Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.293–421: Aias and Odysseus rescue Achilles' body

Aias fights on beside Odysseus, who kills Maenalus, Atymnius and Proteus and is wounded by Alcon, whom he kills. When Paris draws his bow on Aias, Aias strikes his helmet with a stone, and Paris is carried off to Troy behind Hector's horses. Aias drives the rest of the Trojans into the city and then strides back across a plain covered with the dead, and the kings bring Achilles' body to his tent, where the army wails for him.

Lines 3.293–421 · 1193 words · click a number to copy its link
293Αἴας δʼ αἰὲν ἐμάρνατʼ ἀλίγκιος ἀστεροπῇσι κτείνων ἄλλοθεν ἄλλον, ἐπεὶ μέγα τείρετο θυμῷ 295ἀχνύμενος κέαρ ἔνδον ἀνεψιοῖο δαμέντος. ἄγχι δὲ Λαέρταο δαΐφρονος υἱὸς ἀμύμων μάρνατο δυσμενέεσσι· φέβοντο δέ μιν μέγα λαοί. κτεῖνε δὲ Πεισάνδροιο θοὸν καὶ ἀρήϊον υἷα Μαίναλον, ὅς ναίεσκε περικλυτὸν οὖδας Ἀβύδου· 300τῷ δʼ ἔπι δῖον ἔπεφνεν Ἀτύμνιον, ὅν ποτε Νύμφη Πηγασὶς ἠΰκομος σθεναρῷ τέκεν Ἠμαθίωνι Γρηνίκου ποταμοῖο παρὰ ῥόον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ Πρωτέος υἷα δάϊξεν Ὀρέσβιον, ὅς τε μακεδνῆς Ἴδης ναιετάασκεν ὑπὸ πτύχας, οὐδέ ἑ μήτηρ 305δέξατο νοστήσαντα περικλειτὴ Πανάκεια, ἀλλʼ ἐδάμη παλάμῃσιν Ὀδυσσέος, ὅς τε καὶ ἄλλων πολλῶν θυμὸν ἔλυσεν ὑπʼ ἔλχεϊ μαιμώωντι κτείνων ὅν κε κίχῃσι περὶ νέκυν. ἀλλά μιν Ἄλκων υἱὸς ἀρηϊθόοιο Μεγακλέος ἔγχεϊ τύψε 310πὰρ γόνυ δεξιτερόν· περὶ δὲ κνημῖδα φαεινὴν ἔβλυσεν αἷμα κελαινόν· ὁ δʼ ἕλκεος οὐκ ἀλέγιζεν, ἀλλʼ ἄφαρ οὐτήσαντι κακὸν γένεθʼ, οὕνεκʼ ἄρʼ αὐτὸν ἱέμενον πολέμοιο διʼ ἀσπίδος οὔτασε δουρί· ὦσε δέ μιν μεγάλῃ τε βίῃ καὶ κάρτεϊ χειρὸς 315ὕπτιον ἐς γαῖαν· κανάχησε δέ οἱ πέρι τεύχη βλημένου ἐν κονίῃσι, περὶ μελέεσσι δὲ θώρηξ δεύετο φοινήεντι λύθρῳ· ὁ δὲ λοίγιον ἔγχος ἐκ χροὸς ἐξείρυσσε καὶ ἀσπίδος, ἕσπετο δʼ αἰχμῇ θυμὸς ἀπὸ μελέων, ἔλιπεν δέ μιν ἄμβροτος αἰών. 320τοῦ δʼ ἑτάροις ἐπόρουσε καὶ οὐτάμενός περ Ὀδυσσεύς, οὐδʼ ἀπέληγε μόθοιο δυσηχέος. ὥς δὲ καὶ ἄλλοι πάντες ὁμῶς ἐπιμὶξ Δαναοὶ μέγαν ἀμφʼ Ἀχιλῆα προφρονέως ἐμάχοντο, πολύν δʼ ὑπὸ χείρεσι λαὸν ἐσσυμένως ἐδάϊζον ἐϋξέστῃς μελίῃσιν. 