Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 6.451–651: Eurypylus drives the Argives to the ships

Podaleirius arms in grief for his brother and kills Cleitus and Lassus. Eurypylus then drives the Argives toward the ships; Aias son of Oileus is struck down by a stone from Aeneas, and the Atreidae are surrounded until Teucer, Idomeneus and others rally. The Trojans charge as one man and the Argives flee, and only nightfall stops Eurypylus from burning the ships.

Lines 6.451–651 · 1680 words · click a number to copy its link
451οὐ γὰρ ἀνιδρωτί γε μετʼ ἀνδράσι κῦδος ἀέξει. ὣς ἄρʼ ἔφη· Δαναοῖσι δʼ ἄχος γένετʼ· ἀμφὶ δʼ ἄρʼ αὐτοῖς πολλοὶ γαῖαν ἔρευθον ὑπʼ Ἄρεϊ δῃωθέντες μαρναμένων ἑκάτερθεν· ἴση δʼ ἐπὶ δῆρις ὀρώρει. 455ὀψὲ δʼ ἀδελφειοῖο φόνον στονόεντα νόησε βλημένου ἐν κονίῃ Ποδαλείριος, οὕνεκα νηυσὶν ἧστο παρʼ ὠκυπόροισι τετυμμένα δούρασι φωτῶν ἕλκἐ ἀκειόμενος. περὶ δʼ ἔντεα δύσατο πάντα θυμὸν ἀδελφειοῖο χολούμενος· ἐν δέ οἱ ἀλκὴ 460σμερδαλέον στέρνοισιν ἀέξετο μαιμώωντι ἐς πόλεμον στονόεντα· μέλαν δέ οἱ ἔζεεν αἷμα λάβρον ὑπὸ κραδίῃ· τάχα δʼ ἔνθορε δυσμενέεσσι χερσὶ θοῇσιν ἄκοντα τανυγλώχινα τινάσσων· εἶλε δʼ ἄρʼ ἐσσυμένως Ἀγαμήστορος υἱέα δῖον 465κλεῖον, ὃν ἠΰκομος Νύμφη τέκεν ἀμφὶ ῥεέθροις Παρθενίου, ὅς τʼ εἶσι διὰ χθονὸς ἠΰτʼ ἔλαιον πόντον ἐπʼ Εὔξεινον προχέων καλλίρροον ὕδωρ. ἄλλον δʼ ἀμφὶ κασιγνήτῳ κτάνε δήιον ἄνδρα Λᾶσσον, ὃν ἀντίθεος Προνόη τέκεν ἀμφὶ ῥεέθροις 470Νυμφαίου ποταμοῖο μάλα σχεδὸν εὐρέος ἄντρου, ἄντρου θηητοῖο, τὸ δὴ φάτις ἔμμεναι αὐτῶν ἱρὸν Νυμφάων, ὁπόσαι περὶ μακρὰ νέμονται οὔρεα Παφλαγόνων καὶ ὅσαι περὶ βοτρυόεσσαν ναίουσʼ Ἡράκλειαν· ἔοικε δὲ κεῖνο θεοῖσιν 475ἄντρον, ἐπεί ῥα τέτυκται ἀπειρέσιον μὲν ἰδέσθαι λαΐνεον, ψυχρὸν δὲ διὰ σπέος ἔρχεται ὕδωρ κρυστάλλῳ ἀτάλαντον, ἐνὶ μυχάτοισι δὲ πάντῃ λαΐνεοι κρητῆρες ἐπὶ στυφελῇσι πέτρῃσιν αἰζηῶν ὡς χερσὶ τετυγμένοι ἰνδάλλονται· 480ἀμφʼ αὐτοῖσι δὲ Πᾶνες ὁμῶς Νύμφαι τʼ ἐρατειναί, ἱστοί τʼ ἠλακάται τε, καὶ ἄλλʼ ὅσα τεχνήεντα ἔργα πέλει θνητοῖσι, τὰ καὶ περὶ θαῦμα βροτοῖσιν εἴδεται ἐρχομένοισιν ἔσω ἱεροῖο μυχοῖο· τῷ ἔνι δοιαὶ ἔνεισι καταιβασίαι τʼ ἄνοδοί τε, 485ἡ μὲν πρὸς βορέαο τετραμμένη ἠχήεντος πνοιάς, ἡ δὲ νότοιο καταντίον ὑγρὸν ἀέντος, τῇ θνητοὶ νίσσονται ὑπὸ σπέος εὐρὺ θεάων· ἡ δ ἑτέρη μακάρων πέλεται ὁδός, οὐδέ μιν ἄνδρες ῥηιδίως πατέουσιν, ἐπεὶ χάος εὐρὺ τέτυκται 490μέχρις ἐπʼ Ἀΐδονῆος ὑπερθύμοιο βέρεθρον· ἀλλὰ τὰ μὲν μακάρεσσι πέλει θέμις εἰσοράασθαι. τῶνδʼ αὖτʼ ἀμφὶ Μαχάονʼ ἰδʼ Ἀγλαΐης κλυτὸν υἷα μαρναμένων ἑκάτερθεν ἀπέφθιτο πουλὺς ὅμιλος· ὀψὲ δὲ δὴ Δαναοί σφεας εἴρυσαν ἀθλήσαντες 495πολλά περ· αἶψα δὲ νῆας ἐπὶ σφετέρας ἐκόμισσαν παῦροι, ἐπεὶ πλεόνεσσι κακὴ περιπέπτατʼ ὀϊζὺς ἀργαλέου πολέμοιο· πόνῳ δʼ ἐνέμιμνον ἀνάγκῃ. ἀλλʼ ὅτε δὴ μάλα πολλοὶ ἐνεπλήσαντο κελαινὰς κῆρας ἀνʼ αἱματόεντα καὶ ἀλγινόεντα κυδοιμόν, 500δὴ τότʼ ἄρʼ Ἀργείων πολέες φύγον ἔνδοθι νηῶν, ὅσσους Εὐρύπυλος μέγʼ ἐπῴχετο πῆμα κυλίνδων. παῦροι δʼ ἀμφʼ Αἴαντα καὶ Ἀτρέος υἷε κραταιὼ μίμνον ἐν ὑσμίνῃ· καὶ δὴ τάχα πάντες ὄλοντο δυσμενέων παλάμῃσι περιστρωφῶντες ὁμίλῳ, 505εἰ μὴ Ὀϊλέος υἱὸς εΰφρονα Πουλυδάμαντα ἔγχεϊ τύψε παρʼ ὦμον ἀριστερὸν ἀγχόθι μαζοῦ· ἐκ δέ οἱ αἷμʼ ἐχύθη· ὁ δʼ ἐχάσσατο τυτθὸν ὁπίσσω. Δηίφοβον δʼ οὔτησε περικλειτὸς Μενέλαος δεξιτερὸν παρὰ μαζόν· ὁ δ̓ἔκφυγε ποσσὶ θοοῖσιν. 510ἔνθʼ Ἁγαμέμνων δῖος ἐνήρατο πουλὺν ὅμιλον πληθύος ἐξ ὀλοῆς· μετὰ δʼ Αἴθικον ᾤχετο δῖον θύων ἐγχείῃσιν· ὁ δʼ εἰς ἑτάρους ἀλέεινε.

Then were the Danaans anguish-stung: the earth
All round them dyed they red with blood of slain,
As foe fought foe in even-balanced fight.
By this to Podaleirius tidings came
How that in dust his brother lay, struck down
By woeful death. Beside the ships he sat
Ministering to the hurts of men with spears
Stricken. In wrath for his brother’s sake he rose,
He clad him in his armour; in his breast
Dread battle-prowess swelled. For conflict grim
He panted: boiled the mad blood round his heart
He leapt amidst the foemen; his swift hands
Swung the snake-headed javelin up, and hurled,
And slew with its winged speed Agamestor’s son
Cleitus, a bright-haired Nymph had given him birth
Beside Parthenius, whose quiet stream
Fleets smooth as oil through green lands, till it pours
Its shining ripples to the Euxine sea.
