Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 9.1–74: Neoptolemus at Achilles' tomb

In the morning Troy stands unharmed. Antenor prays to Zeus either to turn Achilles' son from the city or to end the war, and Zeus hastens the end but does not turn Neoptolemus back. After a truce for burying the dead, Neoptolemus visits his father's tomb and weeps, and then goes to the ships.

Lines 9.1–74 · 636 words · click a number to copy its link
1ἦμος δʼ ἤνυτο νυκτὸς ἄπο κνέφας, ἔγρετο δʼ Ἠὼς ἐκ περάτων, μάρμαιρε δʼ ἀπείριτον ἄσπετος αἰθήρ, δὴ τότʼ ἀρήιοι υἷες ἐϋσθενέων Ἀργείων ἂμ πεδίον πάπταινον, ἴδοντο δὲ Ἰλίου ἄκρην 5ἀννέφελον, χθιζὸν δὲ τέρας μέγα θαυμάζεσκον Τρῶες δʼ οὐκέτʼ ἔφαντο πρὸ τείχεος αἰπεινοῖο στήμεναι ἐν πολέμῳ· μάλα γὰρ δέος ἔλλαβε πάντας ζώειν ἐλπομένους ἐρικυδέα Πηλείωνα· Ἀντήνωρ δʼ ἐν τοῖσι θεῶν ἠρήσατʼ ἄνακτι· Ζεῦ, Ἴδης μεδέων ἠδʼ οὐρανοῦ αἰγλήεντος, 10κλῦθί μευ εὐχομένοιο, καὶ ὄβριμον ἄνδρα πόληος τρέψον ἀφʼ ἡμετέρης ὀλοὰ φρεσὶ μητιόωντα, εἴγʼ ὅ γʼ Ἀχιλλεύς ἐστι καὶ οὐ κίε δῶμʼ Ἀΐδαο, εἴτε τις ἄλλος Ἀχαιὸς ἀλίγκιος ἀνέρι κείνῳ· λαοὶ γὰρ κατὰ ἄστυ θεηγενέος Πριάμοιο 15πολλοὶ ἀποφθινύθουσι, κακοῦ δʼ οὐ γίνετʼ ἐρωή, ἀλλὰ φόνος τε καὶ οἶτος ἐπὶ πλέον αἰὲν ἀέξει· Ζεῦ πάτερ, οὐδέ νυ σοί τι δαϊζομένων ὑπʼ Ἀχαιοῖς μέμβλεται, ἀλλʼ ἄρα καὶ σὺ λελασμένος υἷος ἑοῖο Δαρδάνου ἀντιθέοιο μέγʼ Ἀργείοισιν ἀρήγεις. 20ἀλλὰ σοὶ εἰ τόδε θυμὸς ἐνὶ κραδίῃ μενεαίνει, Τρῶας ὑπʼ Ἀργείοισιν ὀϊζυρῶς ἀπολέσσαι, ἔρξον ἄφαρ, μηδʼ ἄμμι πολὺν χρόνον ἄλγεα τεῦχε. ἦ ῥα μέγʼ εὐχόμενος· τοῦ δʼ ἔκλυεν οὐρανόθι Ζεύς· 25καὶ τὸ μὲν αἶψʼ ἐτέλεσσε, τὸ δʼ οὐκ ἤμελλε τελέσσειν· δὴ γάρ οἱ κατένευσεν, ὅπως ἀπὸ πολλοὶ ὄλωνται Τρῶες ὁμῶς τεκέεσσι, δαΐφρονα δʼ υἷʼ Ἀχιλῆος τρεψέμεν οὐ κατένευσεν ἀπʼ εὐρυχόροιο πόληος, ἀλλά ἑ μᾶλλον ἔγειρεν, ἐπεί νύ ἑ θυμὸς ἀνώγει 30ἦρα φέρειν καὶ κῦδος ἐΰφρονι Νηρηίνῃ. καὶ τὰ μὲν ὣς ὥρμαινε θεῶν μέγα φέρτατος ἄλλων.

When ended was night’s darkness, and the Dawn
Rose from the world’s verge, and the wide air glowed
With splendour, then did Argos’ warrior-sons
Gaze o’er the plain; and lo, all cloudless-clear
Stood Ilium’s towers. The marvel of yesterday
Seemed a strange dream. No thought the Trojans had
Of standing forth to fight without the wall.
A great fear held them thralls, the awful thought
That yet alive was Peleus’ glorious son.
But to the King of Heaven Antenor cried:
“Zeus, Lord of Ida and the starry sky,
Hearken my prayer! Oh turn back from our town
That battle-eager murderous-hearted man,
Be he Achilles who hath not passed down
To Hades, or some other like to him.
For now in heaven-descended Priam’s burg
By thousands are her people perishing:
No respite cometh from calamity:
Murder and havoc evermore increase.
O Father Zeus, thou carest not though we
Be slaughtered of our foes: thou helpest them,
Forgetting thy son, godlike Dardanus!
But, if this be the purpose of thine heart
That Argives shall destroy us wretchedly,
Now do it: draw not out our agony!”

In passionate prayer he cried; and Zeus from heaven
Hearkened, and hasted on the end of all,
Which else he had delayed. He granted him
This awful boon, that myriads of Troy’s sons
Should with their children perish: but that prayer
He granted not, to turn Achilles’ son
Back from the wide-wayed town; nay, all the more
He enkindled him to war, for he would now
Give grace and glory to the Nereid Queen.

32μεσσηγὺς δὲ πόληος ἰδʼ ευρέος Ἑλλησπόντου Ἀργεῖοι καὶ Τρῶες ἀποκταμένους ἐνὶ χάρμῃ καῖον ὁμῶς ἵπποισι· μάχη δʼ ἐπέπαυτο φόνοιο, 35οὕνεκα δὴ Πριάμοιο βίη κήρυκα Μενοίτην εἰς Ἀγαμέμνονα πέμψε καὶ ἄλλους πάντας Ἀχαιοὺς λισσόμενος νέκυας πυρὶ καίεμεν· οἱ δʼ ἐπίθοντο αἰδόμενοι κταμένους· οὐ γάρ σφισι μῆνις ὀπηδεῖ. ἦμος δὲ φθιμένοισι πυρὰς ἐκάμοντο θαμειάς, 40δὴ τότʼ ἄρʼ Ἀργεῖοι μὲν ἐπὶ κλισίας ἀφίκοντο, Τρῶες δʼ ἐς Πριάμοιο πολυχρύσοιο μέλαθρα, ἀχνύμενοι μάλα πολλὰ δεδουπότος Εὐρυπύλοιο· τὸν γὰρ δὴ τίεσκον ἴσον Πριάμοιο τέκεσσι· τοὔνεκά μιν τάρχυσαν ἀποκταμένων ἑκὰς ἄλλων 45Δαρδανίης προπάροιθε πύλης, ὅθι μακρὰ ῥέεθρα […] δινήεις προΐησιν ἀεξόμενος Διὸς ὄμβρῳ. υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἀταρβέος ἵκετο πατρὸς τύμβον ἐς εὐρώεντα· κύσεν δʼ ὅ γε δάκρυα χεύων στήλην εὐποίητον ἀποφθιμένοιο τοκῆος· 50καί ῥα περιστενάχων τοῖον ποτὶ μῦθον ἔειπε· χαῖρε πάτερ καὶ ἔνερθε κατὰ χθονός· οὐ γὰρ ἔγωγε λήσομαι οἰχομένοιο σέθεν ποτὶ δῶμʼ Ἀΐδαο· ὡς εἴθε ζωόν σε μετʼ Ἀργείοισι κίχανον· τῷ κε τάχʼ ἀλλήλοισι φρένας τερφθέντʼ ἐνὶ θυμῷ Ἰλίου ἐξ ἱερῆς ληισσάμεθʼ ἄσπετον ὄλβον· 55νῦν δʼ οὔτʼ ἄρ σύ γʼ ἐσεῖδες ἑὸν τέκος οὔτε σʼ ἔγωγε εἶδον ζωὸν ἐόντα λιλαιόμενός περ ἰδέσθαι. ἀλλὰ καὶ ὣς σέο νόσφι καὶ ἐν φθιμένοισιν ἐόντος σὸν δόρυ καὶ τεὸν υἷα μέγʼ ἐν δαῒ πεφρίκασι δυσμενέες, Δαναοὶ γεγηθότες εἰσορόωσι 60σοὶ δέμας ἠδὲ φυὴν ἐναλίγκιον ἠδὲ καὶ ἔργα. ὣς εἰπὼν ἀπὸ θερμὸν ὀμόρξατο δάκρυ παρειῶν. βῆ δὲ θοῶς ἐπὶ νῆας ὑπερθύμοιο τοκῆος οὐκ οἶος· ἄμα γάρ οἱ ἴσαν δυοκαίδεκα φῶτες Μυρμιδόνων, Φοῖνιξ δʼ ὁ γέρων μετὰ τοῖσιν ὀπήδει 65λυγρὸν ἀναστενάχων περικυδέος ἀμφʼ Ἀχιλῆος.

So purposed he, of all Gods mightiest.
But now between the city and Hellespont
Were Greeks and Trojans burning men and steeds
In battle slain, while paused the murderous strife.
For Priam sent his herald Menoetes forth
To Agamemnon and the Achaean chiefs,
Asking a truce wherein to burn the dead;
And they, of reverence for the slain, gave ear;
For wrath pursueth not the dead. And when
They had lain their slain on those close-thronging pyres,
Then did the Argives to their tents return,
And unto Priam’s gold-abounding halls
The Trojans, for Eurypylus sorrowing sore:
For even as Priam’s sons they honoured him.
Therefore apart from all the other slain,
Before the Gate Dardanian—where the streams
Of eddying Xanthus down from Ida flow
Fed by the rains of heavens—they buried him.

Aweless Achilles’ son the while went forth
To his sire’s huge tomb. Outpouring tears, he kissed
The tall memorial pillar of the dead,
And groaning clasped it round, and thus he cried:
“Hail, father! Though beneath the earth thou lie
In Hades’ halls, I shall forget thee not.
Oh to have met thee living mid the host!
Then of each other had our souls had joy,
Then of her wealth had we spoiled Ilium.
But now, thou hast not seen thy child, nor I
Seen thee, who yearned to look on thee in life.
Yet, though thou be afar amidst the dead,
Thy spear, thy son, have made thy foes to quail;
And Danaans with exceeding joy behold
One like to thee in stature, fame and deeds.”

He spake, and wiped the hot tears from his face;
And to his father’s ships passed swiftly thence:
With him went Myrmidon warriors two and ten,
And white-haired Phoenix followed on with these
Woefully sighing for the glorious dead.

66νὺξ δʼ ἐπὶ γαῖαν ἵκανεν, ἐπέσσυτο δʼ οὐρανὸν ἄστρα· οἱ δʼ ἄρα δορπήσαντες ἕλονθʼ ὕπνον· ἔγρετο δʼ Ἠώς. Ἀργεῖοι δʼ ἄρʼ ἔδυσαν ἐν ἔντεσι· τῆλε δʼ ἀπʼ αὐτῶν αἴγλη μαρμαίρεσκεν ἐς αἰθέρα μέχρις ἰοῦσα· 70καί ῥα θοῶς ἔκτοσθε πυλάων ἐσσεύοντο πανσυδίῃ νιφάδεσσιν ἐοικότες, αἵ τε φέρονται ταρφέες ἐκ νεφέων κρυερῇ ὑπὸ χείματος ὥρῃ· ὣς οἵ γʼ ἐξεχέοντο πρὸ τείχεος, ὦρτο δʼ ἀϋτὴ σμερδαλέη· μέγα δʼ αἶα περιστεναχίζετʼ ἰόντων.

Night rose o’er earth, the stars flashed out in heaven;
So these brake bread, and slept till woke the Dawn.
Then the Greeks donned their armour: flashed afar
Its splendour up to the very firmament.
Forth of their gates in one great throng they poured,
Like snowflakes thick and fast, which drift adown
Heavily from the clouds in winter’s cold;
So streamed they forth before the wall, and rose
Their dread shout: groaned the deep earth ‘neath their tramp.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.

The Fall of Troy 9.1–74: Neoptolemus at Achilles' tomb