Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 2.183–276: Memnon kills Antilochus

At dawn the Trojans arm and the Argives, trusting in Achilles, arm to meet them. Achilles kills Thalius, Mentes and many others, while Memnon kills Pheron and then Antilochus, the son of Nestor, before his father's eyes.

Lines 2.183–276 · 880 words · click a number to copy its link
183ἦμος δʼ ἠλιβάτων ὀρέων ὑπερέσσυται ἄκρας λαμπρὸς ἀνʼ οὐρανὸν εὐρὺν ἑωσφόρος, ὅς τʼ ἐπὶ ἔργον 185ἡδὺ μάλα κνώσσοντασʼ ἀμαλλοδετῆρας ἐγείρει· τῆμος ἀρήιον υἷα φαεσφόρου Ἠριγενείης ὕστατος ὕπνος ἀνῆκεν· ὁδʼ ἐν φρεσὶ κάρτος ἀέξων ἤδη δυσμενέεσσι λιλαίετο δηριάασθαι. Ἠὼς δʼ οὐρανὸν εὐρὺν ἀνήιεν οὐκ ἐθέλουσα. 190καὶ τότε Τρῶες ἕσαντο περὶ χροῒ δήια τεύχη, τοῖσι δʼ ἅμʼ Αἰθίοπές τε καὶ ὁππόσα φῦλα πέλοντο ἀμφὶ βίην Πριάμοιο συναγρομένων ἐπικούρων πανσυδίῃ· μάλα δʼ ὦκα πρὸ τείχεος ἐσσεύοντο κυανέοις νεφέεσσιν ἐοικότες, οἷα Κρονίων 195χείματος ὀρνυμένοιο κατʼ ἠέρα πουλὺν ἀγείρει. αἶψα δʼ ἄρʼ ἐπλήσθη πεδίον πᾶν· οἱ δʼ ἐκέχυντο ἀκρίσι πυροβόροισιν ἀλίγκιον, αἵ τε φέρονται ὡς νέφος ἢ πολὺς ὄμβρος ὑπὲρ χθονὸς εὐρυπέδοιο ἄπλητοι μερόπεσσιν ἀεικέα λιμὸν ἄγουσαι· 200ὣς οἱ ἴσαν πολλοί τε καὶ ὄβριμοι, ἀμφὶ δʼ ἀγυιαὶ στείνοντʼ ἐσσυμένων, ὑπὸ δʼ ἔγρετο ποσσὶ κονίη. Ἀργεῖοι δʼ ἀπάνευθεν ἐθάμβεον, εὖτʼ ἐσίδοντο ἐσσυμένους· εἶθαρ δὲ περὶ χροῒ χαλκὸν ἕσαντο κάρτεϊ Πηλείδαο πεποιθότες· ὃς δʼ ἐνὶ μέσσοις 205ἤιε Τιτήνεσσι πολυσθενέεσσιν ἐοικὼς κυδιόων ἵπποισι καὶ ἅρμασι· τοῦ δʼ ἄρα τεύχη πάντη μαρμαίρεσκον ἀλίγκιον ἀστεροπῇσιν. οἶος δʼ ἐκ περάτων γαιηόχου ὠκεανοῖο ἔρχεται ἠέλιος φαεσίμβροτος οὐρανὸν εἴσω 210μφανόων, τραφερὴ δὲ γελᾷ περὶ γαῖα καὶ αἰθήρ· τοῖος ἐν Ἀργείοισι τότʼ ἔσσυτο Πηλέος υἱός. ὣς δὲ καὶ ἐν Τρώεσσιν ἀρήιος ἤιε Μέμνων Ἄρεϊ μαιμώωντι πανείκελος, ἀμφὶ δὲ λαοὶ προφρονέως ἐφέποντο παρεσσύμενοι βασιλῆι. 215αἶψα δʼ ἄρʼ ἀμφοτέρων δολιχαὶ πονέοντο φάλαγγες Τρώων καὶ Δαναῶν, μετὰ δʼ ἔπρεπον Αἰθιοπῆες· σὺν δʼ ἔπεσον καναχηδὸν ὁμῶς, ἅτε κύματα πόντου πάντοθεν ἐγρομένων ἀνέμων ὑπὸ χείματος ὥρῃ· ἀλλήλους δʼ ἐδάϊζον ἐϋξέστῃς μελίῃσι 220βάλλοντες, μετὰ δέ σφι γόος καναχή τε δεδήει·