Then by his warrior-brother laid he low
Lassus, whom Pronoe, fair as a goddess, bare
Beside Nymphaeus’ stream, hard by a cave,
A wide and wondrous cave: sacred it is
Men say, unto the Nymphs, even all that haunt
The long-ridged Paphlagonian hills, and all
That by full-clustered Heracleia dwell.
That cave is like the work of gods, of stone
In manner marvellous moulded: through it flows
Cold water crystal-clear: in niches round
Stand bowls of stone upon the rugged rock,
Seeming as they were wrought by carvers’ hands.
Statues of Wood-gods stand around, fair Nymphs,
Looms, distaffs, all such things as mortal craft
Fashioneth. Wondrous seem they unto men
Which pass into that hallowed cave. It hath,
Up-leading and down-leading, doorways twain,
Facing, the one, the wild North’s shrilling blasts,
And one the dank rain-burdened South. By this
Do mortals pass beneath the Nymphs’ wide cave;
But that is the Immortals’ path: no man
May tread it, for a chasm deep and wide
Down-reaching unto Hades, yawns between.
This track the Blest Gods may alone behold.
So died a host on either side that warred
Over Machaon and Aglaia’s son.
But at the last through desperate wrestle of fight
The Danaans rescued them: yet few were they
Which bare them to the ships: by bitter stress
Of conflict were the more part compassed round,
And needs must still abide the battle’s brunt.
But when full many had filled the measure up
Of fate, mid tumult, blood and agony,
Then to their ships did many Argives flee
Pressed by Eurypylus hard, an avalanche
Of havoc. Yet a few abode the strife
Round Aias and the Atreidae rallying;
And haply these had perished all, beset
By throngs on throngs of foes on every hand,
Had not Oileus’ son stabbed with his spear
‘Twixt shoulder and breast war-wise Polydamas;
Forth gushed the blood, and he recoiled a space.
Then Menelaus pierced Deiphobus
By the right breast, that with swift feet he fled.
And many of that slaughter-breathing throng
Were slain by Agamemnon: furiously
He rushed on godlike Aethicus with the spear;
But he shrank from the forefront back mid friends.

513τοὺς δʼ ὁπότʼ Εὐρύπυλος λαοσσόος εἰσενόησε χαζομένους ἅμα πάντας ἀπὸ στυγεροῖο κυδοιμοῦ, 515αὐτίκα κάλλιπε λαόν, ὅσον κατὰ νῆας ἔλασσε, καί ῥα θοῶς οἴμησεν ἐπʼ Ἀτρέος υἷε κραταιὼ παῖδά τε καρτερόθυμον Ὀϊλέος, ὃς περὶ μὲν θεῖν ἔσκε θοός, περὶ δ αὖτε μάχῃ ἔνι φέρτατος ἦεν. τοῖς ἔπι κραιπνὸν ὄρουσεν ἔχων περιμήκετον ἔγχος· 520σὺν δέ οἱ ἦλθε Πάρις τε καὶ Αἰνείας ἐρίθυμος, ὅς ῥα θοῶς Αἴαντα βάλεν περιμήκεϊ πέτρῃ κὰκ κόρυθα κρατερήν· ὁ δʼ ἄρʼ ἐν κονίῃσι τανυσθεὶς ψυχὴν οὐ τι κάπυσσεν, ἐπεί νύ οἱ αἴσιμον ἦμαρ ἐν νόστῳ ἐτέτυκτο Καφηρίσιν ἀμφὶ πέτρῃσι· 525καί ῥά μιν ἁρπάξαντες ἀρηίφιλοι θεράποντες βαιὸν ἔτʼ ἀμπνείοντα φέρον ποτὶ νῆας Ἀχαιῶν. καὶ τότʼ ἄρʼ οἰώθησαν ἀγακλειτοὶ βασιλῆες Ἀτρεῖδαι· περὶ δέ σφιν ὀλέθριος ἵσταθʼ ὅμιλος βαλλόντων ἑκάτερθεν, ὅ τι σθένε χερσὶν ἑλέσθαι· 530οἱ μὲν γὰρ στονόεντα βέλη χέον, οἱ δέ νυ λᾶας, ἄλλοι δʼ αἰγανέας· τοὶ δʼ ἐν μέσσοισιν ἐόντες στρωφῶντʼ, εὖτε σύες μέσῳ ἕρκεϊ ἠὲ λέοντες ἤματι τῷ, ὅτʼ ἄνακτες ἀολλίσσωσʼ ἀνθρώπους ἀργαλέως τʼ εἰλέωσι κακὸν τεύχοντες ὄλεθρον 535θηρσὶν ὑπὸ κρατεροῖς, οἱ δʼ ἕρκεος ἐντὸς ἐόντες δμῶας δαρδάπτουσιν, ὅ τις σφίσιν ἐγγὺς ἵκηται· ὣς οἵ γʼ ἐν μέσσοισιν ἐπεσσυμένους ἐδάϊζον. ἀλλʼ οὐδʼ ὣς μένος εἶχον ἐελδόμενοί περ ἀλύξαι, εἰ μὴ Τεῦκρος ἵκανε καὶ Ἰδομενεὺς ἐρίθυμος 540Μηριόνης τε Θόας τε καὶ ἰσόθεος Θρασυμήδης, οἵ ῥα πάρος φοβέοντο θρασὺ σθένος Εὐρυπύλοιο, καί κε φύγον κατὰ νῆας ἀλευάμενοι βαρὺ πῆμα, εἰ μὴ ἄρʼ Ἀτρείδῃσι περιδδείσαντες ἵκοντο ἄντην Εὐρυπύλοιο· μάχη δʼ ἀΐδηλος ἐτύχθη.

Now when Eurypylus the battle-stay
Marked how the ranks of Troy gave back from fight,
He turned him from the host that he had chased
Even to the ships, and rushed with eagle-swoop
On Atreus’ strong sons and Oileus’ seed
Stout-hearted, who was passing fleet of foot
And in fight peerless. Swiftly he charged on these
Grasping his spear long-shafted: at Iris side
Charged Paris, charged Aeneas stout of heart,
Who hurled a stone exceeding huge, that crashed
On Aias’ helmet: dashed to the dust he was,
Yet gave not up the ghost, whose day of doom
Was fate-ordained amidst Caphaerus’ rocks
On the home-voyage. Now his valiant men
Out of the foes’ hands snatched him, bare him thence,
Scarce drawing breath, to the Achaean ships.
And now the Atreid kings, the war-renowned,
Were left alone, and murder-breathing foes
Encompassed them, and hurled from every side
Whate’er their hands might find the deadly shaft
Some showered, some the stone, the javelin some.
They in the midst aye turned this way and that,
As boars or lions compassed round with pales
On that day when kings gather to the sport
The people, and have penned the mighty beasts
Within the toils of death; but these, although
With walls ringed round, yet tear with tusk and fang
What luckless thrall soever draweth near.
So these death-compassed heroes slew their foes
Ever as they pressed on. Yet had their might
Availed not for defence, for all their will,
Had Teucer and Idomeneus strong of heart
Come not to help, with Thoas, Meriones,
And godlike Thrasymedes, they which shrank
Erewhile before Eurypylus yea, had fled
Unto the ships to ‘scape the crushing doom,
But that, in fear for Atreus’ sons, they rallied
Against Eurypylus: deadly waxed the fight.

