Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 2.549–666: Dawn mourns Memnon

Dawn groans and veils the earth in cloud, and her children the winds bear Memnon's body away. His Aethiopian companions are turned into birds that wheel round his tomb. All night Dawn lies weeping for her son, and the Hours at last lead her back to heaven against her will.

Lines 2.549–666 · 1075 words · click a number to copy its link
549Ἠὼς δʼ ἐστονάχησε καλυψαμένη νεφέεσσιν· 550ἠχλύνθη δʼ ἄρα γαῖα. θοοὶ δʼ ἅμα πάντες ἀῆται μητρὸς ἐφημοσύνῃσι νίῃ φορέοντο κελεύθῳ ἐς πεδίον Πριάμοιο καὶ ἀμφεχέοντο θανόντι, ἦκα δʼ ἀνηρείψαντο θοῶς Ἠώιον υἷα, καί ἑ φέρον πολιοῖο διʼ ἠέρος· ἄχνυτο δέ σφι 555θυμὸς ἀδελφειοῖο δεδουπότος· ἀμφὶ δʼ ἄρʼ αἰθὴρ ἔστενε. τοῦ δʼ ἐπὶ γαῖαν ὅσαι πέσον αἱματόεσσαι ἐκ μελέων ῥαθάμιγγες, ἐν ἀνθρώποισι τέτυκται σῆμα καὶ ἐσσομένοις· τὰς γὰρ θεοὶ ἄλλοθεν ἄλλην εἰς ἓν ἀγειράμενοι ποταμὸν θέσαν ἠχήεντα, 560τόν ῥά τε Παφλαγόνειον ἐπιχθόνιοι καλέουσι πάντες, ὅσοι ναίουσι μακρῆς ὑπὸ δειράσιν Ἴδης· ὅς τε καὶ αἱματόεις τραφερὴν ἐπινίσσεται αἶαν, ὁππότε Μέμνονος ἦμαρ ἔῃ λυγρόν, ᾧ ἔνι κεῖος κάτθανε· λευγαλέη δὲ καὶ ἄσχετος ἔσσυται ὀδμὴ 565ἐξ ὕδατος· φαίης κεν ἔθʼ ἕλκεος οὐλομένοιο πυθομένους ἰχῶρας ἀποπνείειν ἀλεγεινόν. ἀλλὰ τὸ μὲν βουλῇσι θεῶν γένεθʼ. οἱ δʼ ἐπέτοντο Ἠοῦς ὄβριμον υἷα θοοὶ φορέοντες ἀῆται τυτθὸν ὑπέρ γαίης δνοφερῇ κεκαλυμμένον ὄρφνῃ· 570οὐδὲ μὲν Αἰθιοπῆες ἀποκταμένοιο ἄνακτος νόσφιν ἀπεπλάγχθησαν, ἐπεὶ θεὸς αἶψα καὶ αὐτοὺς ἦγε λιλαιομένοισι βαλὼν τάχος, οἶον ἔμελλον οὐ μετὰ δηρὸν ἔχοντες ἐπηέριοι φορέεσθαι· τοὔνεχʼ ἕποντʼ ἀνέμοισιν ὀδυρόμενοι βασιλῆα. 575ὡς δʼ ὅταν ἀγρευτῆρος ἐνὶ ξυλόχοισι δαμέντος ἢ συὸς ἠὲ λέοντος ὑπὸ βλοσυρῇσι γένυσσι σῶμʼ ἀναειρόμενοι μογεροὶ φορέουσιν ἑταῖροι ἀχνύμενοι, μετὰ δέ σφι κύνες ποθέοντες ἄνακτα κνυζηθμῷ ἐφέπονται ἀνιηρῆς ἕνεκʼ ἄγρης·