When o’er precipitous crests of mountain-walls
Leapt up broad heaven the bright morning-star
Who rouseth to their toils from slumber sweet
The binders of the sheaf, then his last sleep
Unclasped the warrior-son of her who brings
Light to the world, the Child of Mists of Night.
Now swelled his mighty heart with eagerness
To battle with the foe forthright. And Dawn
With most reluctant feet began to climb
Heaven’s broad highway. Then did the Trojans gird
Their battle-harness on; then armed themselves
The Aethiop men, and all the mingled tribes
Of those war-helpers that from many lands
To Priam’s aid were gathered. Forth the gates
Swiftly they rushed, like darkly lowering clouds
Which Cronos’ Son, when storm is rolling up,
Herdeth together through the welkin wide.
Swiftly the whole plain filled. Onward they streamed
Like harvest-ravaging locusts drifting on
In fashion of heavy-brooding rain-clouds o’er
Wide plains of earth, an irresistible host
Bringing wan famine on the sons of men;
So in their might and multitude they went.
The city streets were all too strait for them
Marching: upsoared the dust from underfoot.

From far the Argives gazed, and marvelling saw
Their onrush, but with speed arrayed their limbs
In brass, and in the might of Peleus’ son
Put their glad trust. Amidst them rode he on
Like to a giant Titan, glorying
In steeds and chariot, while his armour flashed
Splendour around in sudden lightning-gleams.
It was as when the sun from utmost bounds
Of earth-encompassing ocean comes, and brings
Light to the world, and flings his splendour wide
Through heaven, and earth and air laugh all around.
So glorious, mid the Argives Peleus’ son
Rode onward. Mid the Trojans rode the while
Memnon the hero, even such to see
As Ares furious-hearted. Onward swept
The eager host arrayed about their lord.

Then in the grapple of war on either side
Closed the long lines, Trojan and Danaan;
But chief in prowess still the Aethiops were.
Crashed they together as when surges meet
On the wild sea, when, in a day of storm,
From every quarter winds to battle rush.
Foe hurled at foe the ashen spear, and slew:
Screams and death-groans went up like roaring fire.
As when down-thundering torrents shout and rave
On-pouring seaward, when the madding rains
Stream from God’s cisterns, when the huddling clouds
Are hurled against each other ceaselessly,
And leaps their fiery breath in flashes forth;
So ‘neath the fighters’ trampling feet the earth
Thundered, and leapt the terrible battle-yell
Through frenzied air, for mad the war-cries were.