545ἔνθα τότʼ Αἰνείαο κατʼ ἀσπίδος ἔγχος ἔρεισε Τεῦκρος ἐϋμμελίης· τοῦ δʼ οὐ χρόα καλὸν ἴαψεν· ἤρκεσε γάρ οἱ πῆμα σάκος μέγα τετραβόειον· ἀλλὰ καὶ ὣς δείσας ἀνεχάσσατο τυτθὸν ὀπίσσω. Μηριόνης δʼ ἐπόρουσεν ἀμύμονι Λαοφόωντι 550Παιονίδῃ, τὸν ἐγείνατʼ ἐϋπλόκαμος Κλεομήδη Ἀξιοῦ ἀμφὶ ῥέεθρα· κίεν δʼ ὅ γε Ἴλιον ἱρὴν Τρωσὶν ἀρηξέμεναι μετʼ ἀμύμονος Ἀστεροπαίου· τὸν δʼ ἄρα Μηριόνης νύξ̓ ἔγχεϊ ὀκριόεντι αἰδοίων ἐφύπερθε· θοῶς δέ οἱ εἴρυσεν αἰχμὴ 555ἔγκατα· τοῦ δʼ ὤκιστα ποτὶ ζόφον ἔσσυτο θυμός. Αἴαντος δʼ ἄρʼ ἑταῖρος Ὀϊλιάδαο δαΐφρων Ἀλκιμέδης ἐς ὅμιλον ἐϋσθενέων βάλε Τρώων· ἧκε δʼ ἐπευξάμενος δηίων ἐς φύλοπιν αἰνὴν σφενδόνῃ ἀλγινόεντα λίθον· διὰ δʼ ἔτρεσαν ἄνδρες 560ῥοῖζον ὁμῶς καὶ λᾶα περιδδείσαντες ἰόντα. τὸν δʼ ὀλοὴ φέρε Μοῖρα ποτὶ θρασὺν ἡνιοχῆα Πάμμονος Ἱππασίδην· τὸν δʼ ἡνία χερσὶν ἔχοντα πλῆξε κατὰ κροτάφοιο· θοῶς δέ μιν ἔκβαλε δίφρου πρόσθεν ἑοῖο τροχοῖο· θοὸν δέ οἱ ἅρμα πεσόντος 565λυγρὸν ἐπισσώτροισι δέμας διελίσσετʼ ὀπίσσω ἵππων ἱεμένων· θάνατος δέ μιν αἰνὸς ἐδάμνα ἐσσυμένως μάστιγα καὶ ἡνία νόσφι λιπόντα· Πάμμονι δʼ ἔμπεσε πένθος· ἄφαρ δέ ἑ θῆκεν ἀνάγκη ἄμφω καὶ βασιλῆα καὶ ἡνιοχεῖν θοὸν ἅρμα· 570καί νύ κεν αὐτοῦ κῆρα καὶ ὕστατον ἦμαρ ἀνέτλη, εἰ μή οἱ Τρώων τις ἀνὰ κλόνον αἱματόεντα ἡνία δέξατο χερσὶ καὶ ἐξεσάωσεν ἄνακτα ἤδη τειρόμενον δηίων ὀλοῇσι χέρεσσιν.

Then Teucer with a mighty spear-thrust smote
Aeneas’ shield, yet wounded not his flesh,
For the great fourfold buckler warded him;
Yet feared he, and recoiled a little space.
Leapt Meriones upon Laophoon
The son of Paeon, born by Axius’ flood
Of bright-haired Cleomede. Unto Troy
With noble Asteropaeus had he come
To aid her folk: him Meriones’ keen spear
Stabbed ‘neath the navel, and the lance-head tore
His bowels forth; swift sped his soul away
Into the Shadow-land. Alcimedes,
The warrior-friend of Aias, Oileus’ son,
Shot mid the press of Trojans; for he sped
With taunting shout a sharp stone from a sling
Into their battle’s heart. They quailed in fear
Before the hum and onrush of the bolt.
Fate winged its flight to the bold charioteer
Of Pammon, Hippasus’ son: his brow it smote
While yet he grasped the reins, and flung him stunned
Down from the chariot-seat before the wheels.
The rushing war-wain whirled his wretched form
‘Twixt tyres and heels of onward-leaping steeds,
And awful death in that hour swallowed him
When whip and reins had flown from his nerveless hands.
Then grief thrilled Pammon: hard necessity
Made him both chariot-lord and charioteer.
Now to his doom and death-day had he bowed,
Had not a Trojan through that gory strife
Leapt, grasped the reins, and saved the prince, when now
His strength failed ‘neath the murderous hands of foes.