Then groaned the Dawn, and palled herself in clouds,
And earth was darkened. At their mother’s hest
All the light Breathings of the Dawn took hands,
And slid down one long stream of sighing wind
To Priam’s plain, and floated round the dead,
And softly, swiftly caught they up, and bare
Through silver mists the Dawn-queen’s son, with hearts
Sore aching for their brother’s fall, while moaned
Around them all the air. As on they passed,
Fell many blood-gouts from those pierced limbs
Down to the earth, and these were made a sign
To generations yet to be. The Gods
Gathered them up from many lands, and made
Thereof a far-resounding river, named
Of all that dwell beneath long Ida’s flanks
Paphlagoneion. As its waters flow
‘Twixt fertile acres, once a year they turn
To blood, when comes the woeful day whereon
Died Memnon. Thence a sick and choking reek
Steams: thou wouldst say that from a wound unhealed
Corrupting humours breathed an evil stench.
Ay, so the Gods ordained: but now flew on
Bearing Dawn’s mighty son the rushing winds
Skimming earth’s face and palled about with night.

Nor were his Aethiopian comrades left
To wander of their King forlorn: a God
Suddenly winged those eager souls with speed
Such as should soon be theirs for ever, changed
To flying fowl, the children of the air.
Wailing their King in the winds’ track they sped.
As when a hunter mid the forest-brakes
Is by a boar or grim-jawed lion slain,
And now his sorrowing friends take up the corse,
And bear it heavy-hearted; and the hounds
Follow low-whimpering, pining for their lord
In that disastrous hunting lost; so they
Left far behind that stricken field of blood,
And fast they followed after those swift winds

580ὣς οἵ γε προλιπόντες ἀνηλέα δηιοτῆτα λαιψηροῖς ἐφέποντο μέγα στενάχοντες ἀήταις ἀχλύϊ θεσπεσίῃ κεκαλυμμένοι, ἀμφὶ δὲ Τρῶες καὶ Δαναοὶ θάμβησαν ἅμα σφετέρῳ βασιλῆι πάντας ἀϊστωθέντας, ἀπειρεσίῃ δʼ ἀνὰ θυμὸν 585ἀμφασίῃ βεβόληντο. νέκυν δʼ ἀκάμαντες ἀῆται Μέμνονος ἀγχεμάχοιο θέσαν βαρέα στενάχουτες πὰρ ποταμοῖο ῥέεθρα βαθυρρόου Αἰσήποιο, ᾗχί τε Νυμσάων καλλιπλοκάμων πέλει ἄλσος καλόν, ὃ δὴ μετόπισθε μακρὸν περὶ σῆμα βάλοντο 590Αἰσηποῖο θύγατρες ἄδην πεπυκασμένον ὕλῃ παντοίῃ· καὶ πολλὰ θεαὶ περικωκύσαντο, υἱέα κυδαίνουσαι ἐϋθρόνου Ἠριγενείης.

With multitudinous moaning, veiled in mist
Unearthly. Trojans over all the plain
And Danaans marvelled, seeing that great host
Vanishing with their King. All hearts stood still
In dumb amazement. But the tireless winds
Sighing set hero Memnon’s giant corpse
Down by the deep flow of Aesopus’ stream,
Where is a fair grove of the bright-haired Nymphs,
The which round his long barrow afterward
Aesopus’ daughters planted, screening it
With many and manifold trees: and long and loud
Wailed those Immortals, chanting his renown,
The son of the Dawn-goddess splendour-throned.