221ὡς δʼ ὅτʼ ἐρίγδουποι ποταμοὶ μεγάλα στενάχωσιν εἰς ἅλα χευόμενοι, ὅτε λαβρότατος πέλει ὄμβρος ἐκ Διός, εὖτʼ ἀλίαστον ἐπὶ νέφεα κτυπέωσι θηγόμενʼ ἀλλήλοισι, πυρὸς δʼ ἐξέσσυτʼ ἀϋτμή· 225ὣς τῶν μαρναμένων μέγʼ ὑπαὶ ποσὶ γαῖα πελώρη ἔβραχε, θεσπεσίου δὲ διʼ ἠέρος ἔσσυτʼ ἀϋτὴ σμερδαλέη· δεινὸν γὰρ ἐΰτεον ἀμφοτέρωθεν. Ἔνθʼ ἕλε Πηλείδης Θάλιον καὶ ἀμύμονα Μέντην ἄμφω ἀριγνώτω, βάλε δʼ ἄλλων πολλὰ κάρηνα. 230εὖτʼ αἰγὶς βερέθροισιν ὑποχθονίοις ἐπορούσῃ λάβρος, ἄφαρ δέ τε πάντα κατὰ χθονὸς ἀμφιχέηται ἐκ θεμέθλων· μάλα γάρ ῥα περιτρομέει βαθὺ γαῖα· ὣς οἵ γʼ ἐν κονίῃσι κατήριπον ὠκέϊ πότμῳ αἰχμῇ Πηλείωνος· ὁ γὰρ μέγα μαίνετο θυμῷ. 235ὣς δʼ αὕτως ἑτέρωθεν ἐῢς πάϊς Ἠριγενείης Ἀργείους ἐδάϊζε κακῇ ἐναλίγκιος Αἴσῃ, ἥ τε φέρει λαοῖσι κακὸν καὶ ἀεικέα λοιγόν. πρῶτον δʼ εἷλε Φέρωνα διὰ στέρνοιο τυχήσας δούρατι λευγαλέῳ, ἐπὶ δʼ ἔκτανε δῖον Ἔρευθον, 240ἄμφω ἐελδομένω πόλεμον καὶ ἀεικέα χάρμῃν, οἳ Θρύον ἀμφενέμοντο παρʼ Ἀλφειοῖο ῥεέθροις, καί ῥʼ ὑπὸ Νέστορι βῆσαν ἐς Ἰλίου ἱερὸν ἄστυ· τοὺς δʼ ὁπότʼ ἐξενάριξεν, ἐπῴχετο Νηλέος υἱὸν κτεῖναί μιν μεμαώς· τοῦ δʼ Ἀντίλοχος θεοειδὴς 245πρόσθʼ ἐλθὼν ἴθυνε μακρὸν δόρυ, καί οἱ ἅμαρτε τυτθὸν ἀλευαμένοιο· φίλον δέ οἱ εἷλεν ἑταῖρον αἴθοπα Πυρρασίδην· ὁ δὲ χωσάμενος κταμένοιο Ἀντιλόχῳ ἐπιᾶλτο, λέων ὣς ὀβριμόθυμος καπρίῳ, ὅς ῥα καὶ αὐτὸς ἐναντίον οἶδε μάχεσθαι 250ἀνδράσι καὶ θήρεσσι, πέλει δέ οἱ ἄσπετος ὁρμή· ὣς ὁ θοῶς ἐπόρουσεν, ὁ δʼ εὐρέϊ μιν βάλε πέτρῳ Ἀντίλοχος· τοῦ δʼ οὔτι λύθη κέαρ, οὕνεκʼ ἄρʼ αὐτοῦ ἀλγινόεντʼ ἀπάλαλκε φόνον κρατερὴ τρυφάλεια· σμερδαλέον δέ οἱ ἦτορ ἐνὶ στέρνοισιν ὀρίνθη 255βλημένου· ἀμφὶ δέ οἱ κόρυς ἴαχε· καί ῥʼ ἔτι μᾶλλον μαίνετʼ ἐπʼ Ἀντιλόχῳ. κρατερὴ δέ οἱ ἔζεεν ἀλκή· τοὔνεκα Νέστορος υἷα καὶ αἰχμητήν περ ἐόντα τύψεν ὑπὲρ μαζοῖο· διήλασε δʼ ὄβριμον ἔγχος ἐς κραδίην, θνητοῖσιν ὅπῃ πέλει ὠκὺς ὄλεθρος.

For firstfruits of death’s harvest Peleus’ son
Slew Thalius and Mentes nobly born,
Men of renown, and many a head beside
Dashed he to dust. As in its furious swoop
A whirlwind shakes dark chasms underground,
And earth’s foundations crumble and melt away
Around the deep roots of the shuddering world,
So the ranks crumbled in swift doom to the dust
Before the spear and fury of Peleus’s son.