574ἀντίθεον δʼ Ἀκάμαντα καταντίον ἀΐσσοντα 575Νέστορος ὄβριμος υἱὸς ὑπὲρ γόνυ δούρατι τύψεν· ἕλκεϊ δʼ οὐλομένῳ στυγερὰς ὑπεδύσατʼ ἀνίας· χάσσατο δʼ ἐκ πολέμοιο· λίπεν δʼ ἑτάροισι κυδοιμὸν δακρυόεντʼ· οὐ γάρ οἱ ἔτι πτολέμοιο μεμήλει. καὶ τότε δὴ θεράπων ἐρικυδέος Εὐρυπύλοιο 580τύψε Θόαντος ἑταῖρον Ἐχέμμονα δηϊοτῆτι ὤμου τυτθὸν ἔνερθε· περὶ κραδίην δέ οἱ ἔγχος ἷξεν ἀνιηρόν· σὺν δʼ αἵματι κήκιεν ἱδρὼς ψυχρὸς ἀπὸ μελέων· καί μιν στρεφθέντα φέρεσθαι εἰσοπίσω κατέμαρψε μέγα σθένος Εὐρυπύλοιο· 585κόψε δέ οἱ θοὰ νεῦρα· πόδες δʼ ἀέκοντες ἔμιμνον αὐτοῦ, ὅπῃ μιν τύψε· λίπεν δέ μιν ἄμβροτος αἰών. ἐσσυμένως δὲ Θόας νύξεν Πάριν ὀξέϊ δουρὶ δεξιτερὸν κατὰ μηρόν· ὁ δʼ ᾤχετο τυτθὸν ὀπίσσω οἰσόμενος θοὰ τόξα, τά οἱ μετόπισθε λέλειπτο. 590Ἰδομενεὺς δʼ ἄρα λᾶαν, ὅσον σθένε, χερσὶν ἀείρας κάββαλεν Εὐρυπύλοιο βραχίονα· τοῦ δὲ χαμᾶζε κάππεσε λοίγιον ἔγχος· ἄφαρ δʼ ἀνεχάσσατʼ ὀπίσσω οἰσέμεν ἐγχείην· τὴν γάρ τʼ ἔχεν ἔκβαλε χειρός. Ἀτρεῖδαι δ̓ἄρα τυτθὸν ἀνέπνευσαν πολέμοιο. 595τῷ δὲ θοῶς θεράποντες ἔβαν σχεδόν, οἵ οἱ ἔνεγκαν ἀαγὲς δόρυ μακρόν, ὃ πολλῶν γούνατʼ ἔλυσε· δεξάμενος δʼ ὅ γε λαὸν ἐπῴχετο κάρτεϊ θύων, κτείνων ὅν κε κίχῃσι, πολὺν δʼ ὑπεδάμναθʼ ὅμιλον. Ἔνθʼ οὔτʼ Ἀτρεῖδαι μένον ἔμπεδον οὔτε τις ἄλλος 600ἀγχεμάχων Δαναῶν· μάλα γὰρ δέος ἔλλαβε πάντας ἀργαλέον· πᾶσιν γὰρ ἐπέσσυτο πῆμα κορύσσων Εὐρύπυλος· μετόπισθε δʼ ἐπισπόμενος κεράϊζε. κέκλετο δʼ αὖ Τρώεσσιν ἰδʼ ἱπποδάμοις ἑτάροισιν· ὦ φίλοι, εἰ δʼ ἄγε θυμὸν ἐνὶ στέρνοισι λαβόντες 605τεύξωμεν Δαναοῖσι φόνον καὶ κῆρʼ ἀΐδηλον, οἳ δὴ νῦν μήλοισιν ἐοικότες ἀπονέονται νῆας ἐπὶ σφετέρας· ἀλλὰ μνησώμεθα πάντες ὑσμίνης ὀλοῆς, ἧς παιδόθεν ἴδμονές εἰμεν.

As godlike Acamas charged, the stalwart son
Of Nestor thrust the spear above his knee,
And with that wound sore anguish came on him:
Back from the fight he drew; the deadly strife
He left unto his comrades: quenched was now
His battle-lust. Eurypylus’ henchman smote
Echemmon, Thoas’ friend, amidst the fray
Beneath the shoulder: nigh his heart the spear
Passed bitter-biting: o’er his limbs brake out
Mingled with blood cold sweat of agony.