593δύσετο δʼ ἠελίοιο φάος· κατὰ δʼ ἤλυθεν Ἠὼς οὐρανόθεν κλαίουσα φίλον τέκος, ἀμφὶ δʼ ἄρʼ αὐτῇ 595κοῦραι ἐϋπλόκαμοι δυοκαίδεκα, τῇσι μέμηλεν αἰὲν ἑλισσομένου Ὑπερίονος αἰπά κέλευθα νύξ τε καὶ ἠριγένεια καὶ ἐκ Διὸς ὁππόσα βουλῆς γίνεται, οὗ περὶ δῶμα καὶ ἀρρήκτους πυλεῶνας στρωφῶντʼ ἔνθα καὶ ἔνθα πέριξ λυκάβαντα φέρουσαι 600καρποῖσι βρίθοντα κυλινδομένου περὶ κύκλου χειμῶνος κρυεροῖο καὶ εἴαρος ἀνθεμόεντος ἠδὲ θέρευς ἐρατοῖο πολυσταφύλοιό τʼ ὀπώρης. αἱ τότε δὴ κατέβησαν ἀπʼ αἰθέρος ἠλιβάτοιο ἄσπετʼ ὀδυρόμεναι περὶ Μέμνονα σὺν δʼ ἄρα τῇσι 605Πληιάδες μύροντο· περίαχε δʼ οὔρεα μακρὰ καὶ ῥόος Αἰσήποιο· γόος δʼ ἄλλητος ὀρώρει. ἡ δʼ ἄρʼ ἐνὶ μέσσῃσιν ἐῷ περὶ παιδὶ χυθεῖσα μακρὸν ἀνεστονάχνησε πολύστονος Ἠριγένεια· ὤλεό μοι, φίλε τέκνον, ἐῇ δʼ ἄρα μητέρι πένθος 610ἀργαλέον περίθηκας· ἐγὼ δʼ οὐ σεῖο δαμέντος τλήσομαι ἀθανάτοισιν ἐπουρανίοισι φαείνειν, ἀλλὰ καταχθονίων ἐσλύσομαι αἰνὰ βέρεθρα, ψυχὴ ὅπου σέο νόσφιν ἀποφθιμένοιο ποτᾶται, γαῖαν ἀμαυρώσουσα καὶ οὐρανὸν ἠδὲ θάλασσαν πάντʼ ἐπικιδναμένου χάεος καὶ ἀεικέος ὄρφνης, 615ὄφρα τι καὶ Κρονίδαο περὶ φρένας ἄλγος ἵκηται· οὐ γὰρ ἀτιμοτέρη Νηρηίδος ἐκ Διὸς αὐτοῦ πάντʼ ἐπιδερκομένη, πάντʼ ἐς τέλος ἄχρις ἄγουσα· μαψιδίως γὰρ ἐμὸν φάος οὐ νῦν ὠπίσατο Ζεύς. τοὔνεχʼ ὑπὸ ζόφον εἶμι· Θέτιν δʼ ἐς Ὄλυμπον ἀγέσθω 620ἐξ ἁλός, ὄφρα θεοῖσι καὶ ἀνθρώποισι φαείνῃ· αὐτὰρ ἐμοὶ στονόεσσα μετʼ οὐρανὸν εὔαδεν ὄρφνη, μὴ δὴ σεῖο φονῆι φάος περὶ σῶμα βάλοιμι. ὣς φαμένης ῥέε δάκρυ κατʼ ἀμβροσίοιο προσώπου ἀενάῳ ποταμῷ ἐναλίγκιον· ἀμφὶ δὲ νεκρῷ 625δεύετο γαῖα μέλαινα· συνάχνυτο δʼ ἀμβροσίη Νὺξ παιδὶ φίλῃ, καὶ πάντα κατέκρυφεν οὐρανὸς ἄστρα ἀχλύϊ καὶ νεφέεσσι φέρων χάριν Ἠριγενείῃ.