But on the other side the hero child
Of the Dawn-goddess slew the Argive men,
Like to a baleful Doom which bringeth down
On men a grim and ghastly pestilence.
First slew he Pheron; for the bitter spear
Plunged through his breast, and down on him he hurled
Goodly Ereuthus, battle-revellers both,
Dwellers in Thryus by Alpheus’ streams,
Which followed Nestor to the god-built burg
Of Ilium. But when he had laid these low,
Against the son of Neleus pressed he on
Eager to slay. Godlike Antilochus
Strode forth to meet him, sped the long spear’s flight,
Yet missed him, for a little he swerved, but slew
His Aethiop comrade, son of Pyrrhasus.
Wroth for his fall, against Antilochus
He leapt, as leaps a lion mad of mood
Upon a boar, the beast that flincheth not
From fight with man or brute, whose charge is a flash
Of lightning; so was his swift leap. His foe
Antilochus caught a huge stone from the ground,
Hurled, smote him; but unshaken abode his strength,
For the strong helm-crest fenced his head from death;
But rang the morion round his brows. His heart
Kindled with terrible fury at the blow
More than before against Antilochus.
Like seething cauldron boiled his maddened might.
He stabbed, for all his cunning of fence, the son
Of Nestor above the breast; the crashing spear
Plunged to the heart, the spot of speediest death.

260τοῦ δʼ ὑποδῃωθέντος ἄχος Δαναοῖσιν ἐτύχθη πᾶσι, μάλιστα δὲ πατρὶ περὶ φρένας ἤλυθε πένθος Νέστορι παιδὸς ἑοῖο παρʼ ὀφθαλμοῖσι δαμέντος· οὐ γὰρ δὴ μερόπεσσι κακώτερον ἄλγος ἔπεισιν, ἢ ὅτε παῖδες ὄλωνται ἑοῦ πατρὸς εἰσορόωντος· 265τοὔνεκα καὶ στερεῇσιν ἀρηράμενος φρεσὶ θυμὸν ἄχνυτο παιδὸς ἑοῖο κακῇ περὶ Κηρὶ δαμέντος· κέκλετο δʼ ἐσσυμένως Θρασυμήδεα νόσφιν ἐόντα· ὄρσο μοι, ὦ Θρασύμηδες ἀγακλεές, ὄφρα φονῆα σεῖο κασιγνήτοιο καὶ υἱέος ἡμετέροιο 270νεκροῦ ἑκὰς σεύωμεν ἀεικέος, ἠὲ καὶ αὐτοὶ ἀμφʼ αὐτῷ στονόεσσαν ἀναπλήσωμεν ὀϊζύν. εἰ δὲ σοὶ ἐν στέρνοισι πέλει δέος, οὐ σύ γʼ ἐμεῖο υἱὸς ἔφυς οὐδʼ ἐσσὶ Περικλυμένοιο γενέθλης, ὅς τε καὶ Ἡρακλῆι καταντίον ἐλθέμεν ἔτλη. 275ἀλλʼ ἄγε δὴ πονεώμεθʼ, ἐπεὶ μέγα κάρτος ἀνάγκη πολλάκι μαρναμένοισι καὶ οὐτιδανοῖσιν ὀπάζει.

Then upon all the Danaans at his fall
Came grief; but anguish-stricken was the heart
Of Nestor most of all, to see his child
Slain in his sight; for no more bitter pang
Smiteth the heart of man than when a son
Perishes, and his father sees him die.
Therefore, albeit unused to melting mood,
His soul was torn with agony for the son
By black death slain. A wild cry hastily
To Thrasymedes did he send afar:
“Hither to me, Thrasymedes war-renowned!
Help me to thrust back from thy brother’s corse,
Yea, from mine hapless son, his murderer,
That so ourselves may render to our dead
All dues of mourning. If thou flinch for fear,
No son of mine art thou, nor of the line
Of Periclymenus, who dared withstand
Hercules’ self. Come, to the battle-toil!
For grim necessity oftentimes inspires
The very coward with courage of despair.”

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.