He turned to flee; Eurypylus’ giant might
Chased, caught him, shearing his heel-tendons through:
There, where the blow fell, his reluctant feet
Stayed, and the spirit left his mortal frame.
Thoas pricked Paris with quick-thrusting spear
On the right thigh: backward a space he ran
For his death-speeding bow, which had been left
To rearward of the fight. Idomeneus
Upheaved a stone, huge as his hands could swing,
And dashed it on Eurypylus’ arm: to earth
Fell his death-dealing spear. Backward he stepped
To grasp another, since from out his hand
The first was smitten. So had Atreus’ sons
A moment’s breathing-space from stress of war.
But swiftly drew Eurypylus’ henchmen near
Bearing a stubborn-shafted lance, wherewith
He brake the strength of many. In stormy might
Then charged he on the foe: whomso he met
He slew, and spread wide havoc through their ranks.

Now neither Atreus’ sons might steadfast stand,
Nor any valiant Danaan beside,
For ruinous panic suddenly gripped the hearts
Of all; for on them all Eurypylus rushed
Flashing death in their faces, chased them, slew,
Cried to the Trojans and to his chariot-lords:
“Friends, be of good heart! To these Danaans
Let us deal slaughter and doom’s darkness now!
Lo, how like scared sheep back to the ships they flee!
Forget not your death-dealing battle-lore,
O ye that from your youth are men of war!”

609ὣς φάτο· τοὶ δʼ ἐπόρουσαν ἀολλέες Ἀργείοισιν· 610οἱ δὲ μέγα τρομέοντες ἀπʼ ἀργαλέοιο κυδοιμοῦ φεῦγον· τοὶ δʼ ἐφέποντο κύνες ὣς ἀργιόδοντες κεμμάσιν ἀγροτέρῃσιν ἀνʼ ἄγκεα μακρὰ καὶ ὕλην. πολλοὺς δʼ ἐν κονίῃσι βάλον μάλα περ μεμαῶτας ἐκφυγέειν ὀλοοῖο φόνου στονόεσσαν ὁμοκλήν. 615Εὐρύπυλος μὲν ἔπεφνεν ἀμύμονα Βουκολίωνα νῆσόν τε Χρόμιόν τε καὶ Ἄντιφον· οἱ δὲ Μυκήνην ᾤκεον εὐκτέανον, τοὶ δʼ ἐν Λακεδαίμονι ναῖον· τοὺς ἄρʼ ὅ γʼ ἐξενάριξεν ἀριγνώτους περ ἐόντας. ἐκ δʼ ἄρα πληθύος εἷλεν ἀάσπετα φῦλʼ ἀνθρώπων 620ὅσσα μοι οὐ σθένος ἐστὶ λιλαιομένῳ περ ἀεῖσαι, οὐδʼ εἴ μοι στέρνοισι σιδήρεον ἦτορ ἐνείη. Αἰνείας δὲ Φέρητα καὶ Ἀντίμαχον κατέπεφνεν ἀμφοτέρους Κρήτηθεν ἅμʼ Ἰδομενῆι κιόντας. αὐτὰρ Ἀγήνωρ δῖος ἀμύμονα Μῶλον ἔπεφνεν, 625ὅς περ ἀπʼ Ἄργεος ἦλθεν ὑπὸ Σθενέλῳ βασιλῆι· τὸν βάλεν αἰγανέῃ νεοθηγέϊ πολλὸν ὀπίσσω φεύγοντʼ ἐκ πολέμοιο τυχὼν ὑπὸ νείατα κνήμης δεξιτερῆς· αἰχμὴ δέ διὰ πλατὺ νεῦρον ἔκερσεν ἄντικρυς ἱεμένη· παρὰ δʼ ἔθρισεν ὀστέα φωτὸς 630ἀργαλέως· ὀδύνῃ δὲ μίγη μόρος, ἔφθιτο δʼ ἀνήρ. ἔνθα Πάρις Μόσυνόν τʼ ἔβαλεν καὶ ἀγήνορα Φόρκυν ἄμφω ἀδελφειούς, οἵ τʼ ἐκ Σαλαμῖνος ἵκοντο Αἴαντος νήεσσι, καὶ οὐκέτι νόστον ἴδοντο. τοῖσι δʼ ἔπι Κλεόλαον εῢν θεράποντα Μέγητος 635εἷλε βαλὼν κατὰ μαζὸν ἀριστερόν· ἀμφὶ δέ μιν νὺξ μάρψε κακή, καὶ θυμὸς ἀπέπτατο· τοῦ δὲ δαμέντος ἔνδον ὑπὸ στέρνοισιν ἔτι κραδίη ἀλεγεινὴ ταρφέα παλλομένη πτερόεν πελέμιξε βέλεμνον. ἄλλον δʼ ἰὸν ἀφῆκεν ἐπὶ θρασὺν Ἠετίωνα 640ἐσσυμένως· τοῦ δʼ αἶψα διὰ γναθμοῖο πέρησε χαλκός· ὁ δʼ ἐστονάχησε· μίγη δέ οἱ αἵματι δάκρυ. ἄλλος δʼ ἄλλον ἔπεφνε· πολὺς δʼ ἐστείνετο χῶρος Ἀργείων ἰληδὸν ἐπʼ ἀλλήλοισι πεσόντων. καί νύ κε δὴ τότε Τρῶες ἐνέπρησαν πυρὶ νῆας, 645εἰ μὴ νὺξ ἐπόρουσε βαθύσκιον ἠέρʼ ἄγουσα. χάσσατο δʼ Εὐρύπυλος, σὺν δʼ ἄλλοι Τρώιοι υἷες νηῶν βαιὸν ἄπωθε ποτὶ προχοὰς Σιμόεντος ᾗχί περ αὖλιν ἔθεντο γεγηθοτες. οἱ δʼ ἐνὶ νηυσὶν Ἀργεῖοι γοάασκον ἐπὶ ψαμάθοισι πεσόντες 650πολλὰ μάλʼ ἀχνύμενοι κταμένων ὕπερ, οὕνεκʼ ἄρʼ αὐτῶν πολλοὺς ἐν κονίῃσι μέλας ἐκιχήσατο πότμος.

Then charged they on the Argives as one man;
And these in utter panic turned and fled
The bitter battle, those hard after them
Followed, as white-fanged hounds hold deer in chase
Up the long forest-glens. Full many in dust
They dashed down, howsoe’er they longed to escape.
The slaughter grim and great of that wild fray.
Eurypylus hath slain Bucolion,
Nesus, and Chromion and Antiphus;
Twain in Mycenae dwelt, a goodly land;
In Lacedaemon twain. Men of renown
Albeit they were, he slew them. Then he smote
A host unnumbered of the common throng.
My strength should not suffice to sing their fate,
How fain soever, though within my breast
Were iron lungs. Aeneas slew withal
Antimachus and Pheres, twain which left
Crete with Idomeneus. Agenor smote
Molus the princely,—with king Sthenelus
He came from Argos,—hurled from far behind
A dart new-whetted, as he fled from fight,
Piercing his right leg, and the eager shaft
Cut sheer through the broad sinew, shattering
The bones with anguished pain: and so his doom
Met him, to die a death of agony.
Then Paris’ arrows laid proud Phorcys low,
And Mosynus, brethren both, from Salamis
Who came in Aias’ ships, and nevermore
Saw the home-land. Cleolaus smote he next,
Meges’ stout henchman; for the arrow struck
His left breast: deadly night enwrapped him round,
And his soul fleeted forth: his fainting heart
Still in his breast fluttering convulsively
Made the winged arrow shiver. Yet again
Did Paris shoot at bold Eetion.
Through his jaw leapt the sudden-flashing brass:
He groaned, and with his blood were mingled tears.
So ever man slew man, till all the space
Was heaped with Argives each on other cast.
Now had the Trojans burnt with fire the ships,
Had not night, trailing heavy-folded mist,
Uprisen. So Eurypylus drew back,
And Troy’s sons with him, from the ships aloof
A little space, by Simois’ outfall; there
Camped they exultant. But amidst the ships
Flung down upon the sands the Argives wailed
Heart-anguished for the slain, so many of whom
Dark fate had overtaken and laid in dust.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.