325εὖτʼ ἄνεμοι θοὰ φύλλα κατὰ χθονὸς ἀμφιχέωνται λάβρον ἐπιβρίσαντες ἀνʼ ἄλσεα ὑλήεντα ἀρχομένου λυκάβαντος, ὅτε φθινύθουσιν ὀπῶραι· ὥς τοὺς ἐγχείῃσι βάλον Δαναοὶ μενεχάρμαι· μέμβλετο γὰρ πάντεσσιν Ἀχιλλέος ἀμφὶ θανόντος, 330ἐκπάγλως δʼ Αἴαντι δαΐφρονι· τοὔνεκʼ ἄρʼ ἔμπης Τρῶας ἄδην ἐδάϊζε κακῇ ἐναλίγκοις Αἴσῃ. τῷ δʼ ἔπι τόξ̓ ἐτίταινε Πάρις· τὸν δʼ αἶψα νοήσας κάββαλε χερμαδίῳ κατὰ κράατος· ἐν δʼ ἄρʼ ἔθλασσεν ἀμφίφαλον κυνέην ὀλοὸς λίθος· ἀμφὶ δέ μιν νὺξ 335μάρψεν. ὁ δʼ ἐν κονίῃσι κατήριπεν, οὐδέ οἱ ἰοὶ ἤρκεσαν ἱεμένῳ· ἐκέχυντο δʼ ἄρʼ ἄλλυδις ἄλλοι ἐν κονίῃ, κενεὴ δὲ παρεκτετάνυστο φαρέτρη· τόξον δʼ ἔκφυγε χεῖρε. φίλοι δέ μιν ἁρπάξαντες ἵπποις Ἑκτορέοισι φέρον ποτὶ Τρώιον ἄστυ 340βαιὸν ἔτʼ ἀμπνείοντα καὶ ἀργαλέον στενάχοντα· οὐδὲ μὲν ἔντἐ ἄνακτος ἑκὰς λίπον, ἀλλὰ καὶ αὐτὰ ἐκ πεδίοιο κόμισσαν ἑῷ βασιλῆι φέροντες. τῷ δʼ Αἴας ἐπὶ μακρὸν ἀΰτεεν ἀσχαλόων κῆρ· ὦ κύον, ὡς θανάτοιο βαρὺ σθένος ἐξυπάλυξας 345σήμερον· ἀλλὰ σοὶ εἶθαρ ἐλεύσεται ὕστατον ἦμαρ ἤ τινος Ἀργείων ὑπὸ χείρεσιν ἢ ἐμεῦ αὐτοῦ. νῦν δʼ ἐμοὶ ἄλλα μέμηλε περὶ φρεσίν, ὡς Ἀχιλῆος ἐκ φόνου ἀργαλέοιο νέκυν Δαναοῖσι σαώσω. ὣς εἰπὼν δηΐοισι κακὰς ἐπὶ κῆρας ἴαλλεν, 350οἵ ῥʼ ἔτι δηριόωντο νέκυν πέρι Πηλείωνος. οἱ δέ οἱ ὡς ἄθρησαν ὑπὸ σθεναρῇσι χέρεσσι πολλοὺς ἐκπνείοντας, ὑπέτρεσαν οὐδʼ ἔτʼ ἔμιμνον, οὐτιδανοῖς γύπεσσιν ἐοικότες, οὕς τε φοβήσῃ αἰετὸς οἰωνῶν προφερέστατος, εὖτʼ ἐν ὄρεσσι 355πώεα δαρδάπτωσι λύκοις ὕπο δῃωθέντα· ὣς τοὺς ἄλλυδις ἄλλον ἀπεσκέδασε θρασὺς Αἴας χερμαδίοισι θοοῖσι καὶ ἄορι καὶ μένεϊ ᾧ. οἱ δὲ μέγα τρομέοντες ἀπὸ πτολέμοιο φέβοντο πανσυδίῃ, ψήρεσσιν ἐοικότες, οὕς τε δαΐζων 360κίρκος ἐπισσεύει, τοὶ δʼ ἰλαδὸν ἄλλος ἐπʼ ἄλλῳ ταρφέες ἀΐσσουσιν ἀλευόμενοι μέγα πῆμα· ὣς οἵ γʼ ἐκ πολέμοιο ποτὶ Πριάμοιο πόληα φεῦγον ὀϊζυρῶς ἐπιειμένοι ἀκλέα φύζαν Αἴαντος μεγάλοιο περιτρομέοντες ὁμοκλήν, 365ὅς ῥʼ ἕπετʼ ἀνδρομέῳ πεπαλαγμένος αἵματι χεῖρας. καί νύ κε δὴ μάλα πάντας ἐπασσυτέρους ἀπόλεσσεν, εἰ μὴ πεπταμένῃσι πύλῃς ἐσέχυντο πόληα βαιὸν ἀναπνείοντες, ἐπεὶ φόβος ἦτορ ἵκανε· τοὺς δʼ ἔλσας ἀνὰ ἄστυ, νομεὺς ὡς αἰόλα μῆλα, 370ἤϊεν ἐς πεδίον, χθόνα δʼ οὐ ποσὶ μάρπτεν ἑοῖσιν ἐμβαίνων τεύχεσσι καὶ αἵματι καὶ κταμένοισι· κεῖτο γὰρ εὐρὺς ὅμιλος ἀπειρεσίῃ ἐπὶ γαίῃ ἄχρις ἐφʼ Ἑλλήσποντον ἀπʼ εὐρυχόροιο πόληος αἰζηῶν κταμένων, ὁπόσους λάχε δαίμονος Αἶσα. 375ὡς δʼ ὅτε λήιον αὖον ὑπʼ ἀμητῆρσι πέσῃσι πυκνὸν ἐόν, τὰ δὲ πολλὰ καταυτόθι δράγματα κεῖται βριθόμενα σταχύεσσι, γέγηθε δὲ θυμὸς ἐπʼ ἔργῳ ἀνέρος εἰσορόωντος, ὅτις κλυτὸν οὖδας ἔχῃσιν· ὣς οἵ γʼ ἀμφοτέρωθε κακῷ δμηθέντες ὀλέθρῳ 380κεῖντο πολυκλαύτοιο λελασμένοι ἰωχμοῖο πρηνέες· οὐδέ τι Τρῶας Ἀχαιῶν φέρτατοι υἷες σύλεον ἐν κονίῃσι καὶ αἵματι δῃωθέντας, πρὶν Πηλήιον υἷα πυρῇ δόμεν, ὅς σφιν ὄνειαρ ἔπλετʼ ἐνὶ πτολέμοισιν ἑῷ μέγα κάρτεϊ θύων. 385τοὔνεκά μιν βασιλῆες ἀπὸ πτολέμου ἐρύσαντες ἀμφὶ νέκυν πονέοντο ἀπείριτον, εὖ δὲ φέροντες κάτθεσαν ἐν κλισίῃσι νεῶν προπάροιθε θοάων· ἀμφὶ δέ μιν μάλα πάντες ἀγειράμενοι στενάχοντο ἀχνύμενοι κατὰ θυμόν· ὃ γὰρ πέλε κάρτος Ἀχαιῶν, 390καὶ τότʼ ἐνὶ κλισίῃσι λελασμένος ἐγχειάων κεῖτο βαρυγδούποιο παρʼ ᾐόσιν Ἑλλησπόντου, οἷος ὑπερφίαλος Τιτυὸς πέσεν, ὁππότε Λητὼ ἐρχομένην Πυθώδε βιάζετο, καί ἑ χολωθεὶς ἀκάματόν περ ἐόντα θοῶς ὑπεδάμνατʼ Ἀπόλλων 395λαιψηροῖς βελέεσσιν, ὁ δʼ ἀργαλέῳ ἐνὶ λύθρῳ πουλυπέλεθρος ἔκειτο κατὰ χθονὸς εὐρυπέδοιο μητρὸς ἑῆς· ἡ δʼ υἷα περιστονάχησε πεσόντα ἐχθόμενον μακάρεσσι, γέλασσε δὲ πότνια Λητώ· τοῖος ἄρʼ Αἰακίδης δηΐων ἐπικάππεσε γαίῃ 400χάρμα φέρων Τρώεσσι, γόον δʼ ἀλίαστον Ἀχαιῶν λαῷ μυρομένων· περὶ δʼ ἔβρεμε βένθεα πόντου. θυμὸς δʼ αὐτίκα πᾶσι κατεκλάσθη φίλος ἔνδον ἐλπομένων κατὰ δῆριν ὑπὸ Τρώεσσιν ὀλέσθαι· μνησάμενοι δʼ ἄρα τοί γε φίλων παρὰ νηυσὶ τοκήων, 405τοὺς λίπον ἐν μεγάροισι, νεοδμήτων τε γυναικῶν, αἵ που ὀδυρόμεναι μίνυθον κενεοῖς λεχέεσσι νηπιάχοις σὺν παισὶ φίλους ποτιδέγμεναι ἄνδρας, μᾶλλον ἀνεστενάχοντο· γόου δʼ ἔρος ἔμπεσε θυμῷ· κλαῖον δʼ αὖτʼ ἀλίαστον ἐπὶ ψαμάθοισι βαθείῃς 410πρηνέες ἐκχύμενοι μεγάλῳ περὶ Πηλείωνι χαίτας ἐκ κεφαλῆς προθελύμνους δηϊόωντες, χευάμενοι δʼ ᾔσχυναν ἄδην ψαμάθοισι κάρηνα. οἵη δʼ ἐκ πολέμοιο βροτῶν ἐς τεῖχος ἀλέντων οἰμωγὴ πέλεται, ὅτε δήϊοι ἐμμεμαῶτες 415καίωσιν μέγα ἄστυ, κατακτείνωσι δὲ λαοὺς πανσυδίῃ, πάντῃ δὲ διὰ κτῆσιν φορέωνται· τοίη τις παρὰ νηυσὶν Ἀχαιῶν ἔπλετʼ ἀϋτή, οὕνεκʼ ἀοσσητὴρ Δαναῶν πάϊς Αἰακίδαο κεῖτο μέγας παρὰ νηυσὶ θεοκμήτοισι βελέμνοις, 420οἷος Ἄρης, ὅτε μιν δεινὴ θεὸς ὀβριμοπάτρη Τρώων ἐν πεδίῳ πολυαλθέϊ κάββαλε πέτρῃ.