Now sank the sun: the Lady of the Morn
Wailing her dear child from the heavens came down.
Twelve maidens shining-tressed attended her,
The warders of the high paths of the sun
For ever circling, warders of the night
And dawn, and each world-ordinance framed of Zeus,
Around whose mansion’s everlasting doors
From east to west they dance, from west to east,
Whirling the wheels of harvest-laden years,
While rolls the endless round of winter’s cold,
And flowery spring, and lovely summer-tide,
And heavy-clustered autumn. These came down
From heaven, for Memnon wailing wild and high;
And mourned with these the Pleiads. Echoed round
Far-stretching mountains, and Aesopus’ stream.
Ceaseless uprose the keen, and in their midst,
Fallen on her son and clasping, wailed the Dawn;
“Dead art thou, dear, dear child, and thou hast clad
Thy mother with a pall of grief. Oh, I,
Now thou art slain, will not endure to light
The Immortal Heavenly Ones! No, I will plunge
Down to the dread depths of the underworld,
Where thy lone spirit flitteth to and fro,
And will to blind night leave earth, sky, and sea,
Till Chaos and formless darkness brood o’er all,
That Cronos’ Son may also learn what means
Anguish of heart. For not less worship-worthy
Than Nereus’ Child, by Zeus’s ordinance,
Am I, who look on all things, I, who bring
All to their consummation. Recklessly
My light Zeus now despiseth! Therefore I
Will pass into the darkness. Let him bring
Up to Olympus Thetis from the sea
To hold for him light forth to Gods and men!
My sad soul loveth darkness more than day,
Lest I pour light upon thy slayer’s head:

Thus as she cried, the tears ran down her face
Immortal, like a river brimming aye:
Drenched was the dark earth round the corse. The Night
Grieved in her daughter’s anguish, and the heaven
Drew over all his stars a veil of mist
And cloud, of love unto the Lady of Light.

628Τρῶες δʼ ἄστεος ἔνδον ἔσαν περὶ Μέμνονι θυμὸν ἀχνύμενοι· πόθεον γὰρ ὁμῶς ἑτάροισιν ἄνακτα. 630οὐδὲ μὲν Ἀργεῖοι μέγʼ ἐγήθεον, ἀλλὰ καὶ αὐτοὶ ἐν πεδίῳ κταμένοισι παρʼ ἀνδράσιν αὖλιν ἔχοντες ἄμφω ἐϋμμελίην μὲν Ἀχιλλέα κυδαίνεσκον, Ἀντίλοχον δʼ ἄρα κλαῖον· ἔχον δʼ ἅμα χάρματι πένθος. παννυχίη δʼ ἀλεγεινὸν ἀνεστονάχιζε γοῶσα 635Ἠώς· ἀμφὶ δέ οἱ κέχυτο ζόφος· οὐδέ τι θυμῷ ἀντολίης ἀλέγιζε, μέγαν δʼ ἤχθηρεν Ὄλυμπον. ἄγχι δέ οἱ μάλα πολλὰ ποδώκεες ἔστενον ἵπποι γαῖαν ἐπιστείβοντες ἀηθέα, καὶ βασίλειαν ἀχνυμένην ὁρόωντες, ἐελδόμενοι μέγα νόστου. 640Ζεὺς δʼ ἄμοτον βρόντησε χολούμενος, ἀμφὶ δὲ γαῖα κινήθη περὶ πᾶσα· τρόμος δʼ ἕλεν ἄμβροτον Ἠῶ. τὸν δʼ ἄρα καρπαλίμως μελανόχροες Αἰθιοπῆες θάψαν ὀδυρόμενοι· τοὺς δʼ Ἠριγένεια βοῶπις πόλλʼ ὀλοφυρομένους κρατεροῦ περὶ σήματι παιδὸς 645οἰωνοὺς ποίησε καὶ ἠέρι δῶκε φέρεσθαι, τοὺς καὶ νῦν καλέουσι βροτῶν ἀπερείσια φῦλα Μέμνονας· οἵ ῥʼ ἐπὶ τύμβον ἔτι σφετέρου βασιλῆος ἐσσύμενοι γοόωσι κόνιν καθύπερθε χέοντες σήματος· ἀλλήλοις δὲ περικλονέουσι κυδοιμὸν 650Μέμνονι ἦρα φέροντες· ὁ δʼ εἰν Ἀΐδαο δόμοισιν ἠέ που ἐν μακάρεσσι κατʼ Ἠλύσιον πέδον αἴης καγχαλάᾳ· καὶ θυμὸν ἰαίνεται ἄμβροτος Ἠὼς δερκομένη· τοῖσιν δὲ πέλει πόνος ἄχρι καμόντες εἷς ἕνα δῃώσωνται ἀνὰ κλόνον, ἠὲ καὶ ἄμφω 655πότμον ἀναπλήσωσι πονεύμενοι ἀμφὶς ἄνακτα. καὶ τὰ μὲν ἐννεσίῃσι φαεσφόρου Ἠριγενείης οἰωνοὶ τελέουσι θοοί· τότε δʼ ἄμβροτος Ἠὼς οὐρανὸν εἰσανόρουσεν ὁμῶς πολυαλδέσιν Ὥραις, αἵ ῥά μιν οὐκ ἐθέλουσαν ἀνήγαγον ἐς Διὸς οὖδας 660παρφάμεναι μύθοισιν, ὅσοις βαρὺ πένθος ὑπείκει, καίπερ ἔτʼ ἀχνυμένην. ἡ δʼ οὐ λάθεθʼ οἶο δρόμοιο· δείδιε γὰρ δὴ Ζηνὸς ἄδην ἄλληκτον ἐνιπήν, ἐξ οὗ πάντα πέλονται, ὅσʼ ὠκεανοῖο ῥέεθρα ἐντὸς ἔχει καὶ γαῖα καὶ αἰθομένων ἕδος ἄστρων. 665τῆς ἄρα Πληιάδες πρότεραι ἴσαν· ἡ δὲ καὶ αὐτὴ αἰθερίας ὤιξε πύλας, ἐκέδασσε δ ἄρʼ αἴγλην.

