Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 3.1–95: Apollo shoots Achilles

The Pylians bury Antilochus by the Hellespont, and Achilles drives the Trojans back, filling the streams of Simois and Xanthus with the dead. Apollo warns him to stop, and Achilles defies him. Apollo, veiled in cloud, shoots an arrow into his ankle, and Achilles pulls it out in agony.

Lines 3.1–95 · 885 words · click a number to copy its link
1αὐτὰρ ἐπεὶ φάος ἦλθεν ἐϋθρόνου Ἠριγενείης, δὴ τότʼ ἄρʼ Ἀντιλόχοιο νέκυν ποτὶ νῆας ἔνεικαν αἰχμηταὶ Πύλιοι μεγάλα στενάχοντες ἄνακτα καί μιν ταρχύσαντο παρʼ ᾐόσιν Ἑλλησπόντου 5πολλὰ μάλʼ ἀχνύμενοι· περὶ δʼ ἔστενον ὄβριμοι υἷες Ἀργείων· πάντας γὰρ ἀμείλιχον ἄμφεχε πένθος Νέστορι ἦρα φέροντας· ὁ δʼ οὐ μέγα δάμνατο θυμῷ· ἀνδρὸς γὰρ πινυτοῖο περὶ φρεσὶ τλήμεναι ἄλγος θαρσαλέως καὶ μή τι κατηφιόωντʼ ἀκάχησθαι. 10Πηλείδης δʼ ἑτάροιο χολούμενος Ἀντιλόχοιο σμερδνὸν ἐπὶ Τρώεσσι κορύσσετο· τοὶ δέ καὶ αὐτοὶ καίπερ ὑποτρομέοντες ἐϋμμελίην Ἀχιλῆα τείχεος ἐξεχέοντο μεμαότες, οὕνεκʼ ἄρα σφι κῆρες ἐνὶ στέρνοισι θράσος βάλον· ἦ γὰρ ἔμελλον 15πολλοὶ ἀνοστήτοιο κατελθέμεν Ἀϊδονῆος χερσὶν ὕπʼ Αἰακίδαο δαΐφρονος, ὅς ῥα καὶ αὐτὸς φθεῖσθαι ὁμῶς ἤμελλε παρὰ Πριάμοιο πόληι. αἶψα δʼ ἄρʼ ἀμφοτέρωθε συνήλυθον εἰς ἕνα χῶρον Τρώων ἔθνεα πολλὰ μενεπτολέμων τʼ Ἀργείων 20μαιμώωντʼ ἐς Ἄρηα διεγρομένου πολέμοιο.

When shone the light of Dawn the splendour-throned,
Then to the ships the Pylian spearmen bore
Antilochus’ corpse, sore sighing for their prince,
And by the Hellespont they buried him
With aching hearts. Around him groaning stood
The battle-eager sons of Argives, all,
Of love for Nestor, shrouded o’er with grief.
But that grey hero’s heart was nowise crushed
By sorrow; for the wise man’s soul endures
Bravely, and cowers not under affliction’s stroke.
But Peleus’ son, wroth for Antilochus
His dear friend, armed for vengeance terrible
Upon the Trojans. Yea, and these withal,
Despite their dread of mighty Achilles’ spear,
Poured battle-eager forth their gates, for now
The Fates with courage filled their breasts, of whom
Many were doomed to Hades to descend,
Whence there is no return, thrust down by hands
Of Aeacus’ son, who also was foredoomed
To perish that same day by Priam’s wall.
Swift met the fronts of conflict: all the tribes
Of Troy’s host, and the battle-biding Greeks,
Afire with that new-kindled fury of war.