But Aias still fought on: here, there he slew
With thrusts like lightning-flashes. His great heart
Ached sorely for his mighty cousin slain.
And now the warrior-king Laertes’ son
Fought at his side: before him blenched the foe,
As he smote down Peisander’s fleetfoot son,
The warrior Maenalus, who left his home
In far-renowned Abydos: down on him
He hurled Atymnius, the goodly son
Whom Pegasis the bright-haired Nymph had borne
To strong Emathion by Granicus’ stream.
Dead by his side he laid Orestius’ son,
Proteus, who dwelt ‘neath lofty Ida’s folds.
Ah, never did his mother welcome home
That son from war, Panaceia beauty-famed!
He fell by Odysseus’ hands, who spilt the lives
Of many more whom his death-hungering spear
Reached in that fight around the mighty dead.
Yet Alcon, son of Megacles battle-swift,
Hard by Odysseus’ right knee drave the spear
Home, and about the glittering greave the blood
Dark-crimson welled. He recked not of the wound,
But was unto his smiter sudden death;
For clear through his shield he stabbed him with his spear
Amidst his battle-fury: to the earth
Backward he dashed him by his giant might
And strength of hand: clashed round him in the dust
His armour, and his corslet was distained
With crimson life-blood. Forth from flesh and shield
The hero plucked the spear of death: the soul
Followed the lance-head from the body forth,
And life forsook its mortal mansion. Then
Rushed on his comrades, in his wound’s despite,
Odysseus, nor from that stern battle-toil
Refrained him. And by this a mingled host
Of Danaans eager-hearted fought around
The mighty dead, and many and many a foe
Slew they with those smooth-shafted ashen spears.
Even as the winds strew down upon the ground
The flying leaves, when through the forest-glades
Sweep the wild gusts, as waneth autumn-tide,
And the old year is dying; so the spears
Of dauntless Danaans strewed the earth with slain,
For loyal to dead Achilles were they all,
And loyal to hero Aias to the death.
For like black Doom he blasted the ranks of Troy.
