας ἀκαμάτῃσιν ὑπὸ πληγῇσι πρόσωπον συγχέῃ ἐσσυμένως, μέγα δʼ ἀνέρι πῆμα γένηται. ὀψὲ δὲ πάντες ἔνευσαν ἐπʼ Εὐρυάλῳ μενεχάρμῃ ἴδμονα πυγμαχίης εὖ εἰδότες· ὃς δʼ ἐνὶ μέσσοις τοῖον ἔπος προέηκεν ὑποτρομέων θρασὺν ἄνδρα· 490ὦ φίλοι, ἄλλον μέν τινʼ Ἀχαιῶν, ὅν κʼ ἐθέλητε, τλήσομαι ἀντιόωντα, μέγαν δʼ Αἴαντα τέθηπα· πολλὸν γὰρ προβέβηκε· διαρραίσει δέ μοι ἦτορ, ἤν μιν ἐπιβρίσαντα λάβῃ χόλος· οὐ γὰρ ὀΐω ἀνδρὸς ἀπʼ ἀκαμάτοιο σόος ποτὶ νῆας ἱκέσθαι. 495ὣς φαμένοιο γέλασσαν· ὁ δʼ ἐν φρεσὶ πάμπαν ἰάνθη Αἴας ὀβριμόθυμος· ἄειρε δὲ δοιὰ τάλαντα ἀργύρου αἰγλήεντος, ἅ οἱ Θέτις εἵνεκʼ ἀέθλου δῶκεν ἄτερ καμάτοιο· φίλου δʼ ἐμνήσατο παιδὸς Αἴαντʼ εἰσορόωσα· γόος δέ οἱ ἔμπεσε θυμῷ.

Still sped the contests on; and many rose
Now for the leaping. Far beyond the marks
Of all the rest brave Agapenor sprang:
Loud shouted all for that victorious leap;
And Thetis gave him the fair battle-gear
Of mighty Cycnus, who had smitten first
Protesilaus, then had reft the life
From many more, till Peleus’ son slew him
First of the chiefs of grief-enshrouded Troy.

Next, in the javelin-cast Euryalus
Hurled far beyond all rivals, while the folk
Shouted aloud: no archer, so they deemed,
Could speed a winged shaft farther than his cast;
Therefore the Aeacid hero’s mother gave
To him a deep wide silver oil-flask, ta’en
By Achilles in possession, when his spear
Slew Mynes, and he spoiled Lyrnessus’ wealth.

Then fiery-hearted Aias eagerly
Rose, challenging to strife of hands and feet
The mightiest hero there; but marvelling
They marked his mighty thews, and no man dared
Confront him. Chilling dread had palsied all
Their courage: from their hearts they feared him, lest
His hands invincible should all to-break
His adversary’s face, and naught but pain
Be that man’s meed. But at the last all men
Made signs to battle-bider Euryalus,
For well they knew him skilled in fighting-craft;
But he too feared that giant, and he cried:
“Friends, any other Achaean, whom ye will,
Blithe will I face; but mighty Aias—no!
Far doth he overmatch me. He will rend
Mine heart, if in the onset anger rise
Within him: from his hands invincible,
I trow, I should not win to the ships alive.”

Loud laughed they all: but glowed with triumph-joy
The heart of Aias. Gleaming talents twain
Of silver he from Thetis’ hands received,
His uncontested prize. His stately height
Called to her mind her dear son, and she sighed.