21Πηλείδης δʼ ἐν τοῖσι πολὺν περιδάμνατο λαὸν δυσμενέων· πάντῃ δὲ φερέσβιος αἵματι γαῖα δεύετο, καὶ νεκύεσσι περιστείνοντο ῥέεθρα Ξάνθου καὶ Σιμόεντος· ὁ δʼ ἑσπόμενος κεράϊζε 25μέχρις ἐπὶ πτολίεθρον, ἐπεὶ φόβος ἄμφεχε λαούς. καί νύ κε πάντας ὄλεσσε, πύλας δʼ εἰς οὖδας ἔρεισε θαιρῶν ἐξερύσας, ἢ καὶ συνέαξεν ὀχῆας δόχμιος ἐγχριμφθείς, Δαναοῖσι δὲ θῆκε κέλευθον ἐς Πριάμοιο πόληα, διέπραθε δʼ ὄλβιον ἄστυ, 30εἰ μή οἱ μέγα Φοῖβος ἀνηλέϊ χώσατο θυμῷ, ὡς ἴδεν ἄσπετα φῦλα δαϊκταμένων ἡρώων. αἶψα δʼ ἀπʼ Οὐλύμποιο κατήλυθε θηρὶ ἐοικὼς ἰοδόκην ὤμοισιν ἔχων καὶ ἀναλθέας ἰούς· ἔστη δʼ Αἰακίδαο καταντίον· ἀμφὶ δʼ ἄρʼ αὐτῷ 35γωρυὸς καὶ τόξα μὲγʼ ἴαχεν· ἐκ δέ οἱ ὄσσων πῦρ ἄμοτον μάρμαιρε· ποσὶν δʼ ὑπεκίνυτο γαῖα. σμερδαλέον δʼ ἤϋσε μέγας θεός, ὄφρʼ Ἀχιλῆα τρέψῃ ἀπὸ πτολέμοιο θεοῦ ὄπα ταρβήσαντα θεσπεσίην, καὶ Τρῶας ὑπὲκ θανάτοιο σαώσῃ· 40χάζεο, Πηλείδη, Τρώων ἑκάς, οὐ γὰρ ἔοικεν οὔ σʼ ἔτι δυσμενέεσσι κακὰς ἐπὶ κῆρας ἰάλλειν, μή σε καὶ ἀθανάτων τις ἀπʼ Οὐλύμποιο χαλέψῃ. ὣς ἄρʼ ἔφη· ὁ δʼ ἄρʼ οὔτι θεοῦ τρέσεν ἄμβροτον αὐδήν· ἤδη γάρ οἱ Κῆρες ἀμείλιχοι ἀμφεποτῶντο· 45τοὔνεκʼ ἄρʼ οὐκ ἀλέγιζε θεοῦ, μέγα δʼ ἴαχεν ἄντην· Φοῖβε, τί ἤ με θεοῖσι καὶ οὐ μεμαῶτα μάχεσθαι ὀτρύνεις Τρώεσσιν ὑπερφιάλοισιν ἀμύνων; ἤδη γὰρ καὶ πρόσθε μʼ ἀποστρέψας ὀρυμαγδοῦ ἤπαφες, ὁππότε πρῶτον ὑπεξεσάωσας ὀλέθρου 50Ἕκτορα, τῷ μέγα Τρῶες ἀνὰ πτόλιν εὐχετόωντο. ἀλλʼ ἀναχάζεο τῆλε καὶ ἐς μακάρων ἕδος ἄλλων ἔρχεο, μή σε βάλοιμι καὶ ἀθάνατόν περ ἐόντα. ὣς εἰπὼν ἀπάτερθε θεὸν λίπε, βῆ δʼ ἐπὶ Τρῶας, οἵ ῥʼ ἔτι που φεύγεσκον ἀεὶ προπάροιθε πόληος, 55καὶ τοὺς μὲν σεύεσκεν· ὁ δʼ ἀσχαλόων ἐνὶ θυμῷ Φοῖβος ἑὸν κατὰ θυμὸν ἔπος ποτὶ τοῖον ἔειπεν· ὦ πόποι, ὡς ὅ γε μαίνετʼ ἀνὰ φρένας· ἀλλά οἱ οὔτι οὐδʼ αὐτὸς Κρονίδης ἔτʼ ἀλέξεται οὔτε τις ἄλλος οὕτω μαργαίνοντι καὶ ἀντιόωντι θεοῖσιν.