Meanwhile within their walls the Trojan folk
For Memnon sorrowed sore, with vain regret
Yearning for that lost king and all his host.
Nor greatly joyed the Argives, where they lay
Camped in the open plain amidst the dead.
There, mingled with Achilles’ praise, uprose
Wails for Antilochus: joy clasped hands with grief.

All night in groans and sighs most pitiful
The Dawn-queen lay: a sea of darkness moaned
Around her. Of the dayspring nought she recked:
She loathed Olympus’ spaces. At her side
Fretted and whinnied still her fleetfoot steeds,
Trampling the strange earth, gazing at their Queen
Grief-stricken, yearning for the fiery course.
Suddenly crashed the thunder of the wrath
Of Zeus; rocked round her all the shuddering earth,
And on immortal Eos trembling came.

Swiftly the dark-skinned Aethiops from her sight
Buried their lord lamenting. As they wailed
Unceasingly, the Dawn-queen lovely-eyed
Changed them to birds sweeping through air around
The barrow of the mighty dead. And these
Still do the tribes of men “The Memnons” call;
And still with wailing cries they dart and wheel
Above their king’s tomb, and they scatter dust
Down on his grave, still shrill the battle-cry,
In memory of Memnon, each to each.
But he in Hades’ mansions, or perchance
Amid the Blessed on the Elysian Plain,
Laugheth. Divine Dawn comforteth her heart
Beholding them: but theirs is toil of strife
Unending, till the weary victors strike
The vanquished dead, or one and all fill up
The measure of their doom around his grave.

So by command of Eos, Lady of Light,
The swift birds dree their weird. But Dawn divine
Now heavenward soared with the all-fostering Hours,
Who drew her to Zeus’ threshold, sorely loth,
Yet conquered by their gentle pleadings, such
As salve the bitterest grief of broken hearts.
Nor the Dawn-queen forgat her daily course,
But quailed before the unbending threat of Zeus,
Of whom are all things, even all comprised
Within the encircling sweep of Ocean’s stream,
Earth and the palace-dome of burning stars.
Before her went her Pleiad-harbingers,
Then she herself flung wide the ethereal gates,
And, scattering spray of splendour, flashed there-through.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy Book 2, lines 549–666: Dawn mourns Memnon