Then against Aias Paris strained his bow;
But he was ware thereof, and sped a stone
Swift to the archer’s head: that bolt of death
Crashed through his crested helm, and darkness closed
Round him. In dust down fell he: naught availed
His shafts their eager lord, this way and that
Scattered in dust: empty his quiver lay,
Flew from his hand the bow. In haste his friends
Upcaught him from the earth, and Hector’s steeds
Hurried him thence to Troy, scarce drawing breath,
And moaning in his pain. Nor left his men
The weapons of their lord, but gathered up
All from the plain, and bare them to the prince;
While Aias after him sent a wrathful shout:
“Dog, thou hast ‘scaped the heavy hand of death
To-day! But swiftly thy last hour shall come
By some strong Argive’s hands, or by mine own,
But now have I a nobler task in hand,
From murder’s grip to rescue Achilles’ corse.”
Then turned he on the foe, hurling swift doom
On such as fought around Peleides yet.
‘These saw how many yielded up the ghost
Neath his strong hands, and, with hearts failing them
For fear, against him could they stand no more.
As rascal vultures were they, which the swoop
Of an eagle, king of birds, scares far away
From carcasses of sheep that wolves have torn;
So this way, that way scattered they before
The hurtling stones, the sword, the might of Aias.
In utter panic from the war they fled,
In huddled rout, like starlings from the swoop
Of a death-dealing hawk, when, fleeing bane,
One drives against another, as they dart
All terror-huddled in tumultuous flight.
So from the war to Priam’s burg they fled
Wretchedly clad with terror as a cloak,
Quailing from mighty Aias’ battle-shout,
As with hands dripping blood-gouts he pursued.
Yea, all, one after other, had he slain,
Had they not streamed through city-gates flung wide
Hard-panting, pierced to the very heart with fear.
Pent therewithin he left them, as a shepherd
Leaves folded sheep, and strode back o’er the plain;
Yet never touched he with his feet the ground,
But aye he trod on dead men, arms, and blood;
For countless corpses lay o’er that wide stretch
Even from broad-wayed Troy to Hellespont,
Bodies of strong men slain, the spoil of Doom.
As when the dense stalks of sun-ripened corn
Fall ‘neath the reapers’ hands, and the long swaths,
Heavy with full ears, overspread the field,
And joys the heart of him who oversees
The toil, lord of the harvest; even so,
By baleful havoc overmastered, lay
All round face-downward men remembering not
The death-denouncing war-shout. But the sons
Of fair Achaea left their slaughtered foes
In dust and blood unstripped of arms awhile
Till they should lay upon the pyre the son
Of Peleus, who in battle-shock had been
Their banner of victory, charging in his might.
So the kings drew him from that stricken field
Straining beneath the weight of giant limbs,
And with all loving care they bore him on,
And laid him in his tent before the ships.
And round him gathered that great host, and wailed
Heart-anguished him who had been the Achaeans’ strength,
And now, forgotten all the splendour of spears,
Lay mid the tents by moaning Hellespont,
In stature more than human, even as lay
Tityos, who sought to force Queen Leto, when
She fared to Pytho: swiftly in his wrath
Apollo shot, and laid him low, who seemed
Invincible: in a foul lake of gore
There lay he, covering many a rood of ground,
On the broad earth, his mother; and she moaned
Over her son, of blessed Gods abhorred;
But Lady Leto laughed. So grand of mould
There in the foemen’s land lay Aeacus’ son,
For joy to Trojans, but for endless grief
To Achaean men lamenting. Moaned the air
With sighing from the abysses of the sea;
And passing heavy grew the hearts of all,
Thinking: “Now shall we perish by the hands
Of Trojans!” Then by those dark ships they thought
Of white-haired fathers left in halls afar,
Of wives new-wedded, who by couches cold
Mourned, waiting, waiting, with their tender babes
For husbands unreturning; and they groaned
In bitterness of soul. A passion of grief
Came o’er their hearts; they fell upon their faces
On the deep sand flung down, and wept as men
All comfortless round Peleus’ mighty son,
And clutched and plucked out by the roots their hair,
And east upon their heads defiling sand.
Their cry was like the cry that goeth up
From folk that after battle by their walls
Are slaughtered, when their maddened foes set fire
To a great city, and slay in heaps on heaps
Her people, and make spoil of all her wealth;
So wild and high they wailed beside the sea,
Because the Danaans’ champion, Aeacus’ son,
Lay, grand in death, by a God’s arrow slain,
As Ares lay, when She of the Mighty Father
With that huge stone down dashed him on Troy’s plain.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.