Then through the foe the son of Peleus made
Wide havoc: all around the earth was drenched
With gore, and choked with corpses were the streams
Of Simois and Xanthus. Still he chased,
Still slaughtered, even to the city’s walls;
For panic fell on all the host. And now
All had he slain, had dashed the gates to earth,
Rending them from their hinges, or the bolts,
Hurling himself against them, had he snapped,
And for the Danaans into Priam’s burg
Had made a way, had utterly destroyed
That goodly town—but now was Phoebus wroth
Against him with grim fury, when he saw
Those countless troops of heroes slain of him.
Down from Olympus with a lion-leap
He came: his quiver on his shoulders lay,
And shafts that deal the wounds incurable.
Facing Achilles stood he; round him clashed
Quiver and arrows; blazed with quenchless flame
His eyes, and shook the earth beneath his feet.
Then with a terrible shout the great God cried,
So to turn back from war Achilles awed
By the voice divine, and save from death the Trojans:
“Back from the Trojans, Peleus’ son! Beseems not
That longer thou deal death unto thy foes,
Lest an Olympian God abase thy pride.”

But nothing quailed the hero at the voice
Immortal, for that round him even now
Hovered the unrelenting Fates. He recked
Naught of the God, and shouted his defiance.
“Phoebus, why dost thou in mine own despite
Stir me to fight with Gods, and wouldst protect
The arrogant Trojans? Heretofore hast thou
By thy beguiling turned me from the fray,
When from destruction thou at the first didst save
Hector, whereat the Trojans all through Troy
Exulted. Nay, thou get thee back: return
Unto the mansion of the Blessed, lest
I smite thee—ay, immortal though thou be!”

Then on the God he turned his back, and sped
After the Trojans fleeing cityward,
And harried still their flight; but wroth at heart
Thus Phoebus spake to his indignant soul:
“Out on this man! he is sense-bereft! But now
Not Zeus himself nor any other Power
Shall save this madman who defies the Gods!”