500οἱ δʼ αὖθʼ ἱππασίῃ μεμελημένον ἦτορ ἔχοντες ἐσσυμένως ἀνόρουσαν ἐποτρύνοντος ἀέθλου· πρῶτος μὲν Μενέλαος ἰδʼ Εὐρύπυλος θρασυχάρμης Εὔμηλος δὲ Θόας τε καὶ ἰσόθεος Πολυποίτης. ἵπποις δʼ ἀμφὶ λέπαδνα βάλον καὶ ὑφʼ ἅρματʼ ἔρυσσαν 505πάντες ἐπειγόμενοι πολυγηθέος εἵνεκα νίκης· αἶψα δʼ ἄρʼ εἰς ἓν ἅμα ξύνισαν δίφροις βεβαῶτες χῶρον ἀνʼ ἠμαθόεντʼ· ἐπὶ νύσσης δʼ ἔσταν ἕκαστοι· καρπαλίμως δʼ εὔληρα λάβον κρατερῇς παλάμῃσιν. ἵπποι δʼ ἐγχριμφθέντες ἐν ἅρμασι ποιπνύεσκον 510ὅππως τις προάλοιτο, πόδας δʼ ὑπεκίνυον αὕτως, οὔατα δʼ ὠρθώσαντο καὶ ἄμπυκας ἀφρῷ ἔδευσαν. οἱ δʼ ἄφαρ ἐγκονέοντες ἐλαφροπόδων μένος ἵππων μάστιον· οἱ δὲ θοῇσιν ἐοικότες Ἁρπυίῃσι καρπαλίμως ζεύγλῃσι μέγʼ ἔκθορον ἀσχαλόωντες, 515ἅρματα δʼ ὦκα φέρεσκον ἀπὸ χθονὸς ἀΐσσοντα· οὐδʼ ἁρματροχιὰς ἰδέειν ἦν οὐδὲ ποδοῖιν ἐν χθονὶ σήματα, τόσσον ὑπεξέφερον δρόμον ἵπποι. πουλὺς δʼ αἰθέρʼ ἵκανε κονίσαλος ἐκ πεδίοιο, καπνῷ ἢ ὀμίχλῃ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσιν 520ἀμφιχέῃ πρώνεσσι Νότου μένος ἤ Ζεφύροιο χείματος ἐγρομένου, ὁπότʼ οὔρεα δεύεται ὄμβρῳ. ἵπποι δʼ Εὐμήλοιο μέγʼ ἔκθορον, οἱ δʼ ἐφέποντο ἀντιθέοιο Θόαντος· ἐπʼ ἄλλῳ δʼ ἄλλος ἀΰτει ἅρματι· τοὶ δʼ ἐφέροντο διʼ εὐρυχόρου πεδίοιο 525[…] Ἤλιδος ἐκ δίης, ἐπεὶ ἦ μέγα ἔργον ἔρεξε παρφθάμενος θοὸν ἅρμα κακόφρονος Οἰνομάοιο, ὅς ῥα τότʼ ἠιθέοισιν ἀνηλέα τεῦχεν ὄλεθρον κούρης ἀμφὶ γάμοιο περίφρονος Ἱπποδαμείης·

They which had skill in chariot-driving then
Rose at the contest’s summons eagerly:
Menelaus first, Eurypylus bold in fight,
Eumelus, Thoas, godlike Polypoetes
Harnessed their steeds, and led them to the cars
All panting for the joy of victory.
Then rode they in a glittering chariot rank
Out to one place, to a stretch of sand, and stood
Ranged at the starting-line. The reins they grasped
In strong hands quickly, while the chariot-steeds
Shoulder to shoulder fretted, all afire
To take the lead at starting, pawed the sand,
Pricked ears, and o’er their frontlets flung the foam.
With sudden-stiffened sinews those ear-lords
Lashed with their whips the tempest-looted steeds;
Then swift as Harpies sprang they forth; they strained
Furiously at the harness, onward whirling
The chariots bounding ever from the earth.
Thou couldst not see a wheel-track, no, nor print
Of hoof upon the sand—they verily flew.
Up from the plain the dust-clouds to the sky
Soared, like the smoke of burning, or a mist
Rolled round the mountain-forelands by the might
Of the dark South-wind or the West, when wakes
A tempest, when the hill-sides stream with rain.
Burst to the front Eumelus’ steeds: behind
Close pressed the team of godlike Thoas: shouts
Still answered shouts that cheered each chariot, while
Onward they swept across the wide-wayed plain.

((LACUNA))

“From hallowed Elis, when he had achieved
A mighty triumph, in that he outstripped
The swift ear of Oenomaus evil-souled,
The ruthless slayer of youths who sought to wed
His daughter Hippodameia passing-wise.
Yet even he, for all his chariot-lore,
Had no such fleetfoot steeds as Atreus’ son—
Far slower!—the wind is in the feet of these.”

530ἀλλʼ οὐ μὰν κεῖνός γε καὶ ἱππασίῃσι μεμηλὼς ἵππους ὠκύποδας τοίους ἔχεν, ἀλλʼ ἄρα πολλὸν ποσσὶν ἀφαυροτέρους· οἱ γάρ ῥʼ εἴδοντʼ ἀνέμοισιν. ἦ μέγα κυδαίνων ἵππων μένος ἠδὲ καὶ αὐτὸν Ἀτρείδην· ὁ γὰρ ἧσι περὶ φρεσὶ γήθεε θυμῷ. 535τοὺς δὲ μέγʼ ἀσθμαίνοντας ἄφαρ θεράποντες ἔλυσαν ζεύγλης· οἱ δὲ καὶ αὐτοὶ ἀελλόποδας λύον ἵππους πάντες, ὅσοις ἐν ἀγῶνι δρόμου πέρι δῆρις ἐτύχθη. ἀντίθεον δὲ Θόαντα καὶ Εὐρύπυλον μενεχάρμην ἠκέσατʼ ἐσσυμένως Ποδαλείριος ἕλκεα πάντα, 540ὅσσα περιδρύφθησαν ἀπὲκ δίφροιο πεσόντες. Ἀτρείδης δʼ ἀλίαστον ἐγήθεεν εἵνεκα νίκης· καί οἱ ἐϋπλόκαμος Θέτις ὤπασε καλὸν ἄλεισον χρύσεον, ἀντιθέοιο μέγα κτέαρ Ἠετίωνος, πρὶν Θήβης κλυτὸν ἄστυ διαπραθέειν Ἀχιλῆα.

So spake he, giving glory to the might
Of those good steeds, and to Atreides’ self;
And filled with joy was Menelaus’ soul.
Straightway his henchmen from the yoke-band loosed
The panting team, and all those chariot-lords,
Who in the race had striven, now unyoked
Their tempest-footed steeds. Podaleirius then
Hasted to spread salves over all the wounds
Of Thoas and Eurypylus, gashes scored
Upon their frames when from the cars they fell
But Menelaus with exceeding joy
Of victory glowed, when Thetis lovely-tressed
Gave him a golden cup, the chief possession
Once of Eetion the godlike; ere
Achilles spoiled the far-famed burg of Thebes.

545ἄλλοι δʼ αὖθʼ ἑτέρωθι μονάμπυκας ἔντυον ἵππους ἐς δρόμον ἰθύνοντες, ἕλοντο δὲ χερσὶ βοείας μάστιγας, καὶ πάντες ἀναΐξαντες ἐφʼ ἵππων ἕζονθʼ· οἱ δὲ χαλινὰ γενειάσιν ἀφρίζοντες δάπτον, καὶ ποσὶ γαῖαν ἐπέκτυπον ἐγκονέοντες 550ἐκθορέειν. τοῖς δʼ αἶψα τάθη δρόμος· οἱ δʼ ἀπὸ νύσσης καρπαλίμως οἴμησαν ἐριδμαίνειν μεμαῶτες, εἴκελοι ἢ Βορέαο μέγα πνείοντος ἀέλλαις ἠὲ Νότου κελάδοντος, ὅτʼ εὐρέα πόντον ὀρίνει λαίλαπι καὶ ῥιπῇσι, Θυτήριον εὖτʼ ἀλεγεινὸν 555ἀντέλλῃ ναύτῃσι φέρον πολύδακρυν ὀϊζύν· ὥς οἵ γʼ ἐσσεύοντο κόνιν ποσὶ καρπαλίμοισιν ἐν πεδίῳ κλονέοντες ἀπείριτον· οἱ δʼ ἐλατῆρες ἵπποις οἷσιν ἕκαστος ἐκέκλετο, τῇ μὲν ἱμάσθλην ταρφέα πεπληγώς, ἑτέρῃ δʼ ἐνὶ χειρὶ τινάσσων 560νωλεμὲς ἀμφὶ γένυσσι μέγα κτυπέοντα χαλινόν. ἵπποι δʼ ἐρρώοντο· βοὴ δʼ ἀνὰ λαὸν ὀρώρει ἄσπετος· οἱ δʼ ἐπέτοντο διὰ πλατέος πεδίοιο. καί νύ κεν ἐσσυμένως ἐξ Ἄργεος αἰόλος ἴππος νίκησεν μάλα πολλὸν ἐφεζομένου Σθενέλοιο, 565εἰ μὴ ἄρʼ ἐξήρπαξε δρόμου, πεδίον δʼ ἀφίκανε πολλάκις· οὐδέ μιν ἐσθλὸς ἐὼν Καπανήιος υἱὸς κάμψαι ἐπέσθενε χερσίν, ἐπεί ῥʼ ἔτι νῆις ἀέθλων ἵππος ἔην· γενεῇ γε μὲν οὐ κακός, ἀλλὰ θοοῖο θεσπέσιον γένος ἔσκεν Ἀρίονος, ὃν τέκεν ἵππων 570Ἅρπυια Ζεφύρῳ πολυηχέϊ φέρτατον ἄλλων πολλόν, ἐπεὶ ταχέεσσιν ἐριδμαίνεσκε πόδεσσι πατρὸς ἑοῖο θοῇσι καταιγίσι, καί μιν Ἄδρηστος ἐκ μακάρων ἔχε δῶρον, ὅθεν γένος ἔπλετο κείνου· καί μιν Τυδέος υἱὸς ἑῷ πόρε δῶρον ἑταίρῳ 575Τροίῃ ἐνὶ ξαθέῃ· ὁ δέ οἱ μέγα ποσσὶ πεποιθὼς ὠκὺν ἐόντʼ ἐς ἀγῶνα καὶ εἰς ἔριν ἤγαγεν ἵππων αὐτὸς ἐνὶ πρώτοισιν ὀϊόμενος μέγα κῦδος ἱππασίης ἀνελέσθαι· ὁ δʼ οὔτι οἱ ἦτορ ἴηνεν ἀμφʼ Ἀχιλῆος ἄεθλα πονεύμενος· ἦ γὰρ ἔμιμνε 580δεύτερος, Ἀτρείδης δὲ παρήλασεν ὠκὺν ἐόντα ἰδρείῃ. λαοὶ δʼ Ἀγαμέμνονα κυδαίνεσκον, ἵππον τε Σθενελοῖο θρασύφρονος ἠδὲ καὶ αὐτόν, οὕνεκα δεύτερος ἦλθε, καὶ εἰ μάλα πολλάκι νύσσης ἐξέθορεν, μεγάλῳ περὶ κάρτεϊ οἷς ποσὶ θύων. 585καὶ τότʼ ἄρʼ Ἀτρείδῃ Θέτις ὤπασε καγχαλόωντι ἀργύρεον θώρηκα θεηγενέος Πολυδώρου· δῶκε δʼ ἄρα Σθενέλῳ βριαρὴν κόρυν Ἀστεροπαίου χαλκείην καὶ δοῦρε δύω καὶ ἀτειρέα μίτρην. ἄλλοις δʼ ἱππήεσσι καὶ ὁππόσοι ἤματι κείνῳ 590ἦλθον ἀεθλεύσοντες Ἀχιλλῆος ποτὶ τύμβον, δῶρα πόρεν πάντεσσιν. ἐπὶ σφίσι δʼ ἄχνυτο θυμὸν υἱὸς Λαέρταο δαΐφρονος, οὕνεκʼ ἄρʼ αὐτὸν ἀλκῆς ἱέμενον κρατερῶν ἀπέρυξεν ἀέθλων ἕλκος ἀνιηρόν, τό μιν οὔτασεν ὄβριμος Ἄλκων 595ἀμφὶ νέκυν κρατεροῖο πονεύμενον Αἰακίδαο.

Then horsemen riding upon horses came
Down to the course: they grasped in hand the whip
And bounding from the earth bestrode their steeds,
The while with foaming mouths the coursers champed
The bits, and pawed the ground, and fretted aye
To dash into the course. Forth from the line
Swiftly they darted, eager for the strife,
Wild as the blasts of roaring Boreas
Or shouting Notus, when with hurricane-swoop
He heaves the wide sea high, when in the east
Uprises the disastrous Altar-star
Bringing calamity to seafarers;
So swift they rushed, spurning with flying feet
The deep dust on the plain. The riders cried
Each to his steed, and ever plied the lash
And shook the reins about the clashing bits.
On strained the horses: from the people rose
A shouting like the roaring of a sea.
On, on across the level plain they flew;
And now the flashing-footed Argive steed
By Sthenelus bestridden, had won the race,
But from the course he swerved, and o’er the plain
Once and again rushed wide; nor Capaneus’ son,
Good horseman though he were, could turn him back
By rein or whip, because that steed was strange
Still to the race-course; yet of lineage
Noble was he, for in his veins the blood
Of swift Arion ran, the foal begotten
By the loud-piping West-wind on a Harpy,
The fleetest of all earth-born steeds, whose feet
Could race against his father’s swiftest blasts.
Him did the Blessed to Adrastus give:
And from him sprang the steed of Sthenelus,
Which Tydeus’ son had given unto his friend
In hallowed Troyland. Filled with confidence
In those swift feet his rider led him forth
Unto the contest of the steeds that day,
Looking his horsemanship should surely win
Renown: yet victory gladdened not his heart
In that great struggle for Achilles’ prizes;
Nay, swift albeit he was, the King of Men
By skill outraced him. Shouted all the folk,
“Glory to Agamemnon!” Yet they acclaimed
The steed of valiant Sthenelus and his lord,
For that the fiery flying of his feet
Still won him second place, albeit oft
Wide of the course he swerved. Then Thetis gave
To Atreus’ son, while laughed his lips for joy,
God-sprung Polydorus’ breastplate silver-wrought.
To Sthenelus Asteropaeus’ massy helm,
Two lances, and a taslet strong, she gave.
Yea, and to all the riders who that day
Came at Achilles’ funeral-feast to strive
She gave gifts. But the son of the old war-lord,
Laertes, inly grieved to be withheld
From contests of the strong, how fain soe’er,
By that sore wound which Alcon dealt to him
In the grim fight around dead Aeacas’ son.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.