Quintus Smyrnaeus · The Fall of Troy (Posthomerica) Τὰ μεθ' Ὅμηρον

Quintus Smyrnaeus, The Fall of Troy (Posthomerica) 10.332–410: The death of Paris

As Paris limps down Ida, Hera watches from Olympus with the Seasons. Paris dies on Ida and the Nymphs wail for him. A herdsman tells Hecuba, who laments, and the Trojan women mourn him in name only.

Lines 10.332–410 · 721 words · click a number to copy its link
332τὸν δʼ ἄρʼ ἀπεσσύμενον λασίης ὑπὲρ ἄκριας Ἴδης οἶμον ἐς ἐσχατιήν, ὄθι μιν μόρος αἰνὸς ἄγεσκε λυγρὸν ἐπισκάζοντα καὶ ἀχνύμενον μέγα θυμῷ Ἥρη τʼ εἰσενόησε καὶ ἄμβροτον ἦτορ ἰάνθη, 335ἑζομένη κατʼ Ὄλυμπον, ὅπῃ Διὸς ἔπλετʼ ἀλωὴ. καί ῥά οἱ ἀμφίπολοι πίσυρες σχεδὸν ἑδριόωντο, τάς ποτʼ ἄρʼ Ἠελίῳ χαροπὴ δμηθεῖσα Σελήνη γείνατʼ ἀνʼ οὐρανὸν εὐρὺν ἀτειρέας, οὐδὲν ὁμοίας ἀλλήλαις· μορφῇ δὲ διέκριθεν ἄλλη ἀπʼ ἄλλης· πρώτη μὲν θέρεος καματώδεος ἔλλαχε μοῖραν, 340ἡ δʼ ἑτέρη χειμῶνι καὶ αἰγοκερῆι μέμηλε· εἴαρι δʼ αὖ τριτάτη, τετράτη δʼ ἐπιτέρπετʼ ὀπώρῃ· τέτρασι γὰρ μοίρῃσι βροτῶν διαμείβεται αἰών, ἃς κεῖναι ἐφέπουσιν ἀμοιβαδόν· ἀλλὰ τὰ μέν που αὐτῷ Ζηνὶ μέλοιτο κατʼ οὐρανόν· αἱ ὀάριζον ὁππόσα λοίγιος Αἶσα περὶ φρεσὶν οὐλομένῃσι 345μήδετο, Τυνδαρίδος στυγερὸν γάμον ἐντύνουσα Δηιφόβῳ, καὶ μῆνιν ἀνιηρὴν Ἑλένοιο καὶ χόλον ἀμφὶ γυναικός, ὅπως τέ μιν υἷες Ἀχαιῶν ἤμελλον μάψαντες ἐν ὑψηλοῖσιν ὄρεσσι χωόμενον Τρώεσσι θοὰς ἐπὶ νῆας ἄγεσθαι, 350ὥς τέ οἱ ἐννεσίῃσι κραταιοῦ Τυδέος υἱὸς ἑσπομένου Ὀδυσῆος ὑπὲρ μέγα τεῖχος ὀρούσας Ἀλκαθόῳ στονόεντα φέρειν ἤμελλεν ὄλεθρον ἁρπάξας ἐθέλουσαν ἐΰφρονα Τριτογένειαν, ἥ τʼ ἔρυμα πτόλιός τε καὶ αὐτῶν ἔπλετο Τρώων· 355οὐδὲ γὰρ οὐδὲ θεῶν τις ἀπειρέσιον χαλεπήνας ἔσθενεν ὄλβιον ἄστυ διαπραθέειν Πριάμοιο ἀθανάτης ἔμπροσθεν ἀκηδέος ἐμβεβαυίης· οὐδέ οἱ ἄμβροτον εἶδος ἐτεκτήναντο σιδήρῳ ἀνέρες, ἀλλά μιν αὐτὸς ἀπʼ Οὐλύμποιο Κρονίων 360κάββαλεν ἐς Πριάμοιο πολυχρύσοιο πόληα. καὶ τὰ μὲν ὣς ὀάριζε Διὸς δάμαρ ἀμφιπόλοισιν, ἄλλα τε πόλλʼ ἐπὶ τοῖσι. Πάριν δʼ ἄρα θυμὸς ἐν Ἴδῃ κάλλιπεν, οὐδʼ Ἑλένη μιν ἐσέδρακε νοστήσαντα· ἀμφὶ δέ μιν Νύμφαι μέγʼ ἐκώκυον, οὕνεκʼ ἄρʼ αὐτοῦ 365εἰσέτι που μέμνηντο κατὰ φρένας, ὅσσα πάροιθεν ἐξέτι νηπιάχοιο συναγρομένῃς ὀάριζε· σὺν δέ σφιν μύροντο βοῶν θοοὶ ἀγροιῶται ἀχνύμενοι κατὰ θυμόν· ἐπεστενάχοντο δὲ βῆσσαι.

Then, as he stumbled down through Ida’s brakes,
Where Doom on his death-path was leading him
Painfully halting, racked with heart-sick pain,
Hera beheld him, with rejoicing soul
Throned in the Olympian palace-court of Zeus.
And seated at her side were handmaids four
Whom radiant-faced Selene bare to the Sun
To be unwearying ministers in Heaven,
In form and office diverse each from each;
For of these Seasons one was summer’s queen,
And one of winter and his stormy star,
Of spring the third, of autumn-tide the fourth.
So in four portions parted is man’s year
Ruled by these Queens in turn—but of all this
Be Zeus himself the Overseer in heaven.
And of those issues now these spake with her
Which baleful Fate in her all-ruining heart
Was shaping to the birth the new espousals
Of Helen, fatal to Deiphobus—
The wrath of Helenus, who hoped in vain
For that fair bride, and how, when he had fled,
Wroth with the Trojans, to the mountain-height,
Achaea’s sons would seize him and would hale
Unto their ships—how, by his counselling
Strong Tydeus’ son should with Odysseus scale
The great wall, and should slay Alcathous
The temple-warder, and should bear away
Pallas the Gracious, with her free consent,
Whose image was the sure defence of Troy;—
Yea, for not even a God, how wroth soe’er,
Had power to lay the City of Priam waste
While that immortal shape stood warder there.
No man had carven that celestial form,
But Cronos’ Son himself had cast it down
From heaven to Priam’s gold-abounding burg.

Of these things with her handmaids did the Queen
Of Heaven hold converse, and of many such,
But Paris, while they talked, gave up the ghost
On Ida: never Helen saw him more.
Loud wailed the Nymphs around him; for they still
Remembered how their nursling wont to lisp
His childish prattle, compassed with their smiles.
And with them mourned the neatherds light of foot,
Sorrowful-hearted; moaned the mountain-glens.

369καὶ τότε δὴ Πριάμοιο πολυτλήτοιο γυναικὶ 370δεινὸν Ἀλεξάνδροιο μόρον φάτο βουκόλος ἀνήρ· τῆς δʼ ἄφαρ, ὡς ἐσάκουσε, τρόμῳ περιπάλλετο θυμός, γυῖα δʼ ὑπεκλάσθησαν· ἔπος δʼ ὀλοφύρατο τοῖον· ὤλεό μοι, φίλε τέκνον, ἐμοὶ δʼ ἐπὶ πένθεϊ πένθος κάλλιπες αἰὲν ἄφυκτον, ἐπεὶ πολὺ φέρτατος ἄλλων 375παίδων ἔσκες ἐμεῖο μεθʼ Ἕκτορα· τῷ νύ σε λυγρὴ κλαύσομαι, εἰσόκε μοι κραδίῃ ἔνι πάλλεται ἦτορ· οὐ γὰρ ἄνευ μακάρων τάδε πάσχομεν, ἀλλά τις Αἶσα μήδετο λοίγια ἔργα, τὰ μὴ ὤφειλον ὀτλῆσαι, ἀλλʼ ἔθανον τὸ πάροιθεν ἐν εἰρήνῃ τε καὶ ὄλβῳ· νῦν δʼ ἐπὶ πήματι πῆμα μετʼ ὄμμασι δέρκομαι αἰεὶ 380ἐλπομένη καὶ ἔτʼ ἄλλα κακώτερα θηήσασθαι, παῖδας μὲν κταμένους, κεραϊζομένην δὲ πόληα καὶ πυρὶ δαιομένην Δαναῶν ὑπὸ καρτεροθύμων, σύν τε νυοὺς θύγατράς τε μετὰ Τρωῇσι καὶ ἄλλαις ἑλκομένας ἅμα παισὶ δορυκτήτῳ ὑπʼ ἀνάγκῃ. 385ὣς φάτο κωκύουσα· πόσις δέ οἱ οὔ τι πέπυστο· ἀλλʼ ὁ παρʼ Ἕκτορος ἧστο τάφῳ ἐπὶ δάκρυα χεύων, οὕνεκʼ ἄριστος ἔην καὶ ἐρύετο δούρατι πάτρην· τοῦ πέρι πευκαλίμας ἀχέων φρένας οὔ τι πέπυστο. ἀλλʼ Ἑλένη μάλα πολλὰ διηνεκέως γοόωσα 390ἄλλα μὲν ἐν Τρώεσσιν ὀΰτεεν, ἄλλα δέ οἱ κῆρ ἐν κραδίῃ μενέαινε· φίλον δʼ ἀνὰ θυμὸν ἔειπεν· ἆνερ, ἐμοὶ καὶ Τρωσὶ καὶ αὐτῷ σοὶ μέγα πῆμα, ὤλεο λευγαλέως· ἐμὲ δʼ ἐν στυγερῇ κακότητι κάλλιπες ἐλπομένην ὀλοώτερα πήματʼ ἰδέσθαι. 395ὡς ὄφελόν μʼ Ἅρπυιαι ἀνηρείψαντο πάροιθεν, ὁππότε σοίγʼ ἑπόμην ὀλοῇ ὑπὸ δαίμονος Αἴσῃ· νῦν δʼ ἄρα καὶ σοὶ πῆμα θεοὶ δόσαν ἠδʼ ἐμοὶ αὐτῇ αἰνομόρῳ· πάντες δέ μʼ ἀάσπετον ἐρρίγασι, πάντες δʼ ἐχθαίρουσιν ἐμόν κέαρ· οὐδέ πῃ οἶδα 400ἐκφυγέειν· εἰ γάρ κε φύγω Δαναῶν ἐς ὅμιλον, αὐτίκʼ ἀεικίσσουσιν ἐμὸν δέμας· εἰ δέ κε μίμνω, Τρῶες καὶ Τρωαί με περισταδὸν ἄλλοθεν ἄλλοι αἶψα διαρραίσουσι· νέκυν δʼ οὐ γαῖα καλύψει, ἀλλὰ κύνες δάψουσι καὶ οἰωνῶν θοὰ φῦλα·

Then unto travail-burdened Priam’s queen
A herdman told the dread doom of her son.
Wildly her trembling heart leapt when she heard;
With failing limbs she sank to earth and wailed:
“Dead! thou dead, O dear child! Grief heaped on grief
Hast thou bequeathed me, grief eternal! Best
Of all my sons, save Hector alone, wast thou!
While beats my heart, my grief shall weep for thee.
The hand of Heaven is in our sufferings:
Some Fate devised our ruin—oh that I
Had lived not to endure it, but had died
In days of wealthy peace! But now I see
Woes upon woes, and ever look to see
Worse things—my children slain, my city sacked
And burned with fire by stony-hearted foes,
Daughters, sons’ wives, all Trojan women, haled
Into captivity with our little ones!”

So wailed she; but the King heard naught thereof,
But weeping ever sat by Hector’s grave,
For most of all his sons he honoured him,
His mightiest, the defender of his land.
Nothing of Paris knew that pierced heart;
But long and loud lamented Helen; yet
Those wails were but for Trojan ears; her soul
With other thoughts was busy, as she cried:
“Husband, to me, to Troy, and to thyself
A bitter blow is this thy woeful death!
In misery hast thou left me, and I look
To see calamities more deadly yet.
Oh that the Spirits of the Storm had snatched
Me from the earth when first I fared with thee
Drawn by a baleful Fate! It might not be;
The Gods have meted ruin to thee and me.
With shuddering horror all men look on me,
All hate me! Place of refuge is there none
For me; for if to the Danaan host I fly,
With torments will they greet me. If I stay,
Troy’s sons and daughters here will compass me
And rend me. Earth shall cover not my corpse,
But dogs and fowl of ravin shall devour.
Oh had Fate slain me ere I saw these woes!”

405ὡς ὄφελόν μʼ ἕλεν Αἶσα, πάρος τάδε πήματʼ ἰδέσθαι. ὣς ἔφατʼ, οὔτι γοῶσα πόσιν τόσον, ὁππόσον αὐτῆς μύρετʼ ἀλιτροσύνης μεμνημένη· ἀμφὶ δὲ Τρωαὶ ὡς κεῖνον στενάχοντο, μετὰ φρεσὶ δʼ ἄλλα μενοίνων, αἱ μὲν ὑπὲρ τοκέων μεμνημέναι, αἱ δὲ καὶ ἀνδρῶν, 410αἱ δʼ ἄρʼ ὑπὲρ παίδων, αἱ δὲ γνωτῶν ἐριτίμων.

So cried she: but for him far less she mourned
Than for herself, remembering her own sin.
Yea, and Troy’s daughters but in semblance wailed
For him: of other woes their hearts were full.
Some thought on parents, some on husbands slain,
These on their sons, on honoured kinsmen those.

People and places in this passage

English translation by A. S. Way (1913). Original text: Arnold Zimmermann (ed.), Quinti Smyrnaei Posthomericorum libri XIV, Leipzig: Teubner, 1891 (Greek text as digitised by Perseus).

Greek text and translation from the Perseus Digital Library, Tufts University, CC BY-SA 4.0 (Perseus Digital Library, Greek text); translation public domain. Introductions, summaries and notes © GreekMythology.com.