60ὣς ἄρʼ ἔφη, καὶ ἄϊστος ὁμοῦ νεφέεσσιν ἐτύχθη· ἠέρα δʼ ἐσσάμενος στυγερὸν προέηκε Βέλεμνον, καί ἑ θοῶς οὔτησε κατὰ σφυρόν· αἶψα δʼ ἀνῖαι δῦσαν ὑπὸ κραδίην· ὁ δʼ ἀνετράπετʼ ἠΰτε πύργος, ὅν τε βίη τυφῶνος ὑποχθονίῃ στροφάλιγγι 65ῥήξῃ ὑπὲρ δαπέδοιο κραδαινομένης βαθὺ γαίης· ὣς ἐκλίθη δέμας ἠῢ κατʼ οὔδεος Αἰακίδαο. ἀμφὶ δὲ παπτήνας ὀλοὸν καὶ […] […] ἔπος ἀκράαντον ὁμόκλα· τίς νύ μοι αἰνὸν ὀϊστὸν ἐπιπροέηκε κρυφηδόν; τλήτω μευ κατέναντα καὶ εἰς ἀναφανδὸν ἱκέσθαι, 70ὄφρα δέ οἱ μέλαν αἷμα καὶ ἔγκατα πάντα χυθείη ἡμετέρῳ περὶ δουρὶ καὶ Ἄϊδα λυγρὸν ἵκηται· οἶδα γὰρ ὡς οὔτις με δυνήσεται ἐγγύθεν ἐλθὼν ἐγχείῃ δαμάσασθαι ἐπιχθονίων ἡρώων, οὐδʼ εἴπερ στέρνοισι μάλʼ ἄτρομον ἦτορ ἔχῃσιν, 75ἄτρομον ἦτορ ἔχῃσι λίην καὶ χάλκεος εἴη· κρύβδα δʼ ἀνάλκιδες αἰὲν ἀγαυοτέρους λοχόωσι. τῷ μευ ἴτω κατέναντα, καὶ εἰ θεὸς εὔχεται εἶναι χωόμενος Δαναοῖς, ἐπεὶ ἦ νύ μοι ἦτορ ἔολπεν ἔμμεναι Ἀπόλλωνα λυγρῇ κεκαλυμμένον ὄρφνῃ. 80ὣς γάρ μοι τὸ πάροιθε φίλη διεπέφραδε μήτηρ κείνου ὑπαὶ βελέεσσιν ὀϊζυρῶς ἀπολέσθαι Σκαιῇς ἀμφὶ πύλῃσι· τὸ δʼ οὐκ ἀνεμώλιον ἦεν. ἦ καὶ λυγρὸν ὀϊστὸν ἀμειλίκτοισι χέρεσσιν ἕλκεος ἐξείρυσσεν ἀναλθέος· ἐκ δέ οἱ αἷμα 85ἔσσυτο τειρομένοιο· πότμος δέ οἱ ἦτορ ἐδάμνα. ἀσχαλόων δʼ ἔρριψε βέλος· τὸ δʼ ἄρʼ αἶψα κιοῦσαι πνοιαὶ ἀνηρείψαντο, δόσαν δέ μιν Ἀπόλλωνι ἐς Διὸς οἰχομένῳ ζάθεον πέδον· οὐ γὰρ ἐῴκει ἄμβροτον ἰὸν ὀλέσθαι ἀπʼ ἀθανάτοιο μολόντα. 90δεξάμενος δʼ ὅ γε κραιπνὸς ἀφίκετο μακρὸν Ὄλυμπον ἄλλων ἀθανάτων ἐς ὁμήγυριν, ᾗχι μάλιστα πανσυδίῃ ἀγέροντο μάχην ἐσορώμενοι ἀνδρῶν· οἱ μὲν γὰρ Τρώεσσι μενοίνεον εὖχος ὀρέξαι οἱ δʼ αὖτʼ Ἀργείοις, διὰ δʼ ἄνδιχα μητιόωντες 95δέρκοντο κτείνοντας ἀνὰ μόθον ὀλλυμένους τε.

From mortal sight he vanished into cloud,
And cloaked with mist a baleful shaft he shot
Which leapt to Achilles’ ankle: sudden pangs
With mortal sickness made his whole heart faint.
He reeled, and like a tower he fell, that falls
Smit by a whirlwind when an earthquake cleaves
A chasm for rushing blasts from underground;
So fell the goodly form of Aeacus’ son.
He glared, a murderous glance, to right, to left,
[Upon the Trojans, and a terrible threat]
Shouted, a threat that could not be fulfilled:
“Who shot at me a stealthy-smiting shaft?
Let him but dare to meet me face to face!
So shall his blood and all his bowels gush out
About my spear, and he be hellward sped!
I know that none can meet me man to man
And quell in fight—of earth-born heroes none,
Though such an one should bear within his breast
A heart unquailing, and have thews of brass.
But dastards still in stealthy ambush lurk
For lives of heroes. Let him face me then!—
Ay! though he be a God whose anger burns
Against the Danaans! Yea, mine heart forebodes
That this my smiter was Apollo, cloaked
In deadly darkness. So in days gone by
My mother told me how that by his shafts
I was to die before the Scaean Gates
A piteous death. Her words were not vain words.”

Then with unflinching hands from out the wound
Incurable he drew the deadly shaft
In agonized pain. Forth gushed the blood; his heart
Waxed faint beneath the shadow of coming doom.
Then in indignant wrath he hurled from him
The arrow: a sudden gust of wind swept by,
And caught it up, and, even as he trod
Zeus’ threshold, to Apollo gave it back;
For it beseemed not that a shaft divine,
Sped forth by an Immortal, should be lost.
He unto high Olympus swiftly came,
To the great gathering of immortal Gods,
Where all assembled watched the war of men,
These longing for the Trojans’ triumph, those
For Danaan victory; so with diverse wills
Watched they the strife, the slayers and the